Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΓʹ ΨΑΛΜΟΝ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 6.1-15
Not analysed yet
Εἶδες ὅση τῆς εὐλογίας ἡ ἰσχύς; Τὰ γὰρ ῥήματα αὐτοῦ ἔργα γίνεται. Τὸν γοῦν οὐρανὸν τὸ ῥῆμα αὐτοῦ πεποίηκε. Τῷ λόγῳ γὰρ, φησὶ, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Ἐκείνῳ τῷ λόγῳ σε εὐλογεῖ, τῷ τοσαῦτα δυναμένῳ. Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Τί λέγεις; ἐξελέξατο τὸν οὐρανὸν οἴκημα ἑαυτῷ, καὶ τὰ ὑπερῷα λαβὼν, ἡμῖν ἀφώρισε τὰ ἐνταῦθα; Ἄπαγε· οὐκ ἔστι τοῦτο, ἀλλὰ συγκαταβάσεως ὁ λόγος. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ ἕτερον ἕστηκε τὸ παρὰ τοῦ Θεοῦ λεγόμενον; Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Ἐκεῖνο γὰρ ἐναντίον τούτῳ, εἰ κατὰ τὴν πρόχειρον αὐτὸ προφορὰν ἐκδεξώμεθα, καὶ μὴ τὴν ἀποκειμένην αὐτοῖς σκοπήσωμεν θεωρίαν. Τί οὖν ἐστιν ὅ φησιν· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων; Συγκαταβατικῷ κέχρηται λόγῳ, οὐκ ἀποκλείων ἐν τῷ οὐρανῷ τὸν Θεόν. Οὐδὲ γὰρ τὸ, Οὐρανὸς θρόνος αὐτοῦ, καὶ ἡ γῆ ὑποπόδιον· ὥσπερ οὐδὲ τὸ, Οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, ἀξίως αὐτοῦ εἴρηται· ἀλλὰ καὶ αὐτὸ συγκατάβασις. Πάντα γὰρ αὐτὸς περιέχει, πάντα φέρει, οὐ δεόμενος τόπου, ἀλλ' αὐτὸς ἅπαντα συγκρατῶν· ἀλλὰ λέγεται ὁ οὐρανὸς αὐτοῦ οἶκος, διὰ τὸ καθαρὸν εἶναι χωρίον πονηρίας. Ὥσπερ οὖν ἐνταῦθα οὐκ ἐκλογὴ ὁ οὐρανός· οὕτως οὐδὲ ὅταν λέγῃ, Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, ἢ ὅτι Ἐξελέξατο τὸν οἶκον Ἰακώβ. Οὐδὲ γὰρ ἐνταῦθά φησι τοῦτο, ὅτι οἱ μὲν Ἰουδαῖοι αὐτοῦ, οἱ δὲ ἄλλοι ἄνθρωποι οὐκ ἔτι· ἀλλ' ἔρημοι τῆς προνοίας αὐτοῦ εἰσι, καὶ τῆς δημιουργίας ἀπεστέρηνται. Κοινὸς γὰρ ἁπάντων Θεός ἐστι· κέχρηται δὲ τῷ λόγῳ τούτῳ, δεικνὺς τὸν πόθον τὸν περὶ αὐτοὺς, ἐπειδὴ ὁπωσοῦν τῶν ἄλλων ἐδόκουν εἶναι ἀμείνους. Ὅτι γὰρ οὐκ αὐτοὺς ἐξελέξατο μόνους, ἀλλὰ πάντων ἦν κηδεμὼν, δείκνυσι μὲν καὶ τὰ πρὸ Μωϋσέως, οὐκ ἔλαττον δὲ καὶ τὰ ἐπ' αὐτοῦ· καὶ μετὰ τοῦτον τὰ καθέκαστον γινόμενα. Τόν τε γὰρ ἥλιον, τὴν γῆν, τὴν θάλασσαν, τὰ ἄλλα πάντα κοινῇ πᾶσιν ἔδωκε, τόν τε φυσικὸν νόμον πᾶσιν ἐνέσπειρε. Τόν τε Ἀβραὰμ, Πέρσην ὄντα, καὶ ἐφίλει, καὶ μετετίθει· τούς τε γὰρ Αἰγυπτίους, τούς τε ἐν τῇ Χαναὰν, τούς τε ἀπὸ Περσίδος ἐλθόντας δι' αὐτοῦ διώρθωσε· πάλιν διά τε τοῦ παιδὸς τοῦ ἐκείνου καὶ τοῦ ἐκγόνου πολλοὺς τῶν ἐκεῖ γειτόνων βελτίους ἐποίει, τὸ γοῦν ἑαυτοῦ μέρος. Ἐπειδὴ δὲ καὶ Μωϋσῆς ἐτέχθη, μετὰ ταῦτα διὰ τῶν εἰς τοὺς Ἰουδαίους γινομένων τοὺς Αἰγυπτίους πρὸς θεογνωσίαν ἐχειραγώγει, καὶ τοὺς ἐν Παλαιστίνῃ, καὶ μετὰ ταῦτα τοὺς ἐν Βαβυλῶνι. Οὕτως ὅταν λέγῃ, Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τοῦτο λέγει, ὅτι διὰ τοῦτο ἐπαναπαύεται τοῖς ἐκεῖ, ἐπειδὴ πάσης εἰσὶ πονηρίας ἀπηλλαγμένοι. Καὶ σὺ δὲ, ἂν μὴ τῇ γῇ προσηλωμένος ᾖς, ἀλλ' ἄγγελος γένῃ, ταχέως εἰς τὸν οὐρανὸν καὶ τὸν πατρῷον οἶκον ἀναβήσῃ, καὶ πρὸ τῆς ἀναστάσεως δὲ ἐντεῦθεν ἤδη μετέστης, καὶ τὸ ἀξίωμα ἔχεις. Καθάπερ γὰρ πολλοὶ τῶν εἰς τὴν μεγάλην σύγκλητον τελούντων, καὶ ἐν ἀγρῷ διατρίβοντες ἀξίωμα ἔχουσι· οὕτω καὶ σὺ ἐὰν βουληθῇς ἐν οὐρανῷ πολιτεύεσθαι, καὶ ἐνταῦθα διατρίβων, ἀπολαύσῃ τῆς ἀξίας ἐκείνης. Οὐχὶ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Νεκροὺς οὐ τοὺς τετελευτηκότας φησὶν, ἀλλὰ τοὺς ἐν ἀσεβείαις ἐναποθανόντας, ἢ τοὺς ἐν ἁμαρτήμασι κατασαπέντας. Ἐπεὶ καὶ Ἀβραὰμ τετελευτηκὼς ἦν, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλ' ὅμως οὕτως ἔζων, ὡς τὴν ἐκείνων μνήμην ποιεῖσθαι τοὺς ζῶντας. Ὁ γοῦν Μωϋσῆς ὑπὲρ τοῦ ὑπ' αὐτοῦ δημαγωγουμένου λαοῦ προσευχόμενος, δι' αὐτῶν δυσωπεῖ τὸν Θεὸν, εἰς ἱκετηρίαν αὐτοὺς προσλαβών. Καὶ οἱ τρεῖς δὲ παῖδες διὰ τούτους ἀξιοῦσι σώζεσθαι· διὸ καὶ λέγουσι· Μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, δι' Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου. Εἰ δὲ τοσαύτην εἶχον ἰσχὺν, πῶς ἦσαν νεκροί; Καὶ πάλιν ὁ Χριστός· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Διὰ τοῦτο Παῦλος τοὺς ἀποθανόντας, οὐ νεκροὺς καλεῖ, ἀλλὰ τοὺς κοιμηθέντας, γράφων· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων. Ὁ γὰρ δίκαιος κἂν τελευτήσῃ, οὐ τέθνηκεν, ἀλλὰ καθεύδει. Ὁ γὰρ μέλλων εἰς ζωὴν βελτίονα παραπέμπεσθαι, καθεύδει· ὁ δὲ μέλλων εἰς θάνατον ἀθάνατον ἀπάγεσθαι, καὶ ζῶν τετελεύτηκε, καὶ νεκρός ἐστιν. Ἐκεῖνοι εἰς ᾅδην καταβαίνουσιν· οὗτοι εἰς οὐρανὸν ἀναβήσονται, καὶ μετὰ Χριστοῦ ἔσονται. Διὰ δὴ τοῦτο καὶ ὁ Προφήτης οὐχ ἁπλῶς εἶπεν, Οἱ ζῶντες, ἀλλ', Ἡμεῖς οἱ ζῶντες, καὶ τὸ καθ' ἑαυτὸν θείς. Καὶ διὰ τί μὴ εἶπεν, Οἱ ζῶντες, ἀλλὰ προσέθηκεν, Ἡμεῖς; Ὅτι καὶ Παῦλος οὕτως εἶπεν, ὅτι Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, οὐ μὴ φθάσομεν εἰς τὴν παρουσίαν τοῦ Κυρίου. Καθάπερ ἐκεῖ τὸ, Ἡμεῖς, προσκείμενον, οὐκ ἀφίησι τὸ εἰρημένον περὶ πάντων λέγεσθαι, ἀλλὰ περὶ τῶν πιστῶν, καὶ ἐκείνῳ κατὰ τὴν πολιτείαν ἐοικότων· οὕτω καὶ ἐνταῦθα τὸ, Ἡμεῖς οἱ ζῶντες, τοὺς κατὰ τὸν Δαυῒδ λέγει, καὶ τοὺς ἐν ἀρετῇ ζῶντας. Ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὁρᾷς καὶ τὴν ἐπαγωγὴν τοῦτο δηλοῦσαν; Τοῦτο, ποῖον; Ὅτι περὶ τῶν κατ' ἀρετὴν ζώντων λέγει. Οὐδεὶς γοῦν τὸν αἰῶνα ζῇ τὴν ζωὴν ταύτην, ἀλλ' ἐκεῖνοι μόνοι, οἳ καὶ διαπαντὸς ζῶσι τὴν μετὰ δόξης ζωήν. Καὶ γὰρ καὶ οἱ ἁμαρτωλοὶ ζῶσιν· ἀλλ' ἐν κολάσει καὶ τιμωρίᾳ, καὶ τῷ βρύχειν τοὺς ὀδόντας· οὗτοι δὲ ἐν λαμπρότητι καὶ περιφανείᾳ, ἔργον ἔχοντες τὸ μετὰ τῶν ἀσωμάτων δυνάμεων τοὺς μυστικοὺς ἀναφέρειν τῷ Θεῷ ὕμνους. Ἵνα οὖν καὶ ἡμεῖς ταύτης ἀπολαύσωμεν τῆς χαρᾶς, ταύτην διώξωμεν τὴν ζωὴν, ἵνα καὶ ἐπ' ἐκείνην ἔλθωμεν τὴν λῆξιν, ἣν οὔτε λόγος, οὔτε νοῦς, οὔτε ἕτερον οὐδὸν παραστῆσαι δυνήσεται, ἀλλ' αὐτὴ μόνη ἡ πεῖρα δείκνυσιν αὐτῆς τὴν μακαριότητα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.