Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ ΡΙΔʹ ΨΑΛΜΟΝ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-24
Not analysed yet
Καὶ τίς οὐκ ἀγαπᾷ ἀκουόμενος; φησί. Πολλοὶ τῶν βιωτικῶν ἀνθρώπων. Οὐ γὰρ δὴ βούλονται ταῦτα ἀκοῦσαι, ἃ αὐτοῖς συμφέρει, ἀλλ' ἀξιοῦσι μὲν τὰ μὴ συμφέροντα αὐτοῖς γίνεσθαι· εἶτα ἐπειδὰν γένηται, ἀλύουσι, καὶ δυσανασχετοῦσι. Τὰ γὰρ συμφέροντα ἐκεῖνά εἰσιν, ἃ ὁ Θεὸς οἶδε καὶ ἐπίσταται εἶναι συμφέροντα ἡμῖν, κἂν πενίαν εἴπῃς, κἂν λιμὸν, κἂν νόσον, κἂν ὁτιοῦν ἕτερον τοιοῦτον. Ἃ δὲ Θεὸς δοκιμάσῃ συμφέροντα εἶναι καὶ δῷ, ταῦτά ἐστι τὰ λυσιτελῆ. Ἐπεὶ καὶ Παύλῳ ἄκουσον τί φησιν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τοῦτο γὰρ ἦν αὐτῷ συμφέρον, διωγμοὶ, καὶ θλίψεις, καὶ στενοχωρίαι. Ἀκούσας δὲ, ὅτι τοῦτο συνέφερεν, ἔλεγε· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Ὥστε οὐ τῶν τυχόντων ἐστὶ χαίρειν, ὅταν ὁ Θεὸς αὐτῶν ἐπακούῃ, τὰ συμφέροντα παρέχων. Πολλοὶ γοῦν τὰ ἀσύμφορα βούλονται, καὶ τούτοις ἐνευφραίνονται· ὁ δὲ Προφήτης οὐχ οὕτως, ἀλλὰ τί; Ἠγάπησεν, ὅτι εἰσήκουσεν αὐτοῦ ὁ Θεὸς, τὰ συμφέροντα διδούς. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί. Πάλιν ἀνθρωπίνοις ῥήμασι τοῦ Θεοῦ τὸ νεῦμα παρίστησι. Καὶ ἕτερον δέ τι αἰνίττεται διὰ τοῦ ῥήματος τούτου, λέγων, ὅτι Οὐκ ἐγὼ ἄξιος ἀκουσθῆναι, ἀλλ' αὐτὸς κατέβη πρός με. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Τί ἐστιν, Ἐν ταῖς ἡμέραις μου; Οὐκ ἐπειδὴ, φησὶν, ἠκούσθην, ἀποπηδήσω, καὶ ῥᾳθυμότερος ἔσομαι, ἀλλὰ τὰς ἡμέρας μου πάσας τοῦτο ἔργον ποιήσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾄδου εὕροσάν με. Θλίψιν καὶ ὀδύνην εὗρον· καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Εἶδες ὅπλον ἰσχυρόν; εἶδες παραμυθίαν πάντα λύουσαν τὰ δεινά; εἶδες ψυχὴν διαθερμαινομένην τῷ πόθῳ τοῦ Δεσπότου; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἤρκεσέ μοι εἰς ἀπαλλαγὴν τῶν περιεχόντων κακῶν τὸ καλέσαι τὸν Θεόν. Τί οὖν ἡμεῖς καλοῦμεν πολλάκις, καὶ οὐκ ἀπαλλαττόμεθα τῶν δεινῶν; Ὅτι οὐ καλοῦμεν ὡς καλεῖν δεῖ. Ὅτι γὰρ αὐτὸς ἕτοιμος ἀεὶ παρέχειν, ἄκουσον τί φησιν ἐν τοῖς Εὐαγγελίοις· Τίς ἐστιν ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ· ἢ ἰχθὺν ἐὰν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ τοῖς τέκνοις ὑμῶν διδόναι· πολλῷ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. Ὁρᾷς πόση αὐτοῦ ἡ ἀγαθότης, ὅταν ἡ ἡμετέρα πρὸς ἐκείνην συγκρινομένη πονηρία φαίνηται; Ἐπεὶ οὖν τοιοῦτος ὁ ἡμέτερος Δεσπότης, πρὸς αὐτὸν ἀεὶ καταφεύγωμεν, καὶ βοηθὸν μόνον τοῦτον καλῶμεν, καὶ ἕτοιμον εἰς τὸ σώζειν εὑρήσομεν. Εἰ γὰρ οἱ ναυαγίῳ περιπεσόντες, καὶ ἐπὶ σανίδος φερόμενοι, τοὺς πόῤῥωθεν ἐξ εὐθείας καλοῦντες πείθουσι φιλανθρωπεύεσθαι, καίτοι γε οὐδὲν κοινὸν πρὸς αὐτοὺς ἔχοντας, ἀλλ' ἀπὸ τῆς συμφορᾶς γνωριζόμενοι μόνον· πολλῷ μᾶλλον ὁ φιλάνθρωπος, καὶ φυσικὴν τὴν χρηστότητα ἔχων, τοὺς ἐν συμφοραῖς ὄντας ἐξελεῖται, εἰ μόνον ἐπ' αὐτὸν καταφεύγειν βουληθῶσι, καὶ γνησίᾳ καλεῖν αὐτὸν διανοίᾳ, τὰς ἀνθρωπίνας ἀφέντες ἐλπίδας. Ὅταν τοίνυν ἀδοκήτῳ τινὶ περιπέσῃς κακῷ, μὴ καταπέσῃς, ἀλλ' εὐθέως ἀνάστησόν σου τὸ φρόνημα, καὶ πρὸς τὸν ἀκύμαντον κατάδραμε λιμένα, καὶ τὸν ἀχείρωτον πύργον, τὴν τοῦ Θεοῦ βοήθειαν. Διὰ τοῦτο γάρ σε εἴασε περιπεσεῖν, ἵνα αὐτὸν καλέσῃς. Ἀλλ' οἱ πολλοὶ τότε μάλιστα ἀναπεσόντες καὶ τὴν οὖσαν εὐλάβειαν ἐκβάλλουσι, δέον τοὐναντίον ποιεῖν. Ἐπειδὴ γὰρ σφόδρα ἡμᾶς φιλεῖ, διὰ τοῦτο ἀφίησι θλίβεσθαι, ἵνα ἀκριβέστερον αὐτῷ συναπτώμεθα. Ἐπεὶ καὶ μητέρες τὰ ἀφηνιῶντα παιδία προσωπείοις διαφόροις ἐκδειματοῦσαι ἀναγκάζουσιν εἰς τοὺς οἰκείους καταφεύγειν κόλπους, οὐ λυπῆσαι αὐτὰ βουλόμεναι, ἀλλὰ τὴν προσεδρείαν αὐτῶν σοφιζόμεναι· οὕτω καὶ ὁ Θεὸς ἀεὶ βουλόμενος ἡμᾶς ἑαυτῷ συνάπτειν, καθάπερ τις ἐραστὴς σφοδρὸς, μᾶλλον δὲ παντὸς ἐραστοῦ σφοδρότερος ὢν, εἰς χρείας ἀφίησί σε τοιαύτας καταστῆναι, ἵνα διηνεκῶς εὐχῇ σχολάζῃς, καὶ διηνεκῶς αὐτὸν καλῇς, καὶ τῶν ἄλλων ἀφέμενος τὰ αὐτοῦ μεριμνᾷς. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Ἕτερος ἑρμηνευτής· Ἀξιῶ δὴ, Κύριε, ἐξελοῦ τὴν ψυχήν μου. Ἄλλος· Ὦ δὴ Κύριε, περίσωσον τὴν ψυχήν μου. Εἶδες φιλόσοφον ψυχήν; πῶς τὰ βιωτικὰ πάντα ἀφεὶς, ἓν μόνον ζητεῖ, τὸ τὴν ψυχὴν διαμεῖναι ἀσινῆ, καὶ μηδὲν παθεῖν τῶν παραβλαπτόντων αὐτήν; Ταύτης γὰρ εὖ διακειμένης, τὰ λοιπὰ πάντα ἕψεται, ὥσπερ οὖν οὐκ εὖ ἐχούσης, τῆς λοιπῆς ἡμῖν οὐδὲν ὄφελος εὐημερίας. Διὸ πάντα δεῖ καὶ ποιεῖν καὶ λέγειν, ὥστε ταύτην διασώζεσθαι. Τοῦτο γάρ ἐστιν ὃ αἰνίττεται λέγων· Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις. Καθάπερ γὰρ ἐκεῖνος τὸ λοιπὸν σῶμα προΐεται, ὥστε τὴν κεφαλὴν διασῶσαι· οὕτω καὶ σὲ τὰ ἄλλα πάντα ἐκδιδόναι χρὴ ὑπὲρ τῆς σωτηρίας τῆς ψυχῆς. Οὐδὲ γὰρ πενία, οὐ νόσος, οὐκ αὐτὸ τὸ πάντων κεφάλαιον δοκοῦν εἶναι τῶν δεινῶν, ὁ θάνατος, παραβλάψαι δυνήσεται τὸν ἐμπεσόντα, σωζομένης ἐκείνης· ὥσπερ οὐδὲ ἀπὸ τῆς ζωῆς πλέον τι ἕξεις, ἀπολωλυίας καὶ διεφθαρμένης. Διὰ δὴ τοῦτο τὸν ὑπὲρ ταύτης ποιεῖται λόγον, πάντα τὰ ἄλλα ἀφεὶς, καὶ ἀξιοῖ ἡμέρους αὐτῇ γενέσθαι τὰς εὐθύνας, καὶ τῶν ἀφορήτων ἀπαλλαγῆναι κολάσεων. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Εἶδες πῶς παιδεύει τὸν ἀκροατὴν μήτε ἀπογινώσκειν, μήτε ἀναπεπτωκέναι; Μονονουχὶ γὰρ τοῦτο λέγει· Μήτε ἀπογνῷς· ἐλεήμων γὰρ ὁ Θεός· μήτε ἀναπέσῃς, καὶ γὰρ καὶ δίκαιος. Τούτου μὲν οὖν τὴν ῥᾳθυμίαν ἐκκόπτει· ἐκείνου δὲ τὴν ἀπόγνωσιν ἀναιρεῖ, ἑκατέρωθεν τὴν σωτηρίαν ἡμῶν πραγματευόμενος.