Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΡΜΓʹ ΨΑΛΜΟΝ. Εὐλογητὸς ὁ Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-46
Not analysed yet
Τί λέγεις; πολέμων διδάσκαλος ὁ Θεὸς, καὶ μάχης, καὶ παρατάξεως; Μάλιστα μέν· οὐκ ἄν τις ἁμάρτοι καὶ τὴν ἐν τούτοις νίκην αὐτῷ λογιζόμενος. Τοῦτο γάρ ἐστιν, Ὁ διδάσκων τὰς χεῖράς μου. Τουτέστιν, ὁ ποιῶν περιγενέσθαι τῶν πολεμίων, κρατεῖν, τρόπαιον ἐγείρειν. Καὶ γὰρ ἡνίκα τὸν Γολιὰθ κατέβαλεν, ἐκεῖνος ὁ τῆς νίκης αἴτιος· καὶ ἡνίκα πολλοὺς πολέμους κατώρθωσε, καὶ τρόπαια ἔστησε, καὶ αὐτάνδρους εἷλε πολεμίας τινὰς πόλεις, οὗτος αὐτὸν κρατῆσαι ἐποίησεν. Διὸ καὶ ᾄδων ἔλεγε· Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Καὶ ἐπὶ τοῦ Μωϋσέως δὲ πολλὰ τοιαῦτα εἰργάσατο. Πλὴν ἀλλ' ἔστι καὶ ἕτερος πόλεμος τούτου χαλεπώτερος, ἔνθα ἡμῖν μάλιστα τῆς ἄνωθεν ῥοπῆς δεῖ, ὅταν πρὸς τὰς ἀντικειμένας παραταττώμεθα δυνάμεις. Ὅτι δὲ πρὸς ταύτας ἡμῖν ἐστι πόλεμος, ἄκουε Παύλου λέγοντος. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· διὰ τοῦτο καὶ χαλεπώτερος, ὅτι ἐξ ἑτέρας φύσεως αἱ φάλαγγες, καὶ ταύτης ἀοράτου, καὶ ὅτι οὐ περὶ μικρῶν ὁ ἀγὼν, ἀλλὰ περὶ σωτηρίας καὶ ἀπωλείας. Ἐνταῦθα οὐκ ἔστι τοὺς σφαττομένους ἰδεῖν, οὐ τὸν καιρὸν προμαθεῖν, οὐ δυσκολίαν, οὐ τόπον, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ γὰρ καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ παιζόντων καὶ ῥᾳθυμούντων ἐπιτίθενται αὗται αἱ φάλαγγες· ὥστε πεφραγμένους καὶ διαπαντὸς δεῖ εἶναι. Οὐ γὰρ οἶδεν ἀνακωχὴν ὁ πόλεμος, οὐδὲ ἔχει κήρυκας, οὐδὲ πρέσβεις, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' ἀκήρυκτός ἐστιν ἡ μάχη· διὸ δὴ μάλιστα πάντοθεν φράττεσθαι καὶ τρέφεσθαι εὐτόνως χρή. Τροφὴ δὲ τοῦ πολέμου τούτου, καὶ ὅπλα τῶν τοιούτων στρατιωτῶν, τῶν θείων Γραφῶν ἡ ἀκρόασις. Ταύτης ὁ μὴ ἀπολαύων, λιμῷ τήκεται. Δώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἐνταῦθα τοίνυν, ὥσπερ καὶ ἐν τοῖς αἰσθητοῖς πολέμοις, τῆς ἄνωθεν χρεία ῥοπῆς. Οὐ σώζεται γὰρ, φησὶ, βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Οὕτω γοῦν οἱ πολλοὶ τοὺς πολεμίους ἐτροποῦντο, τὸ πρότερον εὐχῶν προηγουμένων, καὶ τὰς πολεμίας φάλαγγας καταβαλουσῶν. Ἔλεός μου, καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ῥύστης μου. Ὁρᾷς πάλιν ἀπὸ φιλανθρωπίας ἀξιοῦντα σώζεσθαι; Μᾶλλον δὲ καὶ ἕτερόν τι ἐνταῦθα αἰνίττεται. Δείκνυσι γὰρ διὰ τούτου καὶ λέγει, ὅτι Οὐδὲ αὐτοῦ τοῦ ἐλέους ἄξιος ἤμην, εἰ μὴ αὐτὸς ἐπένευσεν. Αὐτὸς οὖν ἐστιν Ὁ ἔλεός μου, φησίν· οὐκ ἐγὼ ἔσχον αὐτὸν ἐν τοῖς ἔργοις. Εἰ γὰρ καὶ ἔλεός ἐστιν, ἀλλ' οὐκ ἀκρίτως ἅπασιν ἔπεισιν· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Δεῖ τοίνυν, εἰ καὶ ἐλεεῖσθαι μέλλομεν, παρέχεσθαι τὰς ἀφορμὰς οἴκοθεν τῆς τοιαύτης φιλανθρωπίας. Οὗτος δὲ καὶ αὐτὸ τὸ ἐλεηθῆναι παρ' αὐτοῦ ἔχειν λέγει. Εἶδες συντετριμμένην ψυχήν; εἶδες γνώμην εὐγνώμονα, καὶ πῶς τὸ πᾶν ἀνατίθησι τῷ φιλανθρώπῳ Θεῷ; Ἀντιλήπτωρ μου, καὶ ῥύστης μου, ὑπερασπιστής μου· καὶ ἐπ' αὐτῷ ἤλπισα. Συνεχῶς περιστρέφει τὴν ἐλπίδα τὴν εἰς αὐτὸν, παιδεύων ἅπαντας μὴ βαπτίζεσθαι τοῖς δεινοῖς, ἀλλὰ καὶ ἐν μέσαις ταῖς· συμφοραῖς ἐκεῖ κεχηνέναι, μηδὲ ἀπαγορεύειν καὶ ἀναπεπτωκέναι. Αὐτὸς γάρ ἐστιν ὁ ἀντιλήπτωρ μου καὶ ῥύστης μου. Ὥστε κἂν μὴ παρ' αὐτὰ τῶν δεινῶν τὰ προοίμια ἀντιλάβηται, μηδὲ ῥύσηται, δεῖ θαῤῥεῖν. Εἰ τοίνυν αὐτός ἐστιν ἀντιλήπτωρ, πάντας ἀπαλλάξει τῶν δεινῶν. Ἐλπὶς γὰρ μάλιστα τότε ἐστὶν, ὅταν τῶν ὁρωμένων εἰς ἀπόγνωσιν ἐμβαλλόντων, αὕτη θαῤῥεῖν ὑπὲρ μέλλοντος παρασκευάζῃ. Ὁ ὑποτάσσων λαόν μου ὑπ' ἐμέ. Καλῶς οὕτως εἶπε. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς ἄνωθεν χρεία βοηθείας, ὥστε εἴκειν τοὺς ὑπηκόους, καὶ μὴ στασιάζειν, μηδὲ κατεξανίστασθαι. Οὐκ ἄρα ἐν τῇ τῶν ἐχθρῶν καὶ τῶν πολεμίων ὑποταγῇ, ἀλλὰ καὶ ἐν τῇ τῶν οἰκείων πολλῆς ἡμῖν τῆς ἄνωθεν δεῖ ῥοπῆς. Καὶ γὰρ καὶ τοῦτο μέγα ἐστὶ, τὸ τοὺς οἰκείους εὖ διαθεῖναι, καὶ οὐκ ἔλαττον τοῦ τῶν ἐχθρῶν περιγενέσθαι. Πολλοὶ γοῦν πολλάκις ἐν πολέμοις μὲν τρόπαια ἔστησαν, ἐν εἰρήνῃ δὲ κατεκόπησαν, τῶν ἀρχομένων οὐκ εἰδότες φέρειν τὰς ἡνίας. Οὐκ ἄρα ἐν τῇ δυνάμει τῆς βασιλείας ἐστὶ τὸ ὑποτετάχθαι τὰ στρατόπεδα, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ. Ὥσπερ δὲ ἀπὸ ταύτης αἱ τῶν πολεμίων νῖκαι, οὕτω καὶ αἱ τῶν οἰκείων ὑποταγαί. Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Ἕτερος. Τί ἄνθρωπος, καὶ γνώσῃ αὐτόν; Ἕτερος, Ὅτι γνωρίζεις αὐτόν; Ἄρα μέγαν τινὰ εἶναι χρὴ τὸν μέλλοντα τὸν Θεὸν γνωρίζειν, μᾶλλον δὲ τὸν μέλλοντα γνωρίζεσθαι παρ' αὐτοῦ· οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ ἐκεῖνον, ᾧ μέλλει γνωρίζειν ἑαυτὸν ὁ Θεός. Διὸ καὶ ἄριστα εἰρήκασιν οἱ Ἑβδομήκοντα τὸ, Ἐγνώσθης αὐτῷ, δεικνύντες ὅτι οὐχ ἡμεῖς αὐτὸν εὕρομεν, ἀλλὰ αὐτὸς εὑρέθη. Οὐ γὰρ εἶπε, Τί ἐστιν ἄνθρωπος ὁ γνωρίσας σε, ἀλλὰ, Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ;