Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-18
Not analysed yet
Τί οὖν; ἑαυτῇ, φησὶ, μάχεται ἡ Γραφή; Ἄπαγε· ἀλλὰ κατὰ καιρὸν πρὸς τὸ συμφέρον ἕκαστα οἰκονομεῖ, τὴν ἀσθένειαν ἑκάστης γενεᾶς διορθούμενος. Διὰ δὴ τοῦτο πρὸς σὲ μὲν εἴρηται· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. Ὅτι δὲ καὶ Υἱὸν ἔχει, προαπέθεντο οἱ προφῆται ταῖς βίβλοις, καὶ οὔτε σαφῶς σφόδρα εἰρήκασιν, ὥστε μὴ λυμήνασθαί σου τὴν ἀσθένειαν· οὔτε ἀπέκρυψαν, ὥστε μετὰ ταῦτά σοι δοῦναι ἀνανῆψαι, καὶ ἐκ τῶν οἰκείων βίβλων ἀναλέξασθαι τῆς ἀληθείας τὰ δόγματα. Οὕτω μάλιστα καὶ τοὺς προφήτας δυνησόμεθα δεῖξαι προφήτας ὄντας, ὅταν πρὸς Ἕλληνας διαλεγώμεθα, καὶ ἀξιόπιστον σφόδρα τὴν Παλαιὰν ἀποδείξομεν. Ἐπεὶ ἐὰν τοῦτο ἀνέλῃς, πῶς ἀποῤῥάψεις τοῦ Ἕλληνος τὸ στόμα; Τί γὰρ ἐρεῖς; τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου, καὶ τὰ εἰς σὲ προφητευθέντα; Ἀλλ' οὐ σφόδρα καταδέξεται. Ἂν δὲ τὰ περὶ τοῦ Χριστοῦ εἰρημένα ἐν τῇ Παλαιᾷ διηγήσῃ, καὶ δείξῃς τῶν πραγμάτων τὴν ἀλήθειαν μαρτυροῦσαν τῇ τῆς προφητείας ἐκβάσει, οὐδὲ ἀντιστῆναι δυνήσεται. Εἰ δὲ ἐπιλάβοιο τῶν ἡμετέρων, ὦ Ἰουδαῖε, πῶς ὑπὲρ τῆς Παλαιᾶς ἀπολογήσῃ; Κἄν τις εἴπῃ σοι, πόθεν ἀληθῆ τὰ Μωϋσέως, τί ἐρεῖς; Ὅτι ἐπιστεύσαμεν αὐτοῖς. Οὐκοῦν πολλῷ μᾶλλον καὶ τὰ ἡμέτερα· καὶ γὰρ καὶ ἡμεῖς ἐπιστεύσαμεν· καὶ ὑμεῖς μὲν ἓν ἔθνος ἐστὲ, ἡμεῖς δὲ πᾶσα ἡ οἰκουμένη, καὶ ὑμᾶς οὐκ οὕτως ἔπεισε Μωϋσῆς, ὡς ἡμᾶς ὁ Χριστός· καὶ τὰ μὲν ὑμέτερα πέπαυται, τὰ δὲ ἡμέτερα ἕστηκεν. Ἀλλ' ἀπὸ τῶν προῤῥήσεων; Ἀλλὰ πλείω τὰ παρ' ἡμῖν. Οὐκοῦν τὰ ἡμέτερα ἐὰν ἀνέλῃς, καὶ τὰ σὰ συσκιάζεις. Ἀλλ' ἀπὸ τῶν σημείων; Ἀλλ' ὑμεῖς οὐδὲν ἔχετε δεῖξαι Μωϋσέως σημεῖον· γέγονε γὰρ καὶ παρῆλθεν· ἡμεῖς δὲ τοῦ Χριστοῦ πολλὰ καὶ διάφορα ἔτι καὶ νῦν γινόμενα, καὶ τὰς προῤῥήσεις ὑπὲρ τὸν ἥλιον λαμπούσας. Ἀλλ' ἀπὸ τῶν νόμων; Ἀλλὰ ταῦτα φιλοσοφώτερα. Ἀλλὰ τί; τῶν Αἰγυπτίων κωλυόντων ἐξήλθετε; Ἀλλ' οὐκ ἔστιν ἴσον τῆς οἰκουμένης πολεμούσης περιγενέσθαι, καὶ Αἰγυπτίων μόνων κρατῆσαι. Καὶ ταῦτα λέγω, οὐ μάχην εἰσάγων τῇ Παλαιᾷ πρὸς τὴν Καινήν· ἄπαγε· ἀλλὰ τὴν Ἰουδαίων ἀγνωμοσύνην ἐπιστομίσαι βουλόμενος. Καὶ γὰρ ἐκεῖνα καὶ ταῦτα ὑπὸ τοῦ Θεοῦ τοῦ αὐτοῦ δέδοται καὶ γεγένηται· ἀλλ' ἐκεῖνο κατασκευάσαι θέλω, ὅτι ὁ Ἰουδαῖος ἀνελὼν τὰς προφητείας τὰς περὶ Χριστοῦ, τὸ πλέον τῶν προφητειῶν λυμαίνεται μέρος, καὶ οὐκ ἂν ἔχοι δεῖξαι σαφῶς τὴν εὐγένειαν τῆς Παλαιᾶς, εἰ μὴ τὴν Καινὴν παραδέξαιτο. Ὅτι δὲ οὐ περὶ ἀνθρώπου τὰ εἰρημένα, καὶ ἐκ τοῦ λέγεσθαι, Κάθου ἐκ δεξιῶν μου, καὶ ἐκ τοῦ Κύριον ὀνομάζεσθαι ὁμοίως τῷ λέγοντι Κυρίῳ, καὶ ἐκ τοῦ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγενῆσθαι αὐτὸν, καὶ ἐκ τοῦ ἱερέα αὐτὸν εἶναι κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ἐκ τοῦ λέγεσθαι, Μετὰ σοῦ ἡ ἀρχή σου, τοῖς νοῦν ἔχουσι κατάδηλόν ἐστι. Εἰ δὲ ἕτερος ἡμῖν Ἰουδαῖος ἀνακύπτει πάλιν πρόσωπον Χριστιανοῦ περιφέρων, Παῦλος ὁ Σαμοσατεὺς, λέγω, δυνατὸν μὲν καὶ πρὸς τοῦτον καὶ ἀπὸ τῆς Καινῆς λέγειν. Πλὴν ἀλλ' ἵνα μὴ δόξωμεν τὰ παρόντα ἀφέντες ἐφ' ἕτερον μέρος παρατάξεως ἰέναι, καὶ τοῦτον ἐντεῦθεν βάλλωμεν. Τί οὖν καὶ οὗτος λέγει; Ὅτι ἄνθρωπος ἦν, φησὶ, ψιλὸς, καὶ ἐξ οὗ γέγονεν ἐκ Μαρίας, ἐξ ἐκείνου τὴν ὕπαρξιν μόνον ἔχει. Τί οὖν, εἰπέ μοι, πρὸς ἐκείνην τὴν ῥῆσιν ἐρεῖς τὴν λέγουσαν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; Δεῖ δὲ τὰ ἄλλα, ἅπερ πρὸς Ἰουδαίους εἴρηται, καὶ πρὸς τοὺς ἀπὸ τούτου εἰπεῖν. Καὶ τούτου οὐχ ἡμεῖς αἴτιοι, ἀλλ' αὐτοὶ οὗτοι οἱ πολλὴν τὴν συγγένειαν τῶν δογμάτων πρὸς αὐτοὺς ἔχοντες· ὅθεν καὶ τοῖς αὐτοῖς ὅπλοις κατὰ τούτων χρησόμεθα. Τοὺς γὰρ ὁμοίως πολεμοῦντας τοῖς αὐτοῖς βέλεσι βάλλειν δεῖ. Τί οὖν βούλεται ἡ κοινωνία τοῦ θρόνου; Ἐνταῦθα γὰρ τὸ ὁμότιμον δείκνυται, ὃ καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας ἐπιστομίσαι ἱκανόν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς πρὸς τοὺς Ἰουδαίους λέγοντας, ὅτι υἱὸς τοῦ Δαυΐδ ἐστιν, ἐπήγαγε λέγων· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Προϊὼν δὲ καὶ τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον σαφέστερον ἑρμηνεύων ὁ Παῦλος, καὶ Μαρκίωνι καὶ Μανιχαίῳ, καὶ πᾶσι τοῖς τὰ τοιαῦτα νοσοῦσι καιρίαν δίδωσι πληγὴν, λέγων· ἑρμηνεύει γὰρ μετὰ τῆς αὐτῷ προσηκούσης συνέσεως, πῶς γέγονεν ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἡμεῖς δὲ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Εἶδες τὸ ὁμότιμον; Ὅπου γὰρ θρόνος, βασιλείας σύμβολον· ὅπου θρόνος εἷς, τῆς αὐτῆς βασιλείας ἰσοτιμία. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὕτω καὶ Δανιὴλ ὁρᾷ τὴν μὲν κτίσιν ἅπασαν παρεστῶσαν, ἀγγέλους τε καὶ ἀρχαγγέλους, τὸν δὲ Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν, καὶ φθάνοντα ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν. Εἰ δὲ τὸ οὕτως εἰπεῖν σκανδαλίζει τινὰς, ἀκουέτωσαν ὅτι ἐκ δεξιῶν κάθηται, καὶ ἀπαλλαττέσθωσαν τοῦ σκανδάλου. Ὥσπερ γὰρ ἡμεῖς μείζονα αὐτὸν τοῦ Πατρὸς οὐ λέγομεν, ἐπειδὴ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν τὴν ἐντιμοτάτην· οὕτω μηδὲ σὺ ἐλάττω λέγε καὶ καταδεέστερον, ἀλλ' ὁμότιμον καὶ ἴσον. Τοῦτο γὰρ ἡ κοινωνία τῆς καθέδρας δηλοῖ. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ τίνες οἱ ἐχθροί; Ἄκουσον Παύλου λέγοντος· Ἀπαρχὴ Χριστός· ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.