Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΗʹ ΨΑΛΜΟΝ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δόλιον ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-17
Not analysed yet
Ἆρα οὐκ ἐκπλήττει τὸν ἀκροατὴν τὰ εἰρημένα, Ἆρα οὐκ ἐπιθυμεῖς ἀκοῦσαι τίς οὗτος ὁ καταδικασθεὶς οὕτως; Εἰ γὰρ ἄνθρωπον ἀκούοντες λοιδορούμενον τοὺς παρεστῶτας ἐρωτῶμεν, φράσαι τίς ὁ ταῦτα ἀκούων· πολλῷ μᾶλλον τοῦ προφήτου ταῦτα καταρωμένου ἀκούοντες, ἀναγκαῖον μαθεῖν, καὶ μετὰ φόβου μαθεῖν, καὶ συνεσταλμένης τῆς διανοίας, τίς ὁ εἰς ὀργὴν οὕτω χαλεπὴν ἐμπεσὼν, τίς ὁ λυπήσας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τοσαῦτα καὶ τηλικαῦτα ἀκοῦσαι παθῶν εἴδη. Οὐκοῦν, εἰ δοκεῖ, τὸν ψαλμὸν ἄνωθεν εἴπωμεν μετὰ πολλῆς τῆς προσοχῆς. Καὶ μηδεὶς θορυβείσθω. Καὶ γὰρ μετὰ ἀκριβείας ἁπάσης ποιήσομαι τὴν ἐξήγησιν, ὡς ἂν οἷός τε ὦ. Οὐδὲ γὰρ μικρόν ἐστι τὸ ζητούμενον· ἀλλ' ἓν μὲν καὶ πρῶτον, τίνος ἕνεκεν αὐτοῦ ἁμαρτόντος, τούτου δὴ τοῦ καταβοωμένου, οἱ παῖδες κολάζονται μετ' αὐτοῦ, καὶ ἡ γυνὴ, καὶ οἱ γονεῖς. Δεύτερον δὲ, τίς ὁ καταρώμενος. Τρίτον δὲ, πῶς ὁ τῶν ἀποστόλων κορυφαῖος περὶ τοῦ Ἰούδα τὸν ψαλμὸν εἰρῆσθαι δείκνυσι· μᾶλλον δὲ οὐ τὸν ψαλμὸν ἅπαντα, ἀλλὰ τοῦ ψαλμοῦ τὸ μέρος. Γέγραπται γὰρ, φησὶν, ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ ἐν τοῖς σκηνώμασιν αὐτοῦ μὴ ἔστω ὁ κατοικῶν. Ἀλλὰ πάλιν τοῦτο ἕτερον ἡμῖν ζήτημα παρέχει· οὐ γὰρ ἐν τούτῳ γέγραπται τῷ ψαλμῷ ἀμφότερα· διόπερ οὐκ εἶπε τόνδε τὸν ψαλμὸν, ἀλλὰ τὸ βιβλίον ἅπαν. Καὶ γὰρ τὸ, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, ἐν ἑτέρῳ· καὶ ἐν τούτῳ· Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Ἀλλ' ὅμως ὁ Πέτρος ἀμφότερα συνήγαγεν εἰς μαρτυρίαν μίαν. Ὃ καὶ ὁ Παῦλος πανταχοῦ ποιεῖ, ὡς ὅταν λέγῃ· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἐξ Ἰακώβ. Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Τί δὲ ἄν τις εἴποι τὸ εἰρημένον; προφητείαν, ἢ ἀράν; Προφητείαν ἐν εἴδει ἀρᾶς. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοιοῦτόν τι εὑρήσομεν· ὅπερ καὶ ὁ Ἰακὼβ ἐποίησεν. Ἐπειδὴ γὰρ τοὺς ἀκούοντας ἐκ τῶν ἑτέροις συμβαινόντων ὠφελεῖσθαι χρὴ, πολλὰς τῶν προφητειῶν τούτῳ σχηματίζουσι τῷ τρόπῳ, ὥστε καὶ τῷ εἴδει τῆς προφορᾶς τῆς κατὰ τὴν πολιτείαν αὐξηθῆναι τὸν φόβον. Οὐ γάρ ἐστιν ἴσον εἰπεῖν, ὅτι ὁ δεῖνα τὸ καὶ τὸ πείσεται, καὶ ἐν τάξει χολῶντος καὶ ὀργιζομένου τὸ αὐτὸ τοῦτο προσενεγκεῖν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα ἀποφαίνομαι, ἀπὸ τῶν προφητικῶν ὑμῖν ῥημάτων τοῦτο ποιήσω δῆλον. Ὁ γὰρ Ἰακὼβ, ὅτε ἔμελλε τελευτᾷν, Δεῦτε, φησὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐρῶ, τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν· καὶ μέλλων προφητεύειν, ἐκ προοιμίων εὐθέως ὥσπερ τινὶ θυμῷ ζέων ἀπὸ ἀρᾶς ἄρχεται τῆς προφητείας, οὕτω λέγων· Ῥουβὶμ πρωτότοκός μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης, ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· τὴν μέλλουσαν αὐτοῦ ἀπώλειαν ἐν τάξει ἀρᾶς προφητεύων. Οὕτω πάλιν ὅταν ἀγαθὰ λέγῃ, ἐν τάξει εὐχῆς διηγεῖται, Δῴη σοι Κύριος, λέγων, ἐκ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἐκ τῆς πιότητος τῆς γῆς. Καίτοι καὶ τοῦτο προφητεία. Ἀλλ' ὅτι μὲν οὐκ ἔστιν ἀνθρωπίνου πάθους, δῆλον. Καὶ γὰρ καὶ ἐπὶ Χαναὰν ὁ πατὴρ αὐτοῦ τοῦτο αὐτὸ ποιεῖ, λέγων· Ἔσται Χαναὰν παῖς αὐτοῦ· ἵνα μάθῃς, ὅτι ὁ Θεὸς, προλαμβάνων τοὺς ἀδικουμένους, ἐπεξέρχεται τοῖς ἀδικοῦσι. Καὶ ὁ Χριστὸς δὲ τοιούτῳ τινὶ κέχρηται τρόπῳ, προφητείας εἴδει μᾶλλον ἀνακαλῶν καὶ θρηνοῦντα μιμούμενος, καὶ λέγων· Οὐαί σοι, Χωραζὶν, οὐαί σοι, Βηθσαϊδά. Καὶ πάλιν, ὡς ὅταν λέγῃ· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας. Περὶ τίνος οὖν ὁ ψαλμὸς εἴρηται; Ἔνια περὶ τοῦ Ἰούδα, τοῦ Πνεύματος προφητεύοντος διὰ τοῦ Δαυῒδ, τὰ δὲ λοιπὰ περὶ ἑτέρων. Καὶ γὰρ οὗτος προφητείας πάλιν τρόπος ἐστί. Καὶ πολλαχοῦ αὐτὸν εὑρήσομεν οὕτω συγκείμενον, καὶ τὰ μὲν προοίμια εἰς ἕτερον, τὰ δὲ λειπόμενα εἰς ἄλλον λεγόμενα. Ἵνα δὲ καὶ ἑτέρωθεν ἴδῃς τοῦτο αὐτὸ, ἡνίκα εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσῄεσαν Ἰουδαῖοι, διαιρῶν τὰς δώδεκα φυλὰς εἰς δώδεκα μέρη, τὰς μὲν εὐλογεῖν, τὰς δὲ ἀρᾶσθαι κελεύεται ὑπὸ Θεοῦ ὁ τοῦ Ναυῆ. Καὶ ἡ εὐλογία δὲ καὶ ἡ ἀρὰ προφητεῖαι τῶν γενησομένων ἦσαν Καὶ γὰρ ἔλεγεν· Ἐπικατάρατος σὺ ἐν πόλει, ἐπικατάρατος ἐν ἀγρῷ· καὶ μυρίας τοιαύτας ἀρὰς συντιθεῖσαι αἱ φυλαὶ μακρὸν λόγον ἀπήρτισαν. Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν, ὅτι ἐν τάξει ἀρᾶς προφητεία συντέθειται, τά τε τῷ Ἰούδᾳ συμβησόμενα ἀπαγγέλλουσα καὶ προαναφωνοῦσα, εἶτα καὶ μετ' ἐκεῖνον ἑτέραν τινὰ ἀνακινοῦσα ὑπόθεσιν, καὶ ἱσταμένη κατά τινων ἱερωσύνῃ ἐπαναστάντων· ἵνα μάθωμεν ἡλίκον κακόν ἐστι τοῖς ἱερεῦσι τοῦ Θεοῦ ἐπανίστασθαι, καὶ δόλῳ καὶ ἀδικίᾳ κατ' αὐτῶν κεχρῆσθαι. Τὰ γὰρ εἰρημένα οὐδὲν ἕτερόν ἐστιν, ἢ διδασκαλία τῶν συμβησομένων τοῖς τοὺς πλησίον ἀδικοῦσι, τοῖς κατεξανισταμένοις μετὰ δόλου καὶ γνώμης διεφθαρμένης τῶν οὐδὲν ἠδικηκότων. Εἰ δὲ τοὺς παῖδας ἀξιοῖ κολάζεσθαι, μὴ θορυβηθῇς, ἀγαπητέ· παῖδας γὰρ ἐνταῦθά φησι τοὺς τῇ πονηρίᾳ τῶν τοιούτων κεκοινωνηκότας. Οἶδε γὰρ ἡ Γραφὴ παῖδας καλεῖν καὶ τοὺς κατὰ συγγένειαν, καὶ τοὺς πονηρίᾳ συνεζηκότας, κἂν μὴ τῇ φύσει παῖδες ὦσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ. Καίτοι γε κατὰ φύσιν υἱοὶ τοῦ διαβόλου οἱ Ἰουδαῖοι οὐκ ἦσαν. Πῶς γὰρ τοῦ ἀσωμάτου οἱ σάρκα περικείμενοι; Ἀλλὰ τῇ κοινωνίᾳ τῆς πονηρίας τὴν συγγένειαν ἐπεσπάσαντο. Οὕτως αὐτοὺς καὶ τοῦ Ἀβραὰμ ἐκβάλλει, λέγων· Εἰ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε. Ὅτι γὰρ υἱὸς οὐ κολάζεται διὰ τὸν πατέρα, οὔτε πατὴρ ὑπὲρ τοῦ υἱοῦ, παντί που δῆλον. Καὶ ἐν τῷ νόμῳ τοῦτο δείκνυται εἰρημένον, πλὴν εἰ μὴ κακῶς αὐτὸν ἀναγάγοι· καὶ τότε δὲ οὐχ ὑπὲρ υἱοῦ, ἀλλ' ὑπὲρ τῆς οἰκείας ῥᾳθυμίας, ὥσπερ ὁ Ἠλεί.