Ancient Greek · ~16 min
ΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ. ᾨδὴ τῶν ἀναβαθμῶν. Ἕτερος ἑρμηνευτὴς λέγει, ᾨδὴ τῶν ἀναβάσεων. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-27
Not analysed yet
Τῶν μὲν ἄλλων ψαλμῶν ἑκάστῳ ἰδία τίς ἐστιν ἐπιγραφὴ, ἐνταῦθα δὲ ὁμοῦ πολλοὶ συνελθόντες μίαν ἔλαβον προσηγορίαν, ᾨδὴ τῶν ἀναβαθμῶν, ἢ ὡς ἕτερος εἶπεν ἑρμηνευτὴς, τῶν ἀναβάσεων. Τινὲς δὲ αὐτοὺς καὶ ἀναβαθμοὺς καλοῦσι. Καὶ τίνος, φησὶν, ἕνεκεν οὕτως εἰσὶν εἰρημένοι; Κατὰ μὲν τὴν ἱστορίαν, ὅτι δὴ περὶ τῆς ἀνόδου διαλέγονται τῆς ἐκ Βαβυλῶνος, καὶ τῆς αἰχμαλωσίας μνημονεύουσι τῆς ἐκεῖσε· κατὰ δὲ τὴν ἀναγωγὴν, ὅτι εἰς τὴν κατ' ἀρετὴν ὁδὸν χειραγωγοῦσι· τινὲς γὰρ οὕτως αὐτοὺς ἐξέλαβον. Καὶ γὰρ ἡ ἐκεῖ φέρουσα ὁδὸς ἀναβαθμοῖς ἔοικε, κατὰ μικρὸν ἀνάγουσα τὸν ἐνάρετον καὶ φιλόσοφον ἄνδρα, καὶ πρὸς τὸν οὐρανὸν αὐτὸν ἱστῶσα τοῦτον. Ἄλλοι δὲ τὴν τοῦ Ἰακὼβ κλίμακα διὰ τούτων αἰνίττεσθαί φασι, τὴν ἀπὸ γῆς ἐστηριγμένην πρὸς οὐρανὸν δειχθεῖσαν αὐτῷ. Οὕτω γὰρ καὶ τὰ ἄβατα τῶν χωρίων, καὶ ὑψηλότερα, βατὰ γίνεται, βάθρων καὶ κλιμάκων ὑποτεθειμένων ἡμῖν. Ἀλλ' ἐπειδὴ τοὺς ἀνελθόντας, ἐπειδὰν εἰς ὕψος ἀνενεχθῶσιν, ἀνάγκη ἰλιγγιᾷν, διὰ τοῦτο οὐχὶ ἀναβαίνοντας μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸ τὸ ἄκρον γινομένους ἀσφαλίζεσθαι χρή. Μία δὲ ἀσφάλεια, ὅταν μὴ ὅσον ἀνέβημεν ἴδωμεν, καὶ ἀπονοηθῶμεν, ἀλλ' ὅσον ἀναβῆναι λείπει κατοπτεύσωμεν, καὶ πρὸς ἐκεῖνο τεινώμεθα. Ὃ καὶ Παῦλος δηλῶν ἔλεγε· Τῶν ὄπισθεν ἐπιλανθανόμενοι, πρὸς δὲ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι. Ἀλλ' ὁ μὲν τῆς ἀναγωγῆς λόγος οὗτος· ἡμεῖς δὲ λοιπὸν, εἰ δοκεῖ, ἔλθωμεν ἐπὶ τὴν ἱστορίαν, καὶ ἴδωμεν τοὺς τῆς αἰχμαλωσίας ἀπαλλαγέντας. Πῶς οὖν ἀπηλλάγησαν τῆς αἰχμαλωσίας; Τῷ πόθῳ τῶν Ἱεροσολύμων· ὡς οἵ γε μὴ τοῦτον κατορθώσαντες, οὐδὲν ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος ἐκέρδαναν, ἀλλ' ἐναπέμειναν τῇ δουλείᾳ καὶ ἐναπέθανον· οὓς καὶ ἡμεῖς ἂν ζηλώσωμεν, τὸ αὐτὸ πεισόμεθα. Ἂν γὰρ μὴ τῷ τῶν οὐρανίων ἔρωτι κατασχεθῶμεν, καὶ τῷ πόθῳ τῆς ἄνω Ἰερουσαλὴμ, ἀλλὰ τῷ παρόντι βίῳ προσηλωθῶμεν διαπαντὸς, ἐγκαλινδούμενοι τῷ πηλῷ τῶν βιωτικῶν φροντίδων, οὐ δυνησόμεθα τὴν πατρίδα ἀπολαβεῖν. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. Εἶδες τῆς θλίψεως τὸ κέρδος; εἶδες τῆς φιλανθρωπίας τὸ ἕτοιμον; Τῆς θλίψεως τὸ κέρδος, ὅτι πρὸς εὐχὴν αὐτοὺς ἤγαγε καθαράν· τῆς φιλανθρωπίας τὸ πρόχειρον, ὅτι καλοῦσιν εὐθέως ἐπένευσεν· ὃ καὶ τοῖς ἐν Αἰγύπτῳ ἐποίησε πρότερον. Διὸ καὶ λέγει· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ἐν θλίψει γινόμενος, μὴ ἀπογίνωσκε, μηδὲ ῥᾴθυμος γίνου, ἀλλὰ τότε μάλιστα διανάστηθι· ἐπειδὴ καὶ τότε καθαρώτεραι αἱ εὐχαὶ, καὶ πλείων ἡ εὔνοια ἡ παρὰ τοῦ Θεοῦ· καὶ πάντα τὸν βίον οὕτω ζῆθι, ὡς ἐπίπονον εἶναί σοι τὴν ζωὴν, εἰδὼς, ὅτι Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται· καὶ ὅτι Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Μὴ τοίνυν τὸν ὑγρὸν καὶ διαλελυμένον ἀγαπήσῃς βίον, μηδὲ τὴν εὐρύχωρον θελήσῃς βαδίζειν (οὐ γὰρ φέρει αὕτη πρὸς τὸν οὐρανὸν ἡ ὁδὸς), ἀλλὰ τὴν στενὴν καὶ τεθλιμμένην. Εἰ δὲ βούλει περὶ τὰς ἄνω διατριβὰς καταντῆσαι, φεῦγε τὰς ἡδονὰς, καταπάτει τὴν φαντασίαν τοῦ βίου, πλοῦτον καὶ δόξαν καὶ δυναστείαν ἀτίμαζε· πενίαν δὲ καὶ συντριβὴν διανοίας καὶ ἐξομολόγησιν καὶ δακρύων πηγὰς κτῆσαι, καὶ πάντα τὰ σωτηρίαν δυνάμενα προξενεῖν μέτελθε. Ταῦτα γὰρ καὶ ἀσφαλέστερον τὸν κεκτημένον καθίστησι, καὶ τὰς εὐχὰς ὑψηλοτέρας ἐργάζεται. Ἂν οὕτω σεαυτὸν κατασκευάσῃς, καὶ μετὰ τοιαύτης διανοίας καλέσῃ καὶ σὺ τὸν Θεὸν, πάντως ἀκούσεταί σου. Διὰ γὰρ τοῦτο καὶ ὁ Προφήτης εἶπεν, ὅτι Ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, ἵνα μάθῃς ἀναβαίνειν κατὰ μικρὸν, καὶ τὰς εὐχὰς ἐπτερωμένας ἐργάζεσθαι, ἵνα μὴ δυσχεραίνῃς μηδὲ ἀλύῃς ἐν ταῖς θλίψεσιν, ἀλλὰ δρέπῃ τὸ ἀπ' αὐτῶν κέρδος. Εἰ γὰρ ὁ προφήτης Ἐλισσαῖος ἄνθρωπος ὢν, προσιοῦσαν τὴν γυναῖκα οὐκ ἀφίησι τὸν μαθητὴν ἀπώσασθαι, Ἄφες, λέγων, αὐτὴν, ὅτι κατώδυνός ἐστιν ἡ ψυχὴ αὐτῆς· οὐδὲν ἕτερον ἐμφαίνων ἐκ τούτου, ἢ ὅτι ἀπολογίαν ἔχει μεγάλην, καὶ συνηγορίαν τὴν θλίψιν· πολλῷ μᾶλλον ὁ Θεὸς οὐ διακρούσεταί σε μετὰ κατωδύνου ψυχῆς προσιόντα. Διὰ τοῦτο καὶ ὁ Χριστὸς μακαρίζει τοὺς πενθοῦντας, καὶ τοὺς γελῶντας ταλανίζει. Διὰ τοῦτο καὶ τῶν μακαρισμῶν ἀρχόμενος, ἐντεῦθεν τὸ προοίμιον ἐποιήσατο, λέγων, Μακάριοι οἱ πενθοῦντες. Εἰ τοίνυν βούλει τοὺς ἀναβαθμοὺς ἀναβαίνειν τούτους, περίκοψον τὸ διαλελυμένον καὶ χαῦνον τοῦ βίου, σύσφιγξον σεαυτὸν τῷ ἐπιπόνῳ τῆς πολιτείας, ἀπόστησον τῶν γηΐνων πραγμάτων. Αὕτη πρώτη ἀνάβασις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὁμοῦ καὶ κλίμακα ἀναβαίνειν, καὶ τῆς γῆς ἔχεσθαι.