Ancient Greek · ~7 min
ΕΙΣ ΤΟΝ ΡΚΘʹ ΨΑΛΜΟΝ. Ἐκ βαθέων ἐκεκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2-2
Not analysed yet
Καὶ ταῦτα λέγομεν, οὐκ εἰς ῥᾳθυμίαν τὰς ψυχὰς ἐμβάλλοντες, ἀλλὰ παραμυθούμενοι τοὺς εἰς ἀπόγνωσιν πίπτοντας. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Καὶ τί λέγω τοὺς ἄλλους; Εἰ γὰρ Παῦλον εἰς μέσον ἀγάγω, καὶ βουληθείην ἀπαιτῆσαι αὐτὸν ἀκριβῆ τῶν γεγενημένων ἐξέτασιν, οὐ δυνήσεται ὑποστῆναι. Τί γὰρ καὶ δυνήσεται ἐρεῖν; Προφήτας ἀνέγνω κατὰ ἀκρίβειαν, τοῦ πατρῴου νόμου ζηλωτὴς ὑπάρχων, σημεῖα εἶδεν ἐπιτελούμενα, καὶ ὅμως ἔμενε διώκων, καὶ οὐ πρότερον μετέστη, ἕως τῆς θαυμαστῆς ἐκείνης ἀπέλαυσεν ὄψεως, καὶ τῆς φρικτῆς ἤκουσε φωνῆς· πρὸ δὲ τούτου ἔμενε πάντα φύρων καὶ συγχέων. Ἀλλ' ὅμως πάντα ἐκεῖνα παραδραμὼν ὁ Θεὸς καὶ ἐκάλεσε, καὶ χάριτος ἠξίωσε πολλῆς. Τί δὲ τὸν κορυφαῖον ἐκεῖνον τὸν Πέτρον; οὐ μετὰ μυρία θαύματα καὶ σημεῖα, καὶ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν, ἤλεγξε εἰς τὸ πτῶμα ἐκεῖνο τὸ χαλεπὸν πεσόντα; Ἀλλ' ὅμως κἀκεῖνο παρέδραμε, καὶ πρῶτον τῶν ἀποστόλων κατέστησε. Διὸ ἔλεγε· Σίμων, Σίμων, ἰδοῦ ἐζήτησεν ὁ σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ μετὰ ταῦτα δὲ, εἰ μὴ ἐλέῳ καὶ φιλανθρωπίᾳ ἔλθῃ κρῖναι, ἀλλ' ἀκριβῆ ποιήσασθαι τὴν ἐξέτασιν, πάντας ὑπευθύνους εὑρήσει πάντως. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε. Ὁ διπλασιασμὸς οὐχ ἁπλῶς, ἀλλὰ θαυμάζοντος, καὶ ἐκπληττομένου τὸν πολὺν τῆς φιλανθρωπίας ἐστὶν ὄγκον, καὶ τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀπέραντον, καὶ τὸ ἀχανὲς πέλαγος τῆς ἀγαθότητος. Τίς ὑποστήσεται; Καὶ οὐκ εἶπε, τίς διαφεύξεται; ἀλλὰ, Τίς ὑποστήσεται; Οὐδὲ στῆναι δυνήσεται, φησίν. Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Τί ἐστιν, Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν; Οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλ' ἐν τῇ ἀγαθότητι τῇ σῇ ἐστι τὸ διαφυγεῖν τὴν κόλασιν. Τὸ γὰρ διαδρᾶναι τὴν δίκην ἐν τῇ σῇ κεῖται φιλανθρωπίᾳ. Κἂν μὴ ταύτης ἀπολαύσωμεν, τὰ ἡμέτερα οὐκ ἀρκεῖ τῆς μελλούσης ἡμᾶς ἐξαρπάσαι ὀργῆς.