Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΓʹ ΨΑΛΜΟΝ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-22
Not analysed yet
Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς, οὐκ εἶπε, Τιμᾶται καὶ θεραπεύεται, ἀλλὰ, τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Τοῦτο ἀρχὴ, τοῦτο ποιμαντικὴ ἐπιστήμη, τὸ τὰ αὑτοῦ παρορᾷν, καὶ τὰ τῶν ἀρχομένων μεριμνᾷν. Ὅπερ γάρ ἐστιν ἰατρὸς, τοῦτό ἐστιν ἄρχων· μᾶλλον δὲ καὶ ἰατροῦ πλέον. Ὁ μὲν γὰρ ἰατρὸς τῇ τέχνῃ τὴν σωτηρίαν περιποιεῖται· ὁ δὲ ἄρχων καὶ ἐν τοῖς ἰδίοις κινδύνοις. Ὅπερ καὶ ὁ Χριστὸς ἐποίησε, ῥαπισθεὶς, σταυρωθεὶς, τὰ μυρία παθών. Διὸ καὶ Παῦλος ἔλεγε· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Δύο τοίνυν μᾶλλον δὲ καὶ τρεῖς καὶ μυρίας τίθησιν ἐνταῦθα εὐεργεσίας, ὅτι βαρβάρων ἀπήλλαξεν, ὅτι τῆς ἀλλοτρίας ἠλευθέρωσεν, ὅτι δουλείας ἐξέβαλεν, ὅτι πόνους ἔλυσε καὶ ταλαιπωρίας, ὅτι μυρία θαύματα εἰργάσατο· εἶτα ὅτι καὶ ἁγίασμα αὑτοῦ αὐτοὺς κατηξίωσε γενέσθαι καὶ ὑπηκόους. Καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εὐεργεσίας εἶδος, τὸ ἐν τάξει τῶν ὑπηκόων αὐτοὺς καταλέγειν. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ὅρα τὸν λόγον κορυφούμενον, καὶ τὴν εὐεργεσίαν αὐξανομένην. Τί γὰρ δεῖ λέγειν, φησὶ, περὶ βαρβάρων καὶ ἐθνῶν, ὁπότε καὶ ἡ κτίσις ὑπεξίστατο, καὶ παρεχώρει, καὶ πρὸς τὰ ἐναντία μεθίστατο, τὸν στρατηγοῦντα ὁρῶσα, καὶ τῷ δημαγωγῷ παραχωροῦσα; Πάντα γὰρ τότε τῷ δήμῳ τῷ τῶν Ἑβραίων ὑπεξίστατο καὶ παρεχώρει, ἵνα μάθωσιν, ὅτι οὐκ ἀνθρωπίνης ἀκολουθίας ἦν τὰ γινόμενα, ἀλλὰ θείας καὶ ἀποῤῥήτου δυνάμεως τὰ θαυματουργούμενα ἅπαντα. Καὶ ὅρα τὴν ἔμφασιν τῆς λέξεως, πῶς ἀρίστως αὐτὴν τέθεικεν. Οὐ γὰρ εἶπεν· Ἀνεχώρησεν, οὐδὲ, Ὑπεξέστη· ἀλλὰ τί· Ἡ θάλασσα εἶδε, καὶ ἔφυγε· τὸ τάχος τῆς ἀναχωρήσεως τῇ φυγῇ παραστῆσαι βουλόμενος, τὸ μέγεθος τῆς ἐκπλήξεως, τὸ εὔκολον τῆς ἐνεργείας τοῦ Θεοῦ. Καὶ ἵνα μή τις νομίσῃ ἐκ περιόδου τινὸς καὶ συντυχίας τοῦτο γίνεσθαι, ἐξ ἐκείνου οὐκ ἔτι γέγονεν, ἀλλ' ἅπαξ, ὅτε ὁ Θεὸς ἐκέλευσε, καὶ ἐπὶ διαφόρων προσώπων. Καὶ γὰρ ἡ ἄτακτος τῶν ὑδάτων ῥύμη καθάπερ λογική τις καὶ ἔμψυχος, τοῦ Θεοῦ κελεύοντος, οὕτω τοὺς μὲν ἔσωσε, τοὺς δὲ ἀπώλλυε, τοῖς μὲν τάφος, τοῖς δὲ ὄχημα γινομένη. Τοῦτο καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου ἴδοι τις ἄν. Καὶ γὰρ τὸ πῦρ, τὸ ἁπλῶς καὶ ὡς ἔτυχε φερόμενον, πολλὴν εὐταξίαν ἐπεδείκνυτο, ὅτε ὁ Θεὸς ἐπέταξε, οὓς μὲν ἔνδον εἶχε διασῶζον, τοὺς δὲ ἔξωθεν περικαθημένους ἁρπάζον καὶ ἀναλίσκον. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Εἶδες καὶ ἐν διαφόροις καιροῖς, καὶ ἐν διαφόροις χωρίοις τὰ θαύματα γινόμενα; Ἵνα γὰρ μάθωσιν, ὅτι πανταχοῦ ἡ δύναμις ἐκτέταται τοῦ Θεοῦ, καὶ οὐ περικλείεται τόπῳ, καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν τῇ τῶν βαρβάρων χώρᾳ, καὶ πανταχοῦ παρεγίνετο θαυματουργῶν, καὶ νῦν μὲν ἐν θαλάττῃ, νῦν δὲ ἐν ποταμοῖς, καὶ τότε μὲν ἐπὶ Μωϋσέως ὕστερον δὲ ἐπὶ τοῦ Ἰησοῦ· καὶ πανταχοῦ διὰ σημείων παρεπέμποντο, ἵνα τὴν ἀναίσθητον αὐτῶν γνώμην, καὶ τὴν σκληρὰν διάνοιαν τοῖς θαύμασι μαλασσομένην, εὐήνιον καὶ ἐπιτηδειοτέραν καταστήσωσι πρὸς τὴν τῆς θεογνωσίας ὑποδοχήν. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Ἐνταῦθα ζήτημα οὐ μικρὸν ἡμῖν ἀνακύπτει. Καὶ γάρ τινες διαποροῦντές φασιν· Ὅτι μὲν τὰ πρότερα γέγονεν ἴσμεν· καὶ γὰρ ἱστορία παρέδωκεν, ὅτι καὶ ἡ Ἐρυθρὰ θάλασσα ἐσχίσθη ἐν τῇ ἐξόδῳ, καὶ ὅτι ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἡνίκα ἡ κιβωτὸς παρῄει· ὅτι δὲ ὄρη ἐσκίρτησαν καὶ βουνοὶ, οὐδαμοῦ τοῦτο ὁρῶμεν γεγραμμένον. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι τὴν ἡδονὴν ὑπερβολικῶς παραστῆσαι βουλόμενος καὶ τῶν θαυμάτων τὸ μέγεθος ὁ Προφήτης, εἰσάγει καὶ τὰ ἄψυχα αὐτὰ μονονουχὶ χορεύοντα καὶ πηδῶντα, ἅπερ ἐπὶ τῶν εὐφραινομένων γίνεται. Διὰ τοῦτο καὶ ἡ προσθήκη τῆς εἰκόνος τὸ, Ὡς κριοὶ, καὶ ὡς ἀρνία προβάτων. Καὶ γὰρ ἐκεῖνα τὰ ἄλογα ἡνίκα εὐφραίνηται, τοῖς πηδήμασι τὴν ἡδονὴν δηλοῖ. Ὥσπερ οὖν ἐν ταῖς συμφοραῖς ἄλλος φησὶν, ὅτι καὶ ἄμπελος ἐπένθησε, καὶ οἶνος· οὐχ ὡς τῆς ἀμπέλου πενθούσης (πῶς γὰρ ἂν πενθήσει ἄμπελος;) ,ἀλλὰ τὴν ὑπερβολὴν τῆς κατηφείας ἐνδείξασθαι βουλόμενος, καὶ τῶν ἀψύχων αὐτῶν σχεδὸν ἁπτομένων ὑπερβολικῶς λέγει· οὕτω δὴ καὶ ἐνταῦθα τὴν κτίσιν εἰσάγει κοινωνοῦσαν τῆς ἡδονῆς, ἵνα τὸ μέγεθος δείξῃ τῆς εὐφροσύνης. Τοῦτο καὶ ἡμῖν ἔθος λέγειν, ὅτε τὸ ἐνταῦθα φαιδρὰ γέγονεν, ἐπειδάν τινα ἴδωμεν ἔντιμον παραγενόμενον· Ἐνέπλησας τὴν οἰκίαν χαρᾶς· οὐ περὶ τῶν τοίχων διαλεγόμενοι, ἀλλὰ τὴν ὑπερβολὴν τῆς εὐφροσύνης παριστῶντες. Τί σοι ἐστὶ, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ, ὡς ἀρνία προβάτων; Κατὰ ἐρώτησιν τὸν λόγον προάγει, καὶ τοῖς στοιχείοις διαλέγεται, ἀπὸ τῆς αὐτῆς γνώμης ἀφ' ἧς ἔφησεν αὐτὰ σκιρτᾷν. Ὥσπερ γὰρ οὐκ αἴσθησιν αὐτοῖς διδοὺς ταῦτα ἔλεγεν, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, τὴν ὑπερβολὴν τῆς ἡδονῆς ἐνδεικνύμενος καὶ τῶν κατορθωμάτων τὸ μέγεθος· οὕτω καὶ τὴν ἐρώτησιν αὐτοῖς προσάγει· οὐχ ὡς ἀποκρίνασθαι δυναμένοις, καὶ αἴσθησιν ἔχουσιν, ἀλλ' ὥστε σαφέστερον ποιῆσαι τὸν λόγον καὶ δεῖξαι τὸ παράδοξον.