Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-40
Not analysed yet
Τοιαύτην οὖν κραυγὴν ζητεῖ ὁ Θεὸς, τὴν συστρέφουσαν τὴν καρδίαν, τὴν οὐκ ἐῶσαν χασμᾶσθαι, καὶ ἀνακλᾶσθαι τὸν ψάλλοντα. Οὐ μόνον δὲ κραυγὴν τοιαύτην ζητεῖ, ἀλλὰ καὶ τὸ πρὸς αὐτὸν εὔχεσθαι. Εἰσὶ γὰρ πολλοὶ οἳ ἑστήκασι μὲν, οὐ βοῶσι δὲ πρὸς τὸν Θεὸν, ἀλλὰ τὰ μὲν χείλη πρὸς τὸν Θεὸν βοᾷ, καὶ τὸ ὄνομα τοῦ Θεοῦ περιφέρει, ἡ δὲ διάνοια οὐδενὸς ἐπαισθάνεται τῶν λεγομένων. Ὁ τοιοῦτος οὐ κράζει, κἂν μέγα βοᾷ· ὁ τοιοῦτος οὐδὲ πρὸς τὸν Θεὸν εὔχεται, κἂν δοκῇ πρὸς αὐτὸν εὔχεσθαι. Ἀλλ' οὐχ ὁ Μωϋσῆς οὕτως, ἀλλ' ἐβόα, καὶ ἠκούετο· διὸ καὶ παρὰ τοῦ Θεοῦ, Τί βοᾷς πρός με, ἀκούει. Οὐ μόνον δὲ βοῶν, ἀλλὰ καὶ σιγῶν ἤνυσεν ἅπερ ἤθελεν, ἄξιον παρασχὼν ἑαυτὸν τοῦ ἀκούεσθαι. Εἰ δὲ βούλει καὶ ἁμαρτωλοὺς ἐκτενῶς ἰδεῖν εὐχομένους, καὶ ἀνύοντας καὶ κράζοντας μεγάλα, ὅρα τὴν πόρνην τὴν σιγῇ βοῶσαν· ὅρα τὸν τελώνην ἀπὸ εὐχῆς δικαιωθέντα μόνης. Τοιαύτην κραυγὴν καὶ οὗτος ποιεῖται, διὸ καὶ λέγει· Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· καὶ διὰ τοῦτο ἀκουσθῆναι ἀξιοῖ. Ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ὅρα καὶ ἄλλην ἀρετὴν εὐχῆς. Οὐ γὰρ ἀπὸ τοῦ σπουδαίως εὔχεσθαι ἀξιοῖ ἀκουσθῆναι, ἀλλὰ καὶ ἐκ τοῦ τοιαύτην παραστῆσαι τὴν εὐχὴν, ὥστε ἀξίαν εἶναι τῶν ἀκοιμήτων ὀφθαλμῶν ἐκείνων. Ποία δέ ἐστιν αὕτη; Ὅταν μὴ κατ' ἐχθρῶν τις εὔχηται, ὅταν μὴ ὑπὲρ πλούτου καὶ πλεονεξίας, ὅταν μὴ ὑπὲρ δυναστείας καὶ δόξης, μηδὲ ὑπέρ τινος τῶν ἐπικήρων τούτων, ἀλλ' ὑπὲρ τῶν ἀκηράτων καὶ ἀθανάτων ἐκείνων. Ζητεῖτε γὰρ τὴν βασιλείαν τοῦ Θεοῦ, φησὶ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ὁρᾷς πῶς βούλεται καὶ ἡμᾶς μετὰ σπουδῆς καλεῖν, μετὰ προθυμίας; Καὶ γὰρ ὁ διάβολος τότε μάλιστα ἐφεδρεύει. Ἐπειδὴ γὰρ οἶδεν ὅτι μέγιστον ὅπλον ἡ εὐχὴ, καὶ, κἂν ἁμαρτωλοὶ ὦμεν καὶ κατῃσχυμμένοι, ὅμως μετὰ ἀκριβείας καὶ κατὰ τοὺς τοῦ Θεοῦ νόμους εὐξάμενοι ἀνύομεν μεγάλα· τότε ἐμβάλλειν ἐσπούδακεν εἰς ῥᾳθυμίαν, καὶ λογισμοὺς ἀνακινεῖν, ὥστε ἀκάρπους ποιεῖν ἡμᾶς ἀπὸ τῆς εὐχῆς ἀπελθεῖν. Διὸ δεῖ ταῦτα εἰδότας ἐπιτειχίζειν αὐτῷ τὴν ἡμετέραν σπουδὴν, καὶ μηδέποτε κατ' ἐχθρῶν εὔχεσθαι, ἀλλὰ τοὺς ἀποστόλους μιμεῖσθαι. Καὶ γὰρ ἐκεῖνοι μυρία παθόντες δεινὰ, εἶτα εἰς δεσμωτήρια ἐμπεσόντες, καὶ τὸν περὶ τῶν ἐσχάτων ὑπομείναντες κίνδυνον, εἰς εὐχὴν καταφυγόντες ἔλεγον· Ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Καὶ τί μετὰ ταῦτα; Μὴ, Κατάῤῥαξον αὐτοὺς, ἢ ἀπόκτεινον, ἔλεγον, ὃ πολλοὶ πολλάκις ἐπαρώμενοι λέγουσιν; Οὐδαμῶς. Ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου. Πῶς καὶ τίνι τρόπῳ; ἐν τῷ ἀποκτεῖναι τοὺς ἐπιβουλεύοντας, ἐν τῷ ἀφανίσαι καὶ πανωλεθρίᾳ παραδοῦναι; Οὐδαμῶς. Ἀλλὰ πῶς, Ἐν τῷ σημεῖα καὶ τέρατα ποιεῖν διὰ τοῦ ἁγίου Παιδός σου Ἰησοῦ. Εἶδες εὐχὴν φιλοσοφίας γέμουσαν, καὶ μετὰ τοσαῦτα δεινὰ οὐδεμίαν αἰτοῦσαν τῶν ἐχθρῶν τιμωρίαν; Ἀλλ' οὕτω μὲν αὐτοὶ, ἔτι ζῶντες καὶ ἐμπνέοντες· ὁ δὲ Στέφανος καὶ ἀποῤῥήγνυσθαι μέλλων τῆς παρούσης ζωῆς, οὐ μόνον οὐδὲν αὐτοῖς κακὸν ᾔτησεν, ἀλλὰ καὶ τοὺς λιθάζοντας καὶ ἀναιροῦντας σπουδάζει διὰ τῆς εὐχῆς ἐξαρπάσαι τῆς ὀργῆς τῆς ἐπὶ τῇ ἁμαρτίᾳ ταύτῃ, καί φησι, Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι, ποίας ἀπολογίας, οἱ κατὰ τῶν ἐχθρῶν εὐχόμενοι; πῶς δ' ἡ τοιαύτη ἀκουσθείη εὐχὴ, ὅταν ἀπεναντίας τοῖς τοῦ Θεοῦ νόμοις ἀναφέρηται; Μὴ δὴ τοιοῦτον μηδὲν λέγωμεν. Οὐ γὰρ δὴ μόνον οὐκ εὔχεσθαι δεῖ κατὰ τῶν ἐχθρῶν, ἀλλὰ καὶ τὴν ὀργὴν ἀναιρεῖν τὴν κατ' αὐτῶν· διό φησι· Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Τουτέστι, κἂν ἐχθρὸν ἔχῃς, σβέσον τὴν ὀργὴν, καὶ οὕτω πρόσιθι τῷ Δεσπότῃ, καὶ μὴ μόνον διὰ τοῦ στόματος μηδὲν εἴπῃς κατ' αὐτοῦ, ἀλλὰ καὶ τὴν διάνοιαν ἀπάλλαξον τοῦ ἰοῦ. Ἂν τοιαύτη ἡ εὐχὴ ᾖ, καὶ μετὰ σπουδῆς καλῇς τὸν Θεὸν, καὶ πρὶν ἢ τελέσαι τὴν εὐχὴν ἀκουσθήσῃ. Τοῦτο καὶ αὐτὸς αἰτεῖ λέγων· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Καὶ γὰρ αὐτοῦ τοῦ Θεοῦ ἐστιν ὑπόσχεσις λέγουσα, Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου. Ἕτερος, Ταχθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἔμπροσθέν σου. Ἄλλος, Ἑτοιμασθήτω. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Ἄλλος, Δῶρον ἑσπέρας. Ἕτερος, Προσφορὰ ἑσπερινή. Τί διδάξαι βουλόμενος ἡμᾶς ὁ προφήτης περὶ θυσίας ἑσπερινῆς διαλέγεται; Δύο βωμοὶ τὸ παλαιὸν ἦσαν, εἷς μὲν ἀπὸ χαλκοῦ κατεσκευασμένος, ἕτερος δὲ χρυσοῦς. Καὶ ὁ μὲν πάνδημος ἦν σχεδὸν, προκείμενος τοῖς ἱερείοις τοῖς τοῦ πλήθους παντὸς, ὁ δὲ ἐν τοῖς ἀδύτοις ἀπέκειτο καὶ τοῦ καταπετάσματος ἔνδον. Μᾶλλον δὲ ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα ἡμῖν, εἰς ἀρχὴν τὸν λόγον ἀναγαγεῖν πειρασόμεθα. Ναὸς ἦν παρὰ Ἰουδαίοις τὸ παλαιὸν τεσσαράκοντα μὲν πηχῶν τὸ μῆκος, τὸ δὲ πλάτος εἴκοσι. Τούτου τοῦ μήκους δέκα ἀφελὼν πήχεις ἀπέλαβεν ἔνδον διὰ τοῦ καταπετάσματος, καὶ τὸ ἀπειλημμένον ἐκαλεῖτο Ἅγια ἁγίων, τὸ δὲ ἔξω, Ἅγια μόνον. Καὶ χρυσῷ πάντα κατελάμπετο.