Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-43
Not analysed yet
Τούτου τοῦ ψαλμοῦ τὰ μὲν ῥήματα ἅπαντες, ὡς εἰπεῖν, ἴσασι, καὶ διὰ πάσης ἡλικίας διατελοῦσι ψάλλοντες· τὴν δὲ διάνοιαν τῶν εἰρημένων ἀγνοοῦσιν. Ὅπερ οὐ μικρὸν εἰς κατηγορίας λόγον, τὸ καθ' ἑκάστην ἡμέραν ψάλλοντας, καὶ διὰ στόματος τὰ ῥήματα προφέροντας, μὴ ζητῆσαι τῶν νοημάτων τὴν δύναμιν τῶν ἐναποκειμένων τοῖς ῥήμασιν. Ἀλλ' ὕδωρ μέν τις διαυγὲς καὶ καθαρὸν ὁρῶν, οὐκ ἂν ἀνάσχοιτο μὴ προσελθεῖν, καὶ ἅψασθαι, καὶ πιεῖν· καὶ εἰς λειμῶνά τις συνεχῶς εἰσιὼν, οὐκ ἂν ὑπομείνειε μὴ συλλέξας τι τῶν ἀνθῶν ἐξελθεῖν· ὑμεῖς δὲ ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τοῦτον μελετῶντες τὸν ψαλμὸν διατελεῖτε, τὰ ῥήματα εἰδότες μόνον, καὶ παρακάθησθε θησαυρῷ συνεσκιασμένῳ, καὶ βαλάντιον περιφέρετε ἐσφραγισμένον, καὶ οὐδὲ ὑπὸ πολυπραγμοσύνης παρωξύνθη τις μαθεῖν, τί ποτέ ἐστι τὸ λεγόμενον· οὐκ ἐζήτησεν, οὐκ ἠρεύνησε. Καίτοι γε οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι σαφής τις ὢν ὁ ψαλμὸς πάντας εἰς ὕπνον ἤγαγε, καὶ οὐκ ἀφῆκε ζητῆσαι τὸ προχείρως κείμενον. Καὶ γάρ ἐστιν ἀσαφὴς, καὶ ἱκανὸς διεγεῖραι τὸν μὴ σφόδρα καθεύδοντα, μᾶλλον δὲ καὶ τὸν καθεύδοντα. Τί γάρ ἐστι τὸ, Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας; τί δὲ τὸ, Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με; Τὸ δὲ μετὰ τοῦτο, εἰπέ μοι, οὐκ ἔστι παντὸς ζόφου ζοφωδέστερον; Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀλλ' ὅμως τοσούτων ὄντων ἀσαφῶν, ὥσπερ τινὰ ᾠδὴν ἁπλῶς παρατρέχουσιν οἱ πολλοί. Ἀλλ' ἵνα μὴ τὴν κατηγορίαν ἐπὶ πλεῖον ἐπιτείνοντες, φορτικὸν τὸν λόγον ἐργασώμεθα, φέρε δὴ πρὸς τὴν ἔρευναν τῶν εἰρημένων βαδίσωμεν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐδὲ γὰρ ἁπλῶς οἶμαι τὸν ψαλμὸν τοῦτον τετάχθαι παρὰ τῶν πατέρων καθ' ἑκάστην ἑσπέραν λέγεσθαι, οὐδὲ διὰ τὴν μίαν λέξιν τὴν λέγουσαν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Ἐπεὶ καὶ ἄλλοι ψαλμοὶ ταύτην ἔχουσι τὴν λέξιν, ὥσπερ ἐκεῖνος ὁ λέγων, Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ. Καὶ πάλιν, Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Καὶ πάλιν τὸ, Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις· καὶ πολλοὺς ἂν εὕροις τις ψαλμοὺς ἐπιτηδείους τῷ καιρῷ τῆς ἑσπέρας. Οὐ διὰ τοῦτο γοῦν τοῦτον τὸν ψαλμὸν ἐτύπωσαν οἱ πατέρες, ἀλλ' ὥς τι φάρμακον σωτήριον καὶ ἁμαρτημάτων καθάρσιον ἐνομοθέτησαν λέγεσθαι, ἵν' ὅσαπερ ἂν προστριβώμεθα δι' ὅλου τοῦ μήκους τῆς ἡμέρας, ἢ ἐν ἀγορᾷ, ἢ ἐν οἰκίᾳ, ἢ ὅπου δήποτε διατρίβοντες, ταῦτα ἐλθόντες εἰς τὴν ἑσπέραν, διὰ τῆς ἐπῳδῆς ταύτης ἀποδυσώμεθα τῆς πνευματικῆς. Φάρμακον γάρ ἐστιν ἁπάντων τούτων ἀναιρετικόν. Τοιοῦτός ἐστι καὶ ὁ ἑωθινὸς ψαλμός· οὐδὲν γὰρ κωλύει ἐν βραχεῖ κἀκείνου ἐπιμνησθῆναι. Τὸν πόθον γὰρ ἀνάπτει τὸν πρὸς τὸν Θεὸν, καὶ διεγείρει τὴν ψυχὴν, καὶ σφόδρα πυρώσας, καὶ πολλῆς ἐμπλήσας ἀγαθότητος καὶ ἀγάπης, οὕτως ἀφίησι προσελθεῖν. Ἴδωμεν δὲ καὶ πόθεν ἄρχεται, καὶ τί διδάσκει ἡμᾶς· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου. Ὁρᾷς πῶς πεπυρωμένης δείκνυσι ψυχῆς ῥήματα; Ἔνθα δὲ ἀγάπη Θεοῦ, πάντα οἴχεται τὰ πονηρά· ἔνθα μνήμη Θεοῦ, ἐνταῦθα ἁμαρτημάτων λήθη, καὶ κακῶν ἀναίρεσις. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου, καὶ τὴν δόξαν σου. Τί ἐστιν, Οὕτως; Μετὰ τοῦ πόθου, φησὶ, τούτου, μετὰ τῆς ἀγάπης ταύτης, ὥστε ἰδεῖν σου τὴν δόξαν, ἢν πανταχοῦ τῆς γῆς ἔστιν ἰδεῖν. Ἀλλ' ἵνα μὴ τὸ ἐν χερσὶν ἀφέντες, τὸ πάρεργον ἐπεισαγάγωμεν, παραπέμψαντες τὸν ἀκροατὴν εἰς τὰ ὑπὲρ ἐκείνου εἰρημένα, τῶν προκειμένων νῦν ἁψώμεθα. Τί δέ φησιν οὗτος; Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου. Τί λέγεις; εἰπέ μοι· ἐπειδὴ ἐκέκραξας, ἀκουσθῆναι ἀξιοῖς, καὶ ταύτην τίθης αἰτίαν, ὡς εὔλογον τοῦ ἀκουσθῆναι; Οὐκοῦν μεγαλοφώνων νῦν χρεία, καὶ τόνον ἐχόντων; Ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον. Τί γὰρ ἥμαρτεν ὁ μικρόφωνος καὶ ἰσχνόφωνος καὶ βραδύγλωσσος; Οὐχὶ τοιοῦτος ἦν ὁ Μωϋσῆς, καὶ πάντων μᾶλλον ἠκούετο; οὐχὶ πλείω πάντων οἱ Ἰουδαῖοι ἐβόων, ἀλλ' οὐκ ἐπένευσεν αὐτῶν ταῖς δεήσεσιν ὁ Θεός; Τὸ γὰρ μέγα φωνῆσαι καὶ μικρὸν, φύσεως πλεονέκτημα καὶ ἐλάττωμα. Ταῦτα δὲ οὔτε ἀκούεσθαι, οὔτε παρακούεσθαι ποιεῖ· οὔτε γὰρ ἐγκωμίων, οὔτε κατηγορημάτων ἄξια. Πολλὰ γὰρ τῶν τῆς φύσεως πλεονεκτημάτων καὶ μιαροῖς πρόσεστιν. Οὐχὶ καλὸς ἦν, καὶ εὐειδὴς, καὶ μέχρι τῶν βοστρύχων αὐτῶν εἷλκε τοῦ σώματος τὴν ὥραν ὁ Ἀβεσσαλώμ; Τί δαί; οὐχὶ φαλακρὸς ἦν ὁ Ἐλισσαῖος, ὡς καὶ σκώπτεσθαι παρὰ τῶν παιδίων; Ἀλλ' οὐδὲν οὐδὲ ἐκεῖνον ἡ ὥρα ὠφέλησεν, οὔτε τοῦτον ἡ ἀμορφία παρέβλαψε. Καὶ τί λέγω τὸν ἰσχνόφωνον, ἢ βραδύγλωσσον, ὅπου γε καὶ σιγῶν ἠκούετο ὁ Μωϋσῆς, καὶ μηδὲ φθεγγομένη ἡ Ἄννα; Ἰουδαίοις δὲ διαλεγόμενος ὁ Θεὸς ἔλεγε· Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Τί οὖν οὗτος λέγει, Ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου; Κραυγὴν ἐνταῦθα τὴν ἔνδον φησὶν, ἢν ἡ καρδία ἔτικτεν ἡ πεπυρωμένη, καὶ ἡ διάνοια ἡ συντετριμμένη, ἣν καὶ Μωϋσῆς βοῶν ἠκούετο. Ὥσπερ γὰρ ὁ βοῶν πᾶσαν τὴν δύναμιν αὐτοῦ κενοῖ, οὕτω καὶ ὁ καρδίᾳ βοῶν πάντα τὸν νοῦν συστρέφει.