Ancient Greek · ~20 min
ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-19
Not analysed yet
Διαναστῶμεν, παρακαλῶ, καὶ συντείνωμεν ἑαυτούς. Καὶ γὰρ περὶ σφόδρα μεγάλων ἡμῖν ὁ ψαλμὸς διαλέγεται θεωρημάτων, οὐ πρὸς ἓν εἶδος αἱρέσεως, ἀλλὰ πρὸς ποικίλα καὶ διάφορα ἑστηκώς. Καὶ γὰρ πρὸς Ἰουδαίους, καὶ πρὸς Παῦλον τὸν Σαμοσατέα, καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας, καὶ πρὸς τοὺς τὰ Μαρκίωνος, καὶ πρὸς τοὺς Μανιχαίους, καὶ πρὸς ἅπαντας τοὺς τῇ ἀναστάσει διαπιστοῦντας παρατάττεται. Ἐπεὶ οὖν πρὸς τοσούτους ἡ παράταξις, πολλῶν καὶ ἡμῖν ὀφθαλμῶν δεῖ, ὥστε μετὰ ἀκριβείας θεωρῆσαι τὰ παλαίσματα. Ἐν μὲν γὰρ τοῖς ἔξωθεν ἀγῶσι κἂν παροφθῇ τι τῶν παλαισμάτων τῶν ἐν αὐτοῖς, οὐδὲν ἔβλαψε τὸν θεατήν· οὐ γὰρ διδασκαλίας ἕνεκεν, ἀλλὰ τέρψεως ἐκεῖνο τὸ θέατρον συνείλεκται. Ἐνταῦθα δὲ ἐὰν μὴ μετὰ ἀκριβείας εἰδῇς, πόθεν μὲν ἐκεῖνος παρατάττεται, πόθεν δὲ ἡμεῖς αὐτὸν βάλλομεν, οὐ τὴν τυχοῦσαν ὑποστήσῃ ζημίαν. Ἵν' οὖν μὴ τοῦτο πάθῃς, διανάστησόν σου τὴν διάνοιαν, μετέωρον ποίησον τὴν ἀκοήν. Ἰουδαίους βάλλομεν πρώτους, καὶ πρὸς ἐκείνους παραταττόμεθα, τὸν Προφήτην ἀπὸ τῶν ῥημάτων λαβόντες σύμμαχον τούτων. Καὶ γὰρ λεγόντων ἡμῶν, ὅτι σαφῶς περὶ τοῦ Χριστοῦ ταῦτα εἴρηται, ταῦτα μὲν οὐ καταδέχονται, ἕτερα δέ τινα πλάττουσιν. Οὐκοῦν πρῶτον αὐτῶν τὸν λόγον ἀπελέγξωμεν, καὶ τότε τὸν ἡμέτερον ἀποδείξωμεν. Καὶ τέως ἐρώμεθα νῦν αὐτοὺς, τίς ὁ κύριος τοῦ δικαίου τούτου; Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου. Οὐ γὰρ ἑνὸς προσώπου μέμνηται ἐνταῦθα, ἀλλ' ἑνὸς πρὸς ἕνα ἕτερον διαλεγομένου. Τίνα οὖν φασι τὸν λέγοντα; Τὸν Θεόν. Τὸν δὲ ἀκούοντα; Τὸν Ἀβραάμ. Ἕτεροι δὲ τὸν Ζοροβάβελ, καὶ ἄλλοι ἕτερον· καθάπερ οἱ μεθύοντες, καὶ μηδὲν σύμφωνον φθεγγόμενοι, μᾶλλον δὲ καθάπερ οἱ ἐν σκότῳ βαδίζοντες, καὶ προσαράσσοντες ἀλλήλους. Τί οὖν, εἰπέ μοι, Ζοροβάβελ κύριος τοῦ Δαυΐδ; Καὶ πῶς ἂν ἔχοι λόγον, ὃς καὶ αὐτὸς ἀντὶ μεγάλης τιμῆς Δαυῒδ κέκληται; Καὶ τὰ ἐπιόντα δὲ δηλοῖ, ὅτι οὐδὲν περὶ τοῦ Ζοροβάβελ ἐνταῦθα εἴρηται, οὐδὲ περὶ τοῦ Δαυΐδ· οὐδεὶς γὰρ αὐτῶν ἱερωσύνῃ τετίμηται· ἐνταῦθα δὲ περί τινος εἴρηται ἱερωσύνην ἔχοντος ξένην τινὰ καὶ παράδοξον. Σὺ γὰρ, φησὶν, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἀλλὰ τέως τὸ παρὸν ἀναπτύξωμεν. Καὶ γὰρ καὶ ἕτερά τινα λέγουσι τούτων ἑωλότερα, περὶ τοῦ λαοῦ λέγοντες ταῦτα εἰρῆσθαι· ἀλλ' οὔτε ἱερεὺς ὁ λαὸς γέγονεν, οὔτε τὰ ἕτερα τὰ εἰρημένα δυνηθείη ποτὲ αὐτῷ ἁρμόσαι. Διόπερ καὶ τοῦτο ὡς ἕωλον παραδραμόντες, καὶ οὔτε κατασκευῆς δεόμενον εἰς ἀνατροπὴν, ἕτερον ὅπερ λέγουσιν εἰς μέσον ἀγάγωμεν. Τί γάρ φασιν ἄλλοι πάλιν; Ὅτι ὁ παῖς τοῦ Ἀβραὰμ ταῦτα λέγει περὶ τοῦ κυρίου τοῦ ἑαυτοῦ. Καὶ τί τούτου γένοιτο ἂν πάλιν ἑωλότερον; Τί γὰρ ἐνταῦθα βούλεται ὁ παῖς τοῦ Ἀβραάμ; Ποῦ δὲ ἱερεὺς ὁ κύριος αὐτοῦ γέγονεν, ὅς γε καὶ αὐτὸς ἱερεῖ τῷ Μελχισεδὲκ ἐκέχρητο, καὶ τὰς παρ' αὐτοῦ εὐλογίας ἐζήτει; Πῶς δὲ ἂν ἔχοι λόγον περὶ τοῦ Ἀβραὰμ εἰρῆσθαι τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; πῶς δ' ἂν ἢ τῷ Δαυῒδ, ἢ τῷ Ζοροβάβελ, ἢ τῷ λαῷ ταῦτα ἁρμόσειεν; Ὑπὲρ γὰρ ἀνθρωπίνην φύσιν τὸ εἰρημένον. Τὸ δὲ, Κάθου ἐκ δεξιῶν μου, ποίαν ἂν σχοίη ἑρμηνείαν, ἐκείνων τῶν προσώπων ὑποκειμένων; Οὐδὲ μίαν. Πῶς δὲ τῷ Ἀβραὰμ εἶπε, Κάθου ἐκ δεξιῶν μου, ὅς γε καὶ τὸ παρεστάναι τοῖς ἀγγέλοις μεγίστης ἄξιον ἡγεῖται τιμῆς εἶναι; Ἀλλὰ τίς αὐτῶν ὁ σοφὸς λόγος; Καὶ πῶς, φησὶ, Κύριον εἰσάγεις ἕτερον, ὅταν ἡ Γραφὴ διαῤῥήδην λέγῃ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πλὴν αὐτοῦ οὐκ ἔστι Θεός; Πρὸς τίνα οὖν, εἰπέ μοι, ἐστὶ τὸ λεγόμενον; Μάλιστα μὲν ἐκεῖνα πρὸς τὴν σὴν ἀγνωμοσύνην εἴρηται, ὦ Ἰουδαῖε. Διὰ τί γὰρ τῷ Ἀβραὰμ οὐδὲν ἐλέχθη τοιοῦτον, οὐδὲ τῷ Ἰσαὰκ, οὐδὲ τῷ Ἰακὼβ, οὐδὲ τῷ Μωϋσεῖ, ἀλλὰ σοὶ μόνῳ, ὅτε ἐξελθὼν ἐξ Αἰγύπτου ἐμοσχοποίεις; τίνος ἕνεκεν, εἰπέ μοι; Εἰ δὲ αὐτὸς ἀπορεῖς, παρ' ἐμοῦ τὴν αἰτίαν μάνθανε. Ἐπειδὴ γὰρ ἐξελθὼν ἐμοσχοποίησας, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθης, καὶ πρὸς δῆμον θεῶν ἧς ἐπτοημένος, τὴν ἄνομον ἐκείνην πολυθεΐαν εἰσάγων, ἀναστέλλων σου τὸ νόσημα, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν τὸ Εἷς ἔθηκεν, οὐ πρὸς ἀθέτησιν τοῦ Μονογενοῦς. Ἐπεὶ τίνος ἕνεκεν ἐν προοιμίοις εἴρηται εὐθέως· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν; Καὶ πάλιν, Δεῦτε καὶ καταβάντες συγχέωμεν τὰς γλώσσας αὐτῶν. Καὶ πάλιν ὁ Δαυῒδ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἰ δὲ ὁ Μωϋσῆς λέγει, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν· ἡ ὑμετέρα ἀσθένεια γέγονεν αἰτία τούτων. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τῶν δογμάτων τοῦτο γέγονεν, ὅπου γε καὶ ἐπὶ τῶν πραγμάτων ἀπὸ τῶν τελειοτέρων ἐπὶ τὰ ἐλάττονα τὸν λόγον ἦγεν ὁ Θεὸς, τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ συγκαταβαίνων; Διὸ καὶ γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ εἰσάγειν ἐπέτρεπεν, ἀπ' ἀρχῆς οὐχ οὕτω νομοθετήσας. Καὶ περὶ βρωμάτων πολλὴν ἐποιήσατο τὴν διάκρισιν, καίτοι γε ἐξ ἀρχῆς τὰ ἐναντία εἰπὼν, ὅτι Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν πάντα. Καὶ περὶ τόπου πολλοὺς τέθεικε νόμους, οὐ συγχωρῶν πανταχοῦ τὰς εὐχὰς ἐπιτελεῖν, καίτοι γε οὐδὲ τοῦτο ἐξ ἀρχῆς ἐνομοθέτησεν. Ἀλλὰ καὶ ἐν τῇ Περσῶν γῇ τῷ Ἀβραὰμ ὤφθη, καὶ ἐν Παλαιστίνῃ, καὶ πανταχοῦ· καὶ τῷ Μωϋσεῖ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου.