Ancient Greek · ~13 min
ΕΙΣ ΤΟΝ ΡΙΑʹ ΨΑΛΜΟΝ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 6.1-14
Not analysed yet
Καὶ εἰ βούλει, λάβε τοὺς ἐν ταῖς ἱπποδρομίαις καὶ ἐν τοῖς θεάτροις εἰκῆ τὰ αὑτῶν δαπανῶντας· ἄγε εἰς μέσον τὸν ἐλεήμονα, καὶ τότε ὄψει ὅσος ἑκατέροις ὁ καρπός· πῶς τοῦτον μὲν ἅπαντες κροτοῦσι διηνεκῶς, καὶ θαυμάζουσι, κοινὸν πατέρα καὶ λιμένα ἡγούμενοι· ἐκεῖνον δὲ τὴν ἡμέραν ἐκείνην κροτήσαντες μόνον ἀκαίρῳ τινὶ καὶ ἀλογίστῳ ὁρμῇ, μετὰ ταῦτα διαβάλλουσιν, ὡς ἀπάνθρωπον, ὡς ὠμὸν, ὡς κενόδοξον, ὡς ἀσελγείας διάκονον καὶ πονηρίας ὑπηρέτην. Ἀλλὰ καὶ ἐν τοῖς συλλόγοις, εἴποτε τοιοῦτοι γίνονται λόγοι, ἐκείνων μὲν τὰ ἀναλώματα στίζεται, καὶ διαβάλλονται αἱ δαπάναι· τούτων δὲ οὐδείς ἐστιν οὕτως ἀναίσχυντος καὶ μιαρὸς, ὃς κἂν μυριάκις ὠμότατος ᾖ καὶ ἀπάνθρωπος, οὐκ ἔσται ἐπαινέτης καὶ θαυμαστής. Τοιοῦτον γὰρ ἡ ἀρετή· καὶ παρὰ τοῖς μὴ μετιοῦσιν αὐτὴν ἐπαινετή· ὥσπερ οὖν ἡ κακία καὶ παρὰ τοῖς μετιοῦσι βδελυρὰ, καὶ κατηγορίας ἀνάμεστος. Διά τοι τοῦτο ἐκείνους μὲν οὐδὲ οἱ λαμβάνοντες ἐπαινοῦσι, πόρναι, καὶ ἡνίοχοι, καὶ ὀρχησταὶ, ἀλλὰ καὶ κακῶς ἐροῦσι· τοῦτον δὲ οὐχ οἱ λαβόντες πένητες μόνον, ἀλλὰ καὶ οἱ μὴ τῆς φιλοτιμίας ἀπολαύσαντες θαυμάσονται καὶ φιλήσουσιν ἅπαντες. Ἁμαρτωλὸς ὄψεται, καὶ ὀργισθήσεται· τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται. Τοιοῦτον ἡ ἀρετή· ἐπαχθὲς καὶ φορτικὸν τῇ κακίᾳ. Καὶ γὰρ καθάπερ τὸ πῦρ ἐκκαίει τὰς ἀκάνθας, οὕτω δὴ καὶ ἡ φιλανθρωπία τοὺς ἀπανθρώπους καὶ ὠμοὺς παροξύνει· ἔλεγχος γὰρ αὐτῶν ἐστι καὶ κατηγορία τῆς κακίας. Ἀλλ' ὅρα αὐτὸν οὐδὲ ἐν τῇ τηκεδόνι τολμῶντα κατηγορῆσαι καὶ ἀντιβλέψαι τῷ φαιδρῷ τῆς ἀρετῆς ὄμματι, ἀλλὰ καὶ τὴν διάνοιαν τηκόμενον, καὶ τὴν ὀδύνην διὰ τῶν ὀδόντων ἐπιδεικνύμενον, ῥῆμα δὲ ἐξενεγκεῖν οὐ τολμῶντα, ἀλλὰ τηκόμενον καὶ κατατεινόμενον. Τοιοῦτον γὰρ ἡ κακία· κἂν εἰς αὐτὰ ἀναβῇ τὰ σκῆπτρα, καὶ ἐγγὺς τῶν τὰ διαδήματα περικειμένων στῇ, πάντων εὐτελεστέρα καὶ δειλοτέρα, καὶ θορύβῳ τινὶ καὶ ταραχῇ ἔοικε, καὶ θαλάττῃ μαινομένῃ, κἂν μυρίαν ᾖ περιβεβλημένη δυναστείαν· ὥσπερ οὖν ἡ ἀρετὴ τοὐναντίον. Κἂν γὰρ εἰς ἐσχάτην ᾖ πενίαν, κἂν παρ' αὐτῷ τῷ δεσμωτηρίῳ, τῶν βασιλευόντων ἐστὶ λαμπροτέρα, καὶ πολλῆς ἀπολαύει τῆς ἀδείας, καὶ ἐν γαλήνῃ κάθηται καὶ ἀκυμάντῳ λιμένι, οὐ μόνον οὐδὲν πάσχουσα παρὰ τῶν πονηρῶν, ἀλλὰ καὶ ἐν τῷ σιγᾷν ἀμύνασθαι αὐτοὺς δυναμένη, καὶ τὴν ἐσχάτην τῆς πονηρίας ἀπαιτοῦσα δίκην. Τί γὰρ ἂν γένοιτο ἀνθρώπου ἀθλιώτερον τοῦ ἐν πονηρίᾳ ζῶντος, ὅταν πρὸς τῷ δουλεύειν τοῖς χρήμασι καὶ τοῖς ἑτέρων κατορθώμασι δάκνηται, καὶ τὴν ἑτέρων εὐδοκίμησιν οἰκείαν ἡγῆται τιμωρίαν εἶναι, καὶ δίκην αὐτὸς ἑαυτὸν ἀπαιτῇ, καταξαίνων ἑαυτοῦ τὸ συνειδὸς, κατατείνων ἑαυτοῦ τὴν διάνοιαν, δήμιος αὐτὸς ἑαυτοῦ γινόμενος; Εἶδες ἀρετῆς δύναμιν καθ' ὑπερβολήν; εἶδες κακίας ἀσθένειαν καὶ ἀθλιότητα; Ἀλλ' οὐκ ἐν τούτῳ μόνῳ ἕστηκεν αὐτοῦ τὰ τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐν ἑτέροις πλείοσιν· ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἐπήγαγε, λέγων· Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. Τί ἐστιν, Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται; Οὐδαμοῦ, φησὶν, ἵσταται. Ἐπειδὴ γὰρ τὰ ἐπιθυμήματα αὐτοῦ τοιαῦτα ῥευστὰ καὶ παρατρέχοντα, καὶ ἡ ἐπιθυμία μιμεῖται τὰ πράγματα, σβεννυμένη καὶ ἀπολλυμένη, καὶ ῥίζαν οὐδεμίαν ἔχουσα. Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ τοῦ ἁμαρτωλοῦ, ἐννόησον τὰ ἐν τῷ μέλλοντι αἰῶνι ἡλίκα. Ἵνα οὖν μὴ ταῦτα πάθωμεν, ταύτην φυγόντες τὴν ὁδὸν, ἐκείνην ἑλώμεθα, καὶ βαδίζωμεν διηνεκῶς τὴν ἀσφαλῆ, τὴν ἀχείρωτον, τὴν ἡδονῆς γέμουσαν, τὴν δόξης ἐμπεπλησμένην, τὴν οὐρανὸν ἡμῖν προξενοῦσαν, τὴν πρὸς πάντα τοῦ Θεοῦ τὴν εὔνοιαν ἡμῖν παρεχομένην, τὴν φιλοσοφεῖν παρασκευάζουσαν, τὴν τοσαῦτα ἔχουσαν ἀγαθὰ, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ . . . . .