Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ ΡΚΔʹ ΨΑΛΜΟΝ. Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-31
Not analysed yet
Τί βούλεται τοῦ Σιὼν ἡ προσθήκη; διὰ τί γὰρ οὐκ εἶπεν ἁπλῶς, Ὡς ὄρος, ἀλλὰ τοῦ ὄρους ἐκείνου μέμνηται; Παιδεύων ἡμᾶς μὴ ταπεινοῦσθαι ἐν ταῖς συμφοραῖς, μηδὲ καταποντίζεσθαι, ἀλλὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος ἐκκρεμαμένους, πάντα φέρειν γενναίως, καὶ πολέμους, καὶ μάχας, καὶ ταραχάς. Ἐπεὶ καὶ τὸ ὄρος τοῦτό ποτε γενόμενον ἔρημον, καὶ γυμνὸν τῶν ἐνοικούντων, ἐπὶ τὴν προτέραν πάλιν ἐπανῆλθεν εὐημερίαν, τὴν ἀρχαίαν ἀπολαβὸν εὐπραγίαν, τῇ τῶν οἰκείων ἐπανόδῳ, ταῖς τῶν θαυμάτων ἐπιδείξεσιν· οὕτω καὶ ὁ γενναῖος ἀνὴρ κἂν μυρία πάθῃ δεινὰ, οὐ περιτραπήσεται. Μὴ τοίνυν τὸν ἀκίνδυνον ζήτει βίον, καὶ ἀπράγμονα, καὶ ἀταλαίπωρον, ἀλλὰ τὸν κινδύνοις μὴ παρασυρόμενον. Οὐ γάρ ἐστιν ἴσον ἐν λιμένι καθήμενον, καὶ πελάγιον σαλεύοντα τὴν τέχνην ἐπιδείκνυσθαι. Ὁ μὲν γὰρ νωθὴς γίνεται, καὶ χαῦνος καὶ ἄτονος· ὁ δὲ, πολλὰς μὲν πέτρας ὑφάλους, πολλὰς δὲ σπιλάδας, πολλὰς δὲ ἀνέμων βίας, καὶ τὰ ἄλλα τὰ ἀπὸ τῆς θαλάττης ὑπομείνας δεινὰ, καὶ ἐν πᾶσι τούτοις διενεγκὼν, ἰσχυροτέραν ἑαυτοῦ καθίστησι τὴν ψυχήν. Διὰ γὰρ τοῦτο εἰς τὸν παρόντα ἐξηνέχθης βίον, οὐχ ἵνα ἀργῇς, οὐδ' ἵνα ἀναπεπτωκὼς ᾖς, οὐδ' ἵνα μὴ πάσχῃς μηδὲν δεινὸν, ἀλλ' ἵνα παθὼν λαμπρότερος γένῃ. Μὴ δὴ τὴν ἄνεσιν ζητῶμεν, μηδὲ τὸν τρυφῆς γέμοντα βίον. Οὐ γὰρ ἀνδρὸς γενναίου, ἀλλὰ σκώληκος ἡ ἐπιθυμία, ἀλόγου μᾶλλον ἢ λόγον ἔχοντος. Ἀλλ' εὔχου μὲν μάλιστα μὴ ἐμπεσεῖν εἰς πειρασμόν· εἰ δέ ποτε ἐμβαίης. μὴ δυσχέραινε, μὴ θορυβοῦ, μηδὲ ταράττου, ἀλλ' ὅπως γένοιο λαμπρότερος, ἅπαντα ποίει. Οὐχ ὁρᾷς τῶν στρατιωτῶν τοὺς ἀνδρειοτάτους πῶς τῆς σάλπιγγος καλούσης πρὸς τὰ τρόπαια βλέπουσι, πρὸς τὰς νίκας, πρὸς τοὺς στεφάνους, πρὸς τοὺς κατωρθωκότας τῶν προγόνων; Καὶ σὺ τοίνυν τῆς σάλπιγγος ἠχούσης τῆς πνευματικῆς, στῆθι λέοντος γινόμενος σφοδρότερος· ἔμβηθι, κἂν πῦρ ᾖ, κἂν σίδηρος. Οἶδε καὶ τὰ στοιχεῖα τοὺς ὄντως ἀνδρείους αἰδεῖσθαι. Οἶδε καὶ τὰ θηρία τοὺς οὕτω γενναίους δεδοικέναι. Κἂν ὑπὸ λιμοῦ, κἂν ὑπὸ τῆς φύσεως αὐτῆς ἀγριαίνῃ, πάντων ἐπιλανθάνεται, ὅταν ἴδῃ δίκαιον, καὶ κρατεῖ τοῦ πάθους. Τούτοις τοίνυν φράττου τοῖς ὅπλοις, καὶ μηδὲ πῦρ δείσεις, κἂν εἰς οὐρανὸν ἴδῃς τὴν φλόγα ἀναβαίνουσαν. Στρατηγὸν ἔχεις γενναῖον, καὶ πάντα δυνάμενον, καὶ νεύματι μόνῳ λύοντα τὰ δεινά. Πάντα ἐκείνου, καὶ οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ θηρία, καὶ πῦρ· πάντα αὐτῷ ῥᾴδια καὶ μεταθεῖναι, καὶ μεταστῆσαι πρὸς εὐκολίαν. Πόθεν οὖν δέδοικας; εἰπέ μοι. Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ νωθείας καὶ τῆς οἰκείας ῥᾳθυμίας. Οὐχὶ θάνατός ἐστι τῶν κακῶν ὁ κολοφών; Ἀλλὰ καὶ οὗτός ἐστι τῆς φύσεως τὸ ὄφλημα. Διὰ τί μὴ πραγματεύῃ τὸ χρέος; Εἰ γὰρ ἀνάγκη ἐλθεῖν τὴν ὁδὸν ταύτην καὶ ἑκόντα καὶ ἄκοντα, διὰ τί μὴ μετὰ ἐμπορίας; Ἀλλὰ μετὰ βασανιστήρια οὐ πρόσκαιρα, ἀλλὰ μείζονα τῆς ὀδύνης παρέχοντα τὴν ἡδονήν. Εἰ δὲ ταῦτά σοι δοκεῖ χαλεπὰ εἶναι, ἐννόησον τοὺς ἄνευ μισθοῦ φθορᾷ μακρᾷ παραδεδομένους, τοὺς λιμῷ διηνεκεῖ παλαίοντας, τοὺς νοσήματα ἔχοντας ἀνίατα καὶ μακρὰ, δι' ἃ καὶ πολλάκις ηὔξαντο καταλῦσαι τὸν βίον, πολλοὶ δὲ καὶ ἐπὶ βρόχον καὶ ἐπὶ ξίφος ὥρμησαν. Σοὶ δὲ οὐρανὸς πρόκειται, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, καὶ οὐ φρίττεις, καὶ οὐ δέδοικας καταμαλακιζόμενος, καὶ ταῦτα τοιοῦτον ἔχων σύμμαχον; Οὐκ ἀκούεις τοῦ Προφήτου λέγοντος, Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών; Ὄρος γὰρ εἶπε τὸ ἀπερίτρεπτον δηλῶν τῆς εἰς Θεὸν ἐλπίδος, τὸ πεπηγὸς, τὸ ἀχείρωτον, τὸ ἄμαχον. Ὥσπερ γάρ τις κἂν μυρία προσαγάγῃ μηχανήματα, ὄρος οὔτε ἀνασπάσαι, οὔτε σαλεύσαι δυνήσεται· οὕτως ὁ προσβάλλων τῷ τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν ἔχοντι, κεναῖς οἴκαδε ἀναχωρήσει χερσίν. Ὄρους γὰρ πολὺ ἀσφαλέστερον ἡ ἐλπὶς ἡ ἐπὶ τὸν Θεόν. Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ἕτερος ἑρμηνευτής φησιν, Ἀπερίτρεπτον εἰς τὸν αἰῶνα οἰκούμενον περὶ Ἱερουσαλήμ. Τί οὖν; οὐκ ἐσαλεύθησαν, φησὶν, οἱ παῖδες οἱ τρεῖς, καὶ ὁ Δανιήλ; Ἄπαγε· τῆς μὲν γὰρ πατρίδος ἐξέπεσον, καὶ αἰχμαλωσίαν ὑπέστησαν, σάλον δὲ οὐδένα οὐδέποτε· ἀλλ' ἐν τοσούτῳ θορύβῳ πραγμάτων, καὶ τοσούτῳ πλήθει κυμάτων ὄντες, ὡς ἐπὶ πέτρας ἑστῶτες καὶ λιμένι προσορμίζοντες γαληνῷ, οὕτως οὐδὲν ἔπασχον ἀηδές. Μὴ δὴ σάλον κάλει τὴν τῶν πραγμάτων περίστασιν. Οὐ γὰρ τοῦτο σάλος, ἀλλ' ἡ τῆς ψυχῆς ἀπώλεια, καὶ τὸ τῆς ἀρετῆς ἐκπεσεῖν· ὅπερ ἐν τοῖς κινδύνοις οἱ νήφοντες οὐχ ὑπομένουσιν, ἀλλ' ἀσφαλεστέραν κέκτηνται τὴν φιλοσοφίαν τὴν ἑαυτῶν, καὶ διαλάμπουσι μειζόνως. Εἰ δὲ βούλει καὶ κατὰ ἀναγωγὴν ἐκλαβεῖν τὸ εἰρημένον, ὅτι Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλὴμ, ὑπόγραψον τὴν ἐκεῖ λῆξιν τὴν ἐπὶ τῆς ἄνω μητροπόλεως. Οἱ γὰρ ἐκείνην ἀπολαβόντες πάσης εἰσὶν ἀπηλλαγμένοι περιστάσεως· οὐκ ἔστι λοιπὸν ἐκεῖ τὰ ὑποσκελίζοντα, οὐκ ἐπιθυμία, οὐδὲ ἡδοναὶ, οὐδὲ ἁμαρτίας περίστασις, οὐ λύπη καὶ ἀγωνία καὶ κίνδυνος, ἀλλὰ πάντα ταῦτα ἐκποδών. Ἱερουσαλὴμ, ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Λέγει μὲν διὰ τούτων καὶ τὴν ἀπὸ τῆς θέσεως συμμαχίαν τῇ πόλει προσοῦσαν· ἀλλ' οὐκ ἀφίησι τούτοις θαῤῥεῖν, ἀλλ' ἐπὶ τὴν ἄμαχον ἀνάγει βοήθειαν, τὸν Θεόν.