Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΚΔʹ ΨΑΛΜΟΝ. Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-30
Not analysed yet
Εἰ γὰρ καὶ τὰ ὄρη αὐτὴν τειχίζει, φησὶν, ἀλλ' ἐκείνης δεῖται τῆς ἀσφαλείας· καὶ τοῦτο αὐτὴν ἀχείρωτον ἐργάζεται, Διὸ καὶ ἕτερος ἑρμηνευτής φησι, Κύριος δὲ περὶ τὸν λαὸν αὐτοῦ. Τουτέστι, μὴ θαῤῥεῖτε τῇ περιβολῇ τῶν ὀρῶν. Τὸ γὰρ ποιοῦν αὐτὴν ἀχείρωτον, τοῦτό ἐστιν, Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων. Αἰτίαν λέγει τῆς τοῦ Θεοῦ βοηθείας εὔλογόν τινα, ὥστε καὶ θαῤῥῆσαι ἐκείνους. Ποίαν δὴ ταύτην; Οὐκ ἂν ἀνάσχοιτο, φησὶ, τὰ ἀγαθὰ τῶν δικαίων ἐν ταῖς χερσὶν εἶναι τῶν ἁμαρτωλῶν. Τοῦτο εἶπεν, ὁμοῦ τε θαῤῥεῖν αὐτοὺς παρασκευάζων περὶ τῆς συμμαχίας τῆς τοῦ Θεοῦ, καὶ πείθων μένειν ἐν ἀρετῇ, εἴ γε βούλοιντο διηνεκῶς ἀπολαύειν τῆς ἐκείνου βοηθείας, καὶ τῶν ἀγαθῶν τῶν ἰδίων εἶναι κύριοι. Δείκνυσι γὰρ διὰ τούτων, ὅτι καὶ ἡ κτῆσις καὶ ἡ ἀσφάλεια ἐν τῇ γνώμῃ κεῖται τῇ αὐτῶν. Ῥάβδον δὲ ἁμαρτωλῶν ἐνταῦθα τὴν βασιλείαν τὴν τῶν πολεμίων καλεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἀνέξεται κρατεῖν τῆς τῶν δικαίων κληρονομίας. Εἰ γὰρ καὶ πρὸς καιρὸν τοῦτο πεποίηκεν, ἀλλ' ὑπὲρ διορθώσεως καὶ νουθεσίας καὶ σωφρονισμοῦ. Ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἕτερος, Διὰ τοῦτο οὐκ ἐκτείνουσιν οἱ δίκαιοι εἰς ἀνομίαν χεῖρας αὐτῶν. Διὰ τοῦτο· ποῖον; Διὰ τὸ εἰρημένον, ὅτι προστήσεται, ὅτι ἀμυνεῖ, ὅτι διακρούσεται, ὅτι ἀποστήσει τοὺς πολεμίους ἀπὸ τῶν κτημάτων αὐτῶν. Ὡσεὶ ἔλεγε· τῷ τε πειρασμῷ σωφρονισθέντες, τῇ τε χορηγίᾳ τῶν ἀγαθῶν γενόμενοι βελτίους, ἐν ἀρετῇ διατελέσουσιν ὄντες, καὶ οὐχ ἅψονται πονηρίας ἑκατέρωθεν παιδευόμενοι. Ὥστε δὴ τὸ πᾶν διὰ τοῦτο ἐγίνετο, ὥστε τὴν ψυχὴν αὐτῶν ἀμείνω γενέσθαι, τῇ τε ἐπαγωγῇ τῶν δεινῶν διορθουμένην, τῇ τε δόσει τῶν ἀγαθῶν προθυμοτέραν καθισταμένην. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς. Ἕτερος, Ἀγαθοποίησον. Καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ὁρᾷς παρ' ἡμῶν πανταχοῦ τὰς ἀρχὰς γινομένας, καὶ τοῦ τῶν χρηστῶν ἀπολαύειν, καὶ τοῦ κολάσεις ὑπομένειν; Ἀλλ' εἰ καὶ παρ' ἡμῶν αἱ ἀρχαὶ, ἀλλ' ὅμως καὶ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας πολλὴ δείκνυται ἡ λαμπηδών· ἐκ γὰρ πολλοῦ τοῦ περιόντος νικᾷ ταῖς ἀντιδόσεσιν ἡμᾶς· καὶ ἐπὶ μὲν τῶν ἁμαρτημάτων σύμμετρον ἐπάγει τὴν τιμωρίαν, ἐπὶ δὲ τῶν κατορθωμάτων ὑπερβαίνουσαν παρέχει τὴν ἀντίδοσιν. Εὐθεῖς δὲ ἐνταῦθα καλεῖ τοὺς ἀδόλους, τοὺς ἀπλάστους, τοὺς οὐδὲν ἔχοντας συνεσκιασμένον καὶ ὕπουλον. Τοιοῦτον γὰρ τὸ εὐθὲς, ὃ μάλιστα ὁ Θεὸς ἐπιζητεῖ πανταχοῦ. Τοιοῦτον ἡ ἀρετὴ, λεία τις καὶ εὔκολος, ὥσπερ οὖν ἡ πονηρία διεστραμμένον, ποικίλον, ἀδιεξόδευτον· καὶ τοῦτο ἔστιν ἀπὸ τῶν πραγμάτων ἰδεῖν αὐτῶν. Ὁ γοῦν βουλόμενος ψεύσασθαι, καὶ δόλους ῥάψαι, ἐννόησον ὅσοις ἐπιχειρεῖ, ὅσης δεῖται τῆς ποικιλίας, ποίων λόγων πεπλασμένων, πόσης δεινότητος. Ὁ δὲ τὴν ἀλήθειαν λέγων, οὐ πόνου, οὐ δυσκολίας, οὐχ ὑποκρίσεως, οὐ μηχανημάτων, οὐδενὸς δεῖται τοιούτου, αὐτῆς καθ' ἑαυτὴν ἐκείνης διαλαμπούσης. Καθάπερ γὰρ τὰ μὲν ἄμορφα τῶν σωμάτων πολλῶν ἔξωθεν δεῖται τῶν τεχνασμάτων καὶ τῶν ἐπικαλυμμάτων τὴν ἀπὸ τῆς φύσεως ἀμορφίαν συσκιαζόντων· τὰ δὲ φύσει καλὰ αὐτὰ καθ' ἑαυτὰ ἀγωνιζόμενα λάμπει· οὕτω καὶ ἐπὶ τοῦ ψεύδους καὶ τῆς ἀληθείας ἔστιν εὑρεῖν, καὶ τῆς κακίας, καὶ τῆς ἀρετῆς. Ὅθεν δῆλον, ὅτι καὶ πρὸ τῆς κολάσεως ἡ κακία τὴν κόλασιν ἐπάγει, καὶ πρὸ τῆς ἀντιδόσεως ἡ ἀρετὴ τὴν ἀμοιβὴν δίδωσιν. Ὥσπερ γὰρ ἐκείνη ἐν ἑαυτῇ τὰ ἔπαθλα ἔχει καὶ πρὸ τῶν στεφάνων· οὕτω καὶ αὕτη ἐν ἑαυτῇ τὴν τιμωρίαν ἔχει καὶ πρὸ τῆς κολάσεως. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον ἁμαρτίας εἰς τιμωρίας λόγον; Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος τῶν ἡταιρηκότων μνημονεύσας, τῶν τὴν ὥραν τὴν ἑαυτῶν ἀποδιδομένων, καὶ τῆς φύσεως τοὺς νόμους ἀνατρεπόντων, ταύτην ἔφησε τιμωρίαν μεγίστην εἶναι καὶ πρὸ τῆς κολάσεως. Ἄρσενες γὰρ, φησὶν, ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες· ἀντιμισθίαν τῆς ἁμαρτίας αὐτῶν τὴν ἀσέλγειαν καὶ τὴν πρᾶξιν καλῶν. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Εἰς εὐχὴν τὸν λόγον κατέκλεισε. Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαί· μετὰ τῆς παραινέσεως καὶ τῆς συμβουλῆς τὴν εὐχὴν προστιθέασι, μεγίστην συμμαχίαν εἰσάγουσαι τοῖς ἀκούουσιν. Εἰρήνην δὲ ἐνταῦθα, οὐ ταύτην μόνην τὴν αἰσθητὴν, ἀλλὰ καὶ τὴν ταύτης ὑψηλοτέραν, καὶ ὅθεν καὶ αὕτη τίκτεται, λέγει, καὶ εὔχεται ὥστε μὴ στασιάζειν τὴν ψυχὴν αὐτὴν πρὸς ἑαυτὴν τῶν παθῶν τὸν πόλεμον ἐπεισάγουσαν. Ταύτην δὴ καὶ ἡμεῖς τὴν εἰρήνην ζητῶμεν, ἵνα τῶν ἐπηγγελμένων ἀγαθῶν δυνηθῶμεν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.