Ancient Greek · ~20 min
ΕΙΣ ΤΟΝ ΡΙΒʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-22
Not analysed yet
Πολὺς ἐν ταῖς Γραφαῖς τῶν αἴνων τούτων ὁ λόγος· οὐδὲ γὰρ τὸ τυχὸν πρᾶγμά ἐστιν, ἀλλὰ θυσία τις καὶ προσφορὰ ἀρέσκουσα τῷ Θεῷ· Θυσία γὰρ, φησὶν, αἰνέσεως δοξάσει με. Καὶ πάλιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς. Καὶ πολλαχοῦ καὶ αἱ ἱεραὶ Βίβλοι παρακελεύονται, καὶ οἱ σωζόμενοι ἀντὶ μεγάλων εὐχαριστηρίων τοῦτο προσφέρουσι. Καὶ ποίαν τοῦτο δυσκολίαν ἔχει; φησί· τίνι δὲ οὐ ῥᾴδιον καὶ τῶν τυχόντων αὐτὸ ἀνύειν, καὶ αἰνεῖν τὸν Θεόν; Ἂν ἀκριβῶς καταμάθῃς, ὄψει καὶ τὸν πόνον τὸν ἐν τῷ πράγματι, καὶ τὸ κέρδος τὸ ἐξ αὐτοῦ. Πρῶτον μὲν γὰρ καὶ παρὰ δικαίων ὁ τοιοῦτος ἐπιζητεῖται ὕμνος, καὶ δεῖ πρότερον τὸν βίον κατορθοῦντα, οὕτως ᾄδειν ὕμνους τῷ Θεῷ. Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Δεύτερον δὲ, ὅτι οὐχὶ διὰ ῥημάτων μόνον ἔστιν αἰνεῖν, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων, καὶ τοῦτον μάλιστα ἐπιζητεῖ ὁ Θεὸς τὸν αἶνον, ταύτην τὴν δόξαν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτως αἰνεῖ τὰ Χερουβίμ. Διὰ τοῦτο καὶ ὁ προφήτης ἀκούσας τῆς μελῳδίας ἐκείνης τῆς μυστικῆς, ταλανίζει ἑαυτὸν, λέγων· Οἴ μοι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Διὰ τοῦτο καὶ παρακελευόμενος αἴνους ἀναφέρειν, ἀπὸ τῶν ἄνω δυνάμεων ἄρχεται λέγων οὕτως· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ. Ὥστε ἄγγελον δεῖ γενέσθαι, καὶ οὕτως αἰνεῖν. Μὴ τοίνυν ἁπλῶς τὸν αἶνον τοῦτον εἶναι νομίσωμεν· ἀλλὰ πρὸ τοῦ στόματος ἡμῶν ὁ βίος αὐτὸν ἠχείτω, καὶ πρὸ τῆς γλώττης ἡ πολιτεία βοάτω. Οὕτω καὶ σιωπῶντες δυνάμεθα τὸν Θεὸν ὑμνεῖν· οὕτω καὶ φθεγγόμενοι σύμφωνον τῷ βίῳ τὴν μελῳδίαν ἐργασόμεθα. Οὐ τοῦτο δὲ μόνον ἔστιν ἰδεῖν ἀπὸ τοῦ ψαλμοῦ, ἀλλ' ὅτι καὶ εἰς συμφωνίαν πάντας ἄγει, καὶ ὁλόκληρον τὸν χορὸν ἵστησι. Οὐ γὰρ ἑνὶ καὶ δύο διαλέγεται, ἀλλ' ὁλοκλήρῳ δήμῳ. Καὶ καθάπερ ὁ Χριστὸς ἐνάγων ἡμᾶς εἰς ὁμόνοιαν καὶ ἀγάπην, ἐν ταῖς εὐχαῖς κοινὴν ἐπέταξε ποιεῖσθαι τὴν εὐχὴν, καὶ ἀπὸ τῆς Ἐκκλησίας πάσης ὡς ἐξ ἑνὸς προσώπου λέγειν, Πάτερ ἡμῶν· καὶ, Τὸν ἄρτον ἡμῶν, τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ Πονηροῦ· πανταχοῦ τῷ πληθυντικῷ κεχρημένος ὀνόματι, καὶ κελεύων ἑνὶ ἑκάστῳ, κἂν καθ' ἑαυτὸν εὔχηται, κἂν κοινῇ, καὶ ὑπὲρ τῶν ἀδελφῶν εὐχὴν ἀναφέρειν· οὕτω καὶ ὁ Προφήτης κοινῇ πάντας εἰς τὴν συμφωνίαν καλεῖ τῆς εὐχῆς, καὶ λέγει· Αἰνεῖτε τὸ ὄνομα Κυρίου. Τί οὖν βούλεται ἡ προσθήκη τοῦ ὀνόματος; Μάλιστα μὲν τῆς διαθέσεως παραστατικόν ἐστι τοῦ λέγοντος· αἰνίττεται δέ τι καὶ ἕτερον. Ποῖον δὴ τοῦτο; Ὥστε τὸ ὄνομα αὐτοῦ δοξάζεσθαι δι' ἡμῶν, ὥστε αἰνετὸν φαίνεσθαι καὶ διὰ τοῦ βίου τοῦ ἡμετέρου· ἔστι γὰρ φύσει τοιοῦτον· βούλεται δὲ καὶ διὰ τῆς πολιτείας ἡμῶν τὸν αἶνον τοῦτον διαλάμπειν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν, ὅρα τὸ ἑξῆς· ἐπάγει γὰρ, Εἴη, φησὶ, τὸ ὄνομα Κυρίου εὐλογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. Τί λέγεις; οὐ γάρ ἐστιν εὐλογημένον, ἐὰν μὴ σὺ εὔξῃ; Ὁρᾷς ὅτι οὐ περὶ τῆς εὐλογίας λέγει τῆς αὐτῷ προσούσης, καὶ τῇ φύσει αὐτοῦ συγκεκληρωμένης, ἀλλὰ τῆς διὰ τῶν ἀνθρώπων γινομένης; Περὶ ταύτης καὶ ὁ Παῦλος γράφων λέγει· Δοξάσατε δὲ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Αὐτὸς τοίνυν καὶ ὑψηλός ἐστι, καὶ μέγας, καὶ αἰνετὸς καθ' ἑαυτόν· γίνεται δὲ καὶ παρὰ ἀνθρώποις τοιοῦτος, ὅταν οἱ δουλεύοντες αὐτῷ τοιοῦτον ἐπιδεικνύωνται βίον, ὡς πάντας τοὺς ὁρῶντας αὐτοὺς εὐλογεῖν τὸν Δεσπότην. Τοῦτο καὶ ἐν τῇ εὐχῇ ἐκέλευσεν ἡμᾶς ὁ Χριστὸς ἀεὶ λέγειν εὐχομένους· Ἁγιασθήτω τὸ ὄνομά σου· τουτέστι, καὶ διὰ τοῦ βίου τοῦ ἡμετέρου δοξασθήτω. Ὥσπερ γὰρ βλασφημεῖται, κακῶς πολιτευομένων ἡμῶν, οὕτω δοξάζεται, καὶ εὐλογεῖται, καὶ ἁγιάζεται, ἀρετῆς ἐπιμελουμένων. Ὃ τοίνυν λέγει τοῦτό ἐστι· Διαπαντὸς καταξίωσον ἡμᾶς ἐνάρετον βίον ζῇν, ὡς εὐλογητὸν εἶναι τὸ ὄνομά σου καὶ δι' ἡμῶν. Ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. Ὁρᾷς τὴν καινὴν ἤδη προανακρουόμενον αὐτὸν πολιτείαν, καὶ παρανοίγοντα τῆς Ἐκκλησίας τὴν εὐγένειαν; Οὐκ ἔτι γὰρ ἐν Παλαιστίνῃ, οὔτε ἐν Ἰουδαίᾳ, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης. Πότε δὲ τοῦτο γέγονεν, ἢ ὅτε τὰ ἡμέτερα ἤνθησεν; Ὡς τό γε παλαιὸν οὐ μόνον οὐκ ηὐλογεῖτο ἐν Παλαιστίνῃ, ἀλλὰ καὶ ἐβλασφημεῖτο διὰ τοὺς ἐν αὐτῇ κατοικοῦντας Ἰουδαίους. Δι' ὑμᾶς γὰρ τὸ ὄνομά μου βλασφημεῖται, φησὶν, ἐν τοῖς ἔθνεσι. Νυνὶ δὲ πανταχοῦ τῆς οἰκουμένης ὑμνεῖται. Ὅπερ οὖν καὶ ἄλλος προφήτης δηλῶν ἔλεγεν· Ἐπιφανήσεται Κύριος, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Καὶ ἕτερος πάλιν· Διότι καὶ ἐν ἡμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά.