Ancient Greek · ~20 min
ΕΙΣ ΤΟΝ ΡΙΖʹ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 6.1-16
Not analysed yet
Τί τοίνυν τῆς ἡμέρας ταύτης ἴσον γένοιτ' ἂν, ἐν ᾗ καταλλαγῇ Θεοῦ πρὸς ἀνθρώπους ἐγένετο, καὶ χρόνιος κατελύθη πόλεμος, καὶ οὐρανὸς ἀπεδείχθη ἡ γῆ, καὶ οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι, καὶ ἡ ἀπαρχὴ τῆς φύσεως τῆς ἡμετέρας ὑπεράνω τῶν οὐρανῶν ἀνηνέχθη, καὶ παράδεισος ἠνοίγη, καὶ τὴν ἀρχαίαν ἀπελάβομεν πατρίδα, καὶ κατάρα ἠφανίσθη, καὶ ἁμαρτία ἐλύθη, καὶ οἱ διὰ τοῦ νόμου κολασθέντες χωρὶς τοῦ νόμου σωτηρίας ἐπέτυχον, καὶ πᾶσα ἡ γῆ καὶ θάλασσα τὸν Δεσπότην ἐπέγνω τὸν ἑαυτῆς, καὶ μυρία ἕτερα γέγονεν, ἅπερ οὐκ ἔστι νῦν ἐπελθεῖν τῷ λόγῳ; Διὰ δὴ τοῦτο ὁ Προφήτης ἅπαντα ταῦτα ἐννοήσας, τῷ Θεῷ τὸ πᾶν ἀνατίθησι, δηλῶν, ὅτι τοῦ Θεοῦ ἔργα ἐστὶ τὰ γεγενημένα. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εὐφροσύνην ἐνταῦθα λέγει τὴν πνευματικὴν, τὴν νοερὰν, τὴν τῆς διανοίας. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι τοσούτων ἐπετύχομεν ἀγαθῶν. Καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν κατόρθωμα, τὸ χαίρειν ἐπὶ τοῖς ἀγαθοῖς, τὸ σκιρτᾷν, τὸ εὐφραίνεσθαι, τὸ μετὰ ἡδονῆς δέχεσθαι τοῦ Θεοῦ τὰς εὐεργεσίας. Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Ἐπειδὴ εἶδε τῆς οἰκουμένης τὴν εὐημερίαν, καὶ τὴν τῶν πραγμάτων μεταβολὴν, καὶ τὴν πρὸς τὸ βέλτιον μετάστασιν, συγχαίρων τοῖς ἀπολαύουσιν εἶπεν· Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Τουτέστι, διάσωσον δὴ τοὺς ἀπολαύοντας, ὥστε καὶ ἐμπλησθῆναι, καὶ καρποὺς ἀξίους ἐπιδείξασθαι τῆς χάριτος· ῥᾳδίαν αὐτοῖς ποίησον τὴν ὁδὸν, ὥστε μετὰ τὸ τυχεῖν μὴ ἐκπεσεῖν τῶν τοιούτων καλῶν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Οὐ γὰρ δὴ μέχρι τῶν γεγενημένων ἵσταται τὰ ἡμέτερα, ἀλλ' ἐφ' ἕτερα πρόεισι μείζονα, τὴν ἀνάστασιν, τὴν βασιλείαν, τὴν μετὰ Χριστοῦ λῆξιν, ἅπερ ἅπαντα παραστῆσαι βουλόμενος, ἐπήγαγεν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τοῦτο καὶ ὁ Χριστὸς Ἰουδαίοις ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· οὐ μή με ἴδητε, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο αὐτὸ προεβάλλετο, ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι ἀντίθεός ἐστι, λέγει αὐτοῖς· Ὑμεῖς μοι μαρτυρήσετε, ὅτι οὐκ ἀντίθεος ἐγὼ, ὅταν ἴδητε ἐπὶ τῶν νεφελῶν ἐρχόμενον, καὶ ταύτην ἀφῆτε τὴν φωνὴν λέγοντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἐν εὐφημίας ῥήμασι τῆς ἀπολογίας ἑαυτοὺς ἐκβάλλοντες. Ἡ γὰρ ἐπιφάνεια τῶν γινομένων τότε ταύτην παρασκευάσει τὴν φωνὴν ἀφεῖναι, ὁμοῦ μὲν εὐφημοῦντας, ὁμοῦ δὲ τὴν κατηγορίαν πικροτέραν ποιοῦντας τὴν καθ' ἑαυτῶν. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Τὸν δῆμον ἅπαντα λέγει τὸν πιστὸν, τὸν εὐλογίας ἀπολαύοντα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Καὶ γὰρ πανταχοῦ φαίνονται οἱ προφῆται μακαρίζοντες τοὺς μέλλοντας πιστεύειν. Τίνος ἕνεκεν εὐλογήσατε, καὶ πόθεν ὁ μακαρισμός; Ὅτι ὁ Θεὸς ἐπέφανεν ἡμῖν. Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν, ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τοίνυν ὁ Προφήτης τὴν σάρκωσιν θαυμάζει, ὅτι Θεὸς ὢν, καὶ Κύριος, καὶ τῆς οὐσίας ἐκείνης, κατηξίωσεν ἐπιφάνειαν. Ἐπιφάνειαν δὲ εἶπε τὴν οἰκονομίαν, τὸ εἰς μήτραν ἐλθεῖν παρθενικὴν, τὸ ἄνθρωπον γενέσθαι, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι. Διὰ δὴ τοῦτο, Εὐλογήκαμεν ὑμᾶς, φησὶν, ὅτι τοιαύτης ἀπηλαύσατε δωρεᾶς. Τοῦτο καὶ ὁ Χριστὸς αἰνιττόμενος ἔλεγε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ εἴδετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Ἕτερος ἑρμηνευτής φησι· Συνδήσατε ἐν πανηγύρει πυκάσματα. Ἄλλος, Δήσατε ἑορτὴν ἐν πιμελέσιν. Ἐπὶ τὴν ἱστορίαν ἐξέβη πάλιν ἀπὸ τῆς προφητείας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἑορτάσατε, πανηγυρίσατε. Τί δέ ἐστι, Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι; Κατὰ μὲν τὸν ἕνα ἑρμηνευτὴν, Θύσατε θυσίας λιπαράς· κατὰ δὲ τὸν ἕτερον, Στεφανώματα καὶ κλάδους ἀνάψατε τῷ ναῷ. Τὸ δὲ Ἑβραϊκὸν τοῦτο οὕτως εἶπεν, Ἐσροὺ ἂγ βαὰδ ὀθθίμ. Ἄν τε οὖν τοῦτο, ἄν τε ἐκεῖνο ᾖ, ἑορτὴν δηλοῖ, καὶ φαιδρὰν ἡμέραν, καὶ πανήγυριν. Ἀπὸ γὰρ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ μετήγαγε πάλιν τὸν λόγον, καὶ τῆς ἐπανόδου τούτων ἐμνημόνευσε. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ χωρὶς τῶν εὐεργεσιῶν δεῖ εὐχαριστεῖν τῷ Θεῷ, καὶ διὰ τοῦτο δοξάζειν αὐτὸν, διὰ τὴν μεγαλωσύνην αὐτοῦ, διὰ τὴν ἀπόῤῥητον δόξαν. Τοῦτο γὰρ αἰνίττεται μετὰ τὸ εἰπεῖν τὰς εὐεργεσίας, ἃς εὐηργετήθη, οὕτως ἐπαγαγών. Λέγει γάρ· Καὶ χωρὶς τούτων καὶ εὐχαριστήσω, καὶ ἐξομολογήσομαι, ὅτι τοιοῦτον ἔχω Δεσπότην, οὕτως ὑψηλὸν, οὕτω μέγαν, οὕτως ἀόρατον, οὕτως ἀκατάληπτον· τὸ γὰρ, Ὑψώσω, δοξάσω ἐστίν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Οὐκ αὐτὸς ταύτην ἀναφέρειν τὴν θυσίαν μόνον ἀρκεῖται, ἀλλὰ καὶ κοινωνοὺς πολλοὺς καλεῖ τῆς εὐφημίας καὶ τῆς εὐχαριστίας, καὶ τὴν Θεοῦ φιλανθρωπίαν ἀνακηρύττει, πανταχοῦ τὸ διαρκὲς αὐτῆς ὑμνῶν καὶ τὸ μέγεθος. Ταῦτα δὴ οὖν καὶ ἡμεῖς εἰδότες, μένωμεν διαπαντὸς εὐχαριστοῦντες τῷ φιλανθρώπῳ Θεῷ, καὶ ταύτην ἀναφέρωμεν τὴν θυσίαν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.