Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΡΙΓʹ ΨΑΛΜΟΝ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-23
Not analysed yet
Μεγάλην ἐνταῦθα τοῦ Θεοῦ τὴν πραότητα μαρτυρεῖ καὶ ἡμερότητα. Ποίαν δὴ ταύτην; Ὅτι πρῶτον ἀποδείξεις παρεχόμενος τῆς οἰκείας δυνάμεως, τότε ἀπαιτεῖ τὴν προσκύνησιν. Τοῦτο γὰρ δηλῶν ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Τότε γὰρ ἔδειξε τὴν δύναμιν αὐτοῦ, φησὶ, διὰ τῶν ἐν Αἰγύπτῳ σημείων, διὰ τῶν ἐν τῇ ἐρήμῳ· τότε καὶ τὸν λαὸν ᾠκειώσατο. Τοῦτο καὶ ἐπὶ τοῦ Ἀδὰμ ἐποίησε. Πρότερον γὰρ τὸν κόσμον ποιήσας, καὶ δείξας αὐτοῦ καὶ τῆς σοφίας καὶ τῆς δυνάμεως τὴν ἰσχὺν, οὕτω τὸν ἄνθρωπον ἔπλασε, καὶ τὴν προσκύνησιν ἀπῄτησεν. Οὕτω καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σημεῖα πρῶτον παρασχόμενος πολλὰ καὶ παντοδαπὰ, τότε τὴν πίστιν ἀπῄτει. Διά τοι τοῦτο τοῖς μὲν ἐξ ἀρχῆς προσιοῦσιν, ἅτε οὐκ ἔχουσιν αὐτοῦ ἐνέχυρα, οὐδὲ ἀπόδειξιν τῆς θεότητος, οὐκ ἔλεγε, Πιστεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; ἀλλὰ μόνον τὰ σημεῖα ἐπεδείκνυ. Ἐπειδὴ δὲ πανταχοῦ τῆς Παλαιστίνης ὑπομνήματα τῆς ἑαυτοῦ δυνάμεως ἐναπέθετο, σώματα πεπηρωμένα διορθῶν, κακίαν ἐξελαύνων, περὶ βασιλείας διαλεγόμενος, τοὺς σωτηριώδεις εἰσάγων νόμους, τότε καὶ τὴν πίστιν ἀπῄτει παρὰ τῶν προσιόντων. Ἄνθρωποι μὲν γὰρ πρότερον ἄρχειν ἐθέλουσι, καὶ τότε εὐεργετεῖν ἐπιχειροῦσιν· ὁ Θεὸς δὲ ἀπὸ τῶν εὐεργεσιῶν ἄρχεται. Καὶ τί λέγω τὰς ἄλλας εὐεργεσίας, ὅπου γε καὶ τὸν σταυρὸν αὐτὸν ὑπέμεινε, καὶ τότε τῆς οἰκουμένης ἐκράτησε, διὰ τῶν ἔργων ἐπιδειξάμενος τὴν κηδεμονίαν; Τοῦτο γοῦν καὶ ὁ ψαλμὸς ἐνταῦθα δηλῶν ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Τουτέστιν, ἐν τῇ ἐξόδῳ, ἐν τῇ ἀπαλλαγῇ, ἐν τῇ ἐλευθερίᾳ, τῆς Αἰγύπτου. καὶ οὐχ ἁπλῶς εἶπεν, Αἰγύπτου, ἀλλὰ προσέθηκε, Λαοῦ βαρβάρου· τῷ ὀνόματι τῶν πολεμίων τὴν κηδεμονίαν ἐνδειξάμενος τοῦ Θεοῦ. Τῶν γὰρ χαλεπῶν ἐκείνων, καὶ ἀνημέρων, καὶ βαρβαρικώτερον διακειμένων Αἰγυπτίων οὐκ ἂν ἠδυνήθησαν ἀπαλλαγῆναι, εἰ μὴ τῆς κραταιᾶς ἀπήλαυσαν χειρὸς καὶ τῆς δεξιᾶς τῆς ἀμάχου. Καὶ γὰρ θηρίων ἦσαν ἀγριώτεροι, καὶ πέτρας σκληρότεροι, μυρίαις παιόμενοι πληγαῖς, καὶ οὐκ ἐνδιδόντες. Εἰπὼν τοίνυν τὸν λαὸν βάρβαρον, ἔδειξε τοῦ Θεοῦ τῆς δυνάμεως τὴν ὑπερβολὴν, ὅτι τὸν οὕτω βάρβαρον, τὸν οὕτως ὠμὸν νῦν μὲν ἔπεισε, νῦν δὲ καὶ ἄκοντα κατηνάγκασεν ἀφεῖναι τοὺς δούλους, καὶ φιλονεικοῦντας ὕστερον τῇ θαλάττῃ παρέδωκε, καὶ οὕτω τὸν λαὸν ἠλευθέρωσε τὸν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ; Ἀντὶ τοῦ, λαὸς αὐτῷ λατρεύων, λαὸς αὐτῷ ἀνακείμενος, λαὸς αὐτῷ ᾠκειωμένος. Ἁγίασμα δὲ κυρίως ἐλέγετο ὁ ναὸς, τὰ ἄδυτα, τὰ Ἅγια τῶν ἁγίων, καθάπερ καὶ Ζαχαρίας εἰσάγει τινὰς ἐρωτῶντας, καὶ λέγοντας· Εἰσῆλθεν ὧδε τὸ ἁγίασμα· ἢ νηστεύσομεν; περὶ τῆς ἐπανόδου τῆς κιβωτοῦ καὶ τῶν ἄλλων ἁπάντων δηλῶν. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Πρὸ γὰρ τούτου ἀκάθαρτός τις ἦν καὶ ἐναγὴς ἡ χώρα· ἐπειδὴ δὲ ἐπανῆλθεν ὁ λαὸς, ἐγένετο ἡ πόλις ἁγίασμα αὐτοῦ· τουτέστιν, ἁγίασμα ἤγετο διὰ τῆς ἐποπτείας, διὰ τῶν θυσιῶν, διὰ τῆς λατρείας, διὰ τῆς ἄλλης ἁγιστίας. Ἰσραὴλ ἐξουσία αὐτοῦ. Τί ἐστιν, Ἰσραὴλ ἐξουσία αὐτοῦ; Ὑπὸ τὴν ἀρχὴν αὐτοῦ, φησί. Καίτοι πᾶσα ἡ οἰκουμένη ὑπὸ τὴν αὐτοῦ ἀρχὴν ἦν, ἀλλ' οὗτοι καὶ κατ' οἰκείωσιν ἑτέραν. Ἐπειδὴ καὶ προφητείας ἐδέχοντο, καὶ διελέγετο αὐτοῖς, καὶ τὰ κατ' αὐτοὺς ᾠκονόμει μειζόνως. Εἶτα καθ' ἕτερον δὲ τρόπον καὶ λαὸς αὐτοῦ ἐχρημάτιζε. Καὶ γὰρ τῷ νεύματι τῷ ἐκείνου πολλάκις καὶ εἰς πολέμους ἐξῄεσαν, καὶ πολλὰ τῶν ἄλλων ἔπραττον. Βαρβαρικῶν γὰρ αὐτοὺς ἀπαλλάξας χειρῶν, καὶ τυραννίδος, καὶ δουλείας, καὶ κινδύνου ἐσχάτου, καὶ παρανόμου γνώμης, γέγονεν αὐτῶν βασιλεύς. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ δικαιολογούμενος καὶ δεικνὺς, ὅτι πρότερον τὰ παρ' ἑαυτοῦ ἐπιδειξάμενος ἀπῄτει τὰ παρ' ἐκείνων, ἔλεγε· Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραὴλ, ἢ γῆ κεχερσωμένη; Ὃ δὲ λέγει τοῦτό ἐστι· Μὴ ἄκαρπος, φησὶν, ὑμῖν ἐγενόμην; οὐ μυρία ἀγαθὰ εἰς ὑμᾶς ἐπεδειξάμην; οὐ τὴν φύσιν αὐτὴν μετέβαλον; οὐ τὰ στοιχεῖα πρὸς τὴν ὑπηρεσίαν ὑμῶν ἐῤῥύθμισα; οὐ διαγωγὴν ὑμῖν ἐχαρισάμην ἀνθρωπίνων ἀπηλλαγμένην πόνων; Διὰ τοῦτό φησι· Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραήλ; Τουτέστιν, οὐ μυρίους ἤνεγκα καρπούς; ἐλευθερίαν ἀπ' Αἰγύπτου, ἀπαλλαγὴν βαρβάρων, θαυμάτων ἐπίδειξιν, τὴν ἐν ἐρήμῳ διαγωγὴν, τὴν τῆς Παλαιστίνης κληρονομίαν, τὴν τῶν ἐθνῶν κράτησιν, τὰ συνεχῆ τρόπαια, τὰς ἐπαλλήλους νίκας, τὰ θαύματα τὰ παράδοξα, τὰ τεράστια τὰ συνεχῆ, τῆς γῆς τὴν εὐετηρίαν, τοῦ γένους ὑμῶν τὴν ἐπίδοσιν, τὴν πανταχοῦ τῆς οἰκουμένης δόξαν, ἕτερα μυρία; Εἶδες καρποὺς τοῦ Θεοῦ; Διὰ τοῦτο ἐπήγαγε· Μὴ γῆ ἐγενόμην κεχερσωμένη; Τουτέστιν, Οὐ μυρίους ἐδρέψασθε παρ' ἐμοῦ καρπούς; οὐκ ηὐλόγησα τὴν εἴσοδον ὑμῶν καὶ τὴν ἔξοδον ὑμῶν, τὰ ποίμνια ὑμῶν, καὶ τὰ βουκόλια ὑμῶν, τὸν ἄρτον ὑμῶν, καὶ τὸ ὕδωρ ὑμῶν; οὐκ ἐν ἀσφαλείᾳ κατέστησα; οὐ πᾶσιν ἀχειρώτους εἰργασάμην, οὐ φοβεροὺς καὶ ἀμάχους; οὐ καθάπερ ἀπὸ πηγῶν πάντα ἡμῖν ἐπέῤῥει τὰ ἀπὸ τῆς γῆς, τὰ ἀπὸ τοῦ οὐρανοῦ; Τὸν γὰρ ἄρχοντα ταῦτα μάλιστα δείκνυσι, τὸ προνοεῖν τῶν ὑπηκόων, τὸ κήδεσθαι καὶ φροντίζειν.