Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΡΜΒʹ ΨΑΛΜΟΝ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 6.1-19
Not analysed yet
Εἶδες θλιβομένην ψυχὴν καὶ θορυβουμένην; Πρὸ γὰρ τῆς πείρας ἀκοῦσαι βούλεται, ὥστε ταῖς ἐλπίσιν ὀρθωθῆναι καὶ τῇ προσδοκίᾳ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀνάστησόν με ἀπὸ τῆς ἐπαγγελίας. Εἶτα καὶ τὴν δικαιολογίαν τοῦ τυχεῖν προστίθησι, λέγων· Ὅτι ἐπὶ σοὶ ἤλπισα. Οὐδὲν γὰρ ὁ Θεὸς οὕτως ἐπιζητεῖ, ὡς τὸ διηνεκῶς πρὸς αὐτὸν κεχηνέναι. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι· ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Τί λέγεις; καὶ τῆς φύσεως ἐχούσης τὸν νόμον τὸν ἐξ ἀρχῆς ὑπὸ τοῦ Θεοῦ ἐντεθέντα, καὶ τῶν γραμμάτων αὐτὸν ἀνανεούντων τῶν Μωσαϊκῶν, πῶς ἀξιοῖς λέγων πάλιν, Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι; Ἢ οὖν τοῦτό ἐστιν εἰπεῖν· Ἐπεὶ ὑπὸ τῆς κακίας κατεχώσθη μου τὸ συνειδὸς, ἀξιῶ αὐτὸ ἀνανεωθῆναι. Ἢ ὁδὸν ἐνταῦθα τὰ πολλὰ τῶν ἀγνοουμένων ἀνθρώποις λέγει, ὥσπερ καὶ Παῦλος δείκνυσι, λέγων· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Εἰ δὲ Παῦλος ἀγνοεῖ μετὰ τοσαύτην γνῶσιν, τί θαυμάζεις εἰ οὗτος ταῦτα λέγει; Ὅρα δὲ αὐτὸν οὐδὲν αἰσθητὸν ἐνταῦθα ζητοῦντα, ἀλλὰ τὴν ὁδὸν τὴν πρὸς Θεὸν φέρουσαν, καὶ οἴκοθεν παρέχοντα τὰς ἀρχάς. Οὐ γὰρ ἁπλῶς εἶπε· Γνώρισόν μοι, Κύριε, τὴν ὁδὸν τὴν πρὸς σὲ φέρουσαν, ἀλλὰ τί; Ἐπειδὴ πρὸς σὲ ἦρα τὴν ψυχήν μου· τουτέστι, Πρὸς σὲ κέχηνα, πρὸς σὲ βλέπω. Τούτοις γὰρ μάλιστα ὁ Θεὸς γνωρίζει. Διὸ περὶ Ἰουδαίων ἔλεγεν, ἐρωτώμενος διὰ τί ἐν παραβολαῖς λαλεῖ αὐτοῖς· Ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσι. Τὸ δὲ, Ἦρα, Μετέστησα, ἢ μετέθηκα πρὸς σὲ [τὴν] ψυχήν μού ἐστιν. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Ὅρα πανταχοῦ τὰς αἰτίας καὶ παρὰ τοῦ δεομένου προσφερομένας. Μὴ ἀποστρέψῃς, φησὶ, τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, ὅτι ἤλπισα ἐπὶ σέ. Γνώρισόν μοι ὁδὸν, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Οὐκ εἶπε, Δίδαξόν με τὸ θέλημά σου, ἁπλῶς, ἀλλὰ, Τοῦ ποιεῖν τὸ θέλημά σου· τουτέστιν, Εἰς τὰ ἔργα αὐτὰ ἐμβίβασον. Τῆς γὰρ ἄνωθεν ῥοπῆς χρεία, καὶ ἐκεῖθεν τῆς διδασκαλίας, ὥστε βαδίζειν τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν· οὐχ ἡμῶν ἀργούντων, ἀλλὰ καὶ ἡμῶν τὰ παρ' ἑαυτῶν εἰσφερόντων. Ὅτι σὺ εἶ ὁ Θεός μου. Ὁρᾷς τὰς αἰτήσεις αὐτοῦ πνευματικάς; Οὐ γὰρ περὶ χρημάτων καὶ δυναστείας, καὶ δόξης, ἀλλ' ὑπὲρ τοῦ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν, προσάγει τὴν αἴτησιν· ὅπερ ἐστὶ θησαυρὸς τῶν ἀγαθῶν ἁπάντων, καὶ πλοῦτος ἀνελλιπὴς, καὶ εὐημερίας ἀρχὴ, καὶ ῥίζα, καὶ μέσα, καὶ τέλος. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ὁρᾷς πῶς μανθάνομεν, πῶς διδασκόμεθα ἀνύειν τὴν ὁδὸν διὰ τοῦ Πνεύματος τοῦ ἁγίου; Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Ἐν γῇ εὐθείᾳ. Κατὰ μὲν τὴν ῥῆσιν, τὴν πατρίδα αὐτοῦ φησι· κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν. Ἄλλος δέ φησι· Διὰ γῆς ὁμαλῆς. Οὐδὲν γὰρ λειότερον ἀρετῆς, θορύβων ἀπηλλαγμένης καὶ ταραχῆς. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ὁρᾷς πάλιν ἐπὶ τὸν Θεὸν καταφεύγοντα, οὐ παῤῥησίᾳ βίου θαῤῥοῦντα; Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Ἄλλος φησίν· Ἐν τῇ ἐλεημοσύνῃ σου. Ὁρᾷς πῶς ἀληθὲς, ὅπερ ἔμπροσθεν ἔλεγον, ὅτι πολλαχοῦ τὴν δικαιοσύνην αὐτοῦ φιλανθρωπίαν καλεῖ; Ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Εὔχεσθε γὰρ, φησὶ, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Οὐκ ἐπειδὴ, φησὶν, ἐγὼ ἄξιος, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν ἀπάλλαξόν με τῶν πολεμούντων με, ἐλευθέρωσον τῶν ἐπιβουλευόντων, δὸς ἀναπνεῦσαι μικρὸν ἀπὸ τῆς θλίψεως. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί. Ὅρα πάλιν τὴν αἰτίαν κειμένην. Οὐ γὰρ ἔστιν ἁπλῶς ἐπιτυγχάνειν τῶν αἰτήσεων, ἀλλὰ πανταχοῦ παρασκευάζειν ἑαυτοὺς ἀξίους χρὴ τοῦ λαμβάνειν ἅπερ αἰτοῦμεν, καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν, καὶ οὕτω προσιέναι. Οὐ γὰρ ἀρκεῖ μόνον τῆς εὐχῆς ἡ φύσις· ἐπεὶ καὶ Ἰουδαῖοι ηὔχοντο, καὶ ἤκουον· Κἂν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Καὶ τί θαυμάζεις, εἰ οἱ Ἰουδαῖοι οὐκ ἠκούοντο, ὅπου γε καὶ Ἱερεμίας ὑπὲρ αὐτῶν παρακαλῶν ἐπετιμᾶτο, καὶ ἅπαξ καὶ δὶς ἀκούει· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Καὶ τί θαυμάζεις εἰ Ἱερεμίας οὐκ εἰσακούσηται; Κἂν Νῶε, φησὶ, κἂν Ἰὼβ, κἂν Δανιὴλ στῶσιν, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ἐξέλωνται. Ταῦτα τοίνυν εἰδότες, μὴ μόνον εὐχώμεθα, ἀλλὰ μετὰ τῶν εὐχῶν ἀξίους ἑαυτοὺς παρασκευάζωμεν τοῦ λαβεῖν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.