Ancient Greek · ~21 min
ΕΙΣ ΤΟΝ ΡΜΔʹ ΨΑΛΜΟΝ. Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου· καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-47
Not analysed yet
Μετὰ ἀκριβείας τούτῳ μάλιστα προσέχειν ἄξιον τῷ ψαλμῷ. Οὗτος γάρ ἐστιν ὁ τὰ ῥήματα ἔχων ταῦτα, ἅπερ οἱ μεμυημένοι συνεχῶς ὑποψάλλουσι, λέγοντες· Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ὁ γὰρ γενόμενος υἱὸς καὶ τραπέζης ἀπολαύων πνευματικῆς, δοξάζειν δίκαιος ἂν εἴη τὸν πατέρα. Υἱὸς γὰρ, φησὶ, δοξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. Γέγονας υἱὸς καὶ τραπέζης ἀπολαύων πνευματικῆς, σιτούμενος τὰς σάρκας καὶ τὸ αἷμα τὸ ἀναγεννῆσάν σε· ἀποδίδου τοίνυν τῆς τοσαύτης εὐεργεσίας τὴν ἀμοιβὴν, καὶ δόξαζε τὸν τοιαῦτα παρεσχηκότα, καὶ ἀναγινώσκων τὰ ῥήματα ῥύθμιζέ σου τὴν γνώμην πρὸς τὰ λεγόμενα· καὶ λέγων, Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου, πολλὴν ἐπιδείκνυσο τὴν οἰκείωσιν, ἵνα καὶ περὶ σοῦ λέγῃ ὁ Θεὸς, ὥσπερ καὶ περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακώβ· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἂν γὰρ σὺ λέγῃς, Ὁ Θεός μου, ὁ βασιλεύς μου, καὶ μὴ λέγῃς μόνον, ἀλλὰ καὶ τὴν ἀγάπην ἐπιδεικνύῃς τοιαύτην, καὶ αὐτὸς τὰ αὐτὰ ἐρεῖ περὶ σοῦ, Ὁ δοῦλός μου, καὶ Ὁ θεράπων μου· ὃ καὶ περὶ τοῦ Μωϋσέως εἴρηται. Καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εἶδες καὶ τῆς μελλούσης ζωῆς τὰ προοίμια πῶς ἐνδείκνυται; Εὐλογίαν δὲ ἐνταῦθα λέγει, οὐ τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων. Οὕτω γοῦν καὶ ὑψοῦται Θεὸς, οὕτω καὶ εὐλογεῖται. Τοῦτο καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν, Ἁγιασθήτω τὸ ὄνομά σου, τουτέστι, δοξασθήτω. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερος, Εἰς αἰῶνα διηνεκῶς. Τοῦτο μάλιστα ψυχῆς εὐλαβοῦς, τὸ τῶν βιωτικῶν ἀπαλλαγεῖσαν πραγμάτων τοῖς ὕμνοις ἀνακεῖσθαι. Καὶ γὰρ αἰσχρὸν ἂν εἴη τὸν λογικὸν ἄνθρωπον, καὶ τῶν ὁρωμένων ἁπάντων τιμιώτερον, ἔλαττον τῆς κτίσεως φέρειν κατὰ τὸν τῆς εὐφημίας λόγον· οὐκ αἰσχρὸν δὲ μόνον, ἀλλὰ καὶ ἄτοπον. Πῶς δὲ οὐκ ἄτοπον, εἴ γε αὐτὴ μὲν καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ἀναπέμπει τῷ Δεσπότῃ δοξολογίαν, Οἱ γὰρ οὐρανοὶ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ἥλιός τε καὶ σελήνη, καὶ ὁ ποικίλος τῶν ἄστρων χορὸς, καὶ τῶν ἄλλων ἁπάντων ἡ εὐταξία τὸν οἰκεῖον κηρύττει δημιουργόν. Ὁ τοίνυν ἁπάντων τούτων τιμιώτερος, μὴ ποιῶν τοῦτο, ἀλλὰ καὶ βίον παρέχων δι' ὃν βλασφημία προστρίβεται τῷ ποιήσαντι αὐτὸν Θεῷ, ποίας ἄρα ἔσται συγγνώμης ἄξιος ὁ τοιοῦτος; τίνος δὲ ἀπολογίας, ὅταν διὰ τοῦτο γενόμενος, ἵνα ἀρέσῃ τῷ φιλανθρώπῳ Θεῷ, καὶ τῆς βασιλείας ἀπολαύσῃ τῶν μελλόντων, τούτου μὲν μὴ πολὺν ποιῆται τὸν λόγον, πραγματείαις δὲ βιωτικαῖς καὶ μερίμναις ἑαυτὸν κοσμικαῖς περιβάλλῃ; Ἀλλ' οὐχ οὗτος τοιοῦτος, ἀλλὰ διὰ παντὸς τοῦ βίου αἶνον ἀνέφερε τῷ Θεῷ, τὸν διὰ τῶν ῥημάτων, τὸν διὰ τῶν πραγμάτων. Καὶ γὰρ πολλῶν ἐσμεν ὀφειλέται αὐτῷ, ὅτι τε οὐκ ὄντας ἐποίησεν, καὶ ὅτι τοιούτους εἰργάσατο, ὅτι γενομένους διακρατεῖ, καὶ ὅτι καθ' ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ ἰδίᾳ, καὶ λάθρᾳ καὶ φανερῶς καὶ εἰδότων καὶ οὐκ εἰδότων. Τί γὰρ ἄν τις εἴποι τὰ ὁρώμενα, ἃ δι' ἡμᾶς ἐποίησε; τὴν διακονίαν αὐτῶν, ἣν παρέχεται, τοῦ σώματος τὴν διάπλασιν, τῆς ψυχῆς τὴν εὐγένειαν, τὴν καθ' ἑκάστην ἡμέραν οἰκονομίαν, τὴν διὰ τῶν θαυμάτων, τὴν διὰ τῶν νόμων, τὴν διὰ τῶν τιμωριῶν, τὴν ποικίλην αὐτοῦ πρόνοιαν καὶ ἀκατάληπτον, τὸ κεφάλαιον τῶν ἀγαθῶν, ὅτι οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο δι' ἡμᾶς, τὰ δοθέντα ἤδη διὰ τοῦ βαπτίσματος, διὰ τῶν μυστηρίων, τὰ μέλλοντα δοθήσεσθαι, τὰ ἀπόῤῥητα ἀγαθὰ ἐκεῖνα, τὴν βασιλείαν, τὴν ἀνάστασιν, τὴν λῆξιν τὴν πάσης μακαριότητος γέμουσαν; Ἂν γὰρ ἕκαστόν τις τούτων καταλέγῃ, εἰς πέλαγος ἄφατον ἐμπεσεῖται εὐεργεσιῶν, καὶ ὄψεται πόσων ἐστὶν ὑπεύθυνος τῷ φιλανθρώπῳ Θεῷ· οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ καὶ διὰ ταύτην ὀφείλεται αὐτῷ παρ' ἡμῶν αἶνος, καὶ εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συνεχής. Τοῦτο γοῦν αὐτὸ δηλῶν καὶ ὁ προφήτης, Μέγας Κύριος, φησὶ, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἐπειδὴ γὰρ εἶπεν, Εὐλογήσω καὶ αἰνέσω, δείκνυσιν ὅτι οὐ χρείαν ἔχει τῶν παρ' ἡμῶν αἴνων, οὐδὲ τῶν εὐλογιῶν, οὐδὲ προστίθεται αὐτοῦ τι τῇ δόξῃ παρὰ τῆς τῶν διακονουμένων εὐφημίας. Ἀκήρατος γὰρ αὐτοῦ ἡ οὐσία καὶ ἀνενδεὴς οὖσα, οὐδενὸς ἑτέρου προσδεῖται. Οἱ δὲ αἰνοῦντες αὐτὸν, αὐτοὶ λαμπρότεροι γίνονται. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ ὑπερέχον αὐτοῦ τῆς δόξης ὀφείλεται αὐτῷ εὐφημία παρ' ἡμῶν. Διὸ καὶ τοῦτο δηλῶν εἶπε, Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα τουτέστιν, οὐδενὸς δεόμενος. Τί ἐστιν, Αἰνετός; Εὐφημιῶν ἄξιος, ἐγκωμίων καὶ ὕμνων· οὐχ ἁπλῶς, Αἰνετὸς, ἀλλὰ καὶ, Σφόδρα· διὸ καὶ τοῦτο προσέθηκε· πόσον δὲ αἰνετὸς οὐ δυνάμενος παραστῆσαι τῷ λόγῳ, ἐπήγαγε· Καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας· ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐξεύρεσις, εἶπεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπεὶ μέγαν ἔχεις Δεσπότην, γενοῦ καὶ σὺ ὑψηλὸς, καὶ τῶν βιωτικῶν ἀπαλλάγηθι πραγμάτων. Λάβε φρόνημα ἀνώτερον τῆς ταπεινότητος τῶν παρόντων, οὐχ ἵνα ἀπονενοημένος γένῃ καὶ ἀλαζὼν, ἀλλ' ἵνα μεγαλόφρων καὶ μεγαλόνους. Ἕτερον γὰρ ἀλαζονεία, καὶ ἕτερον μεγαλοψυχία. Ἀλαζὼν μὲν γάρ ἐστιν ὁ ἐπὶ τοῖς μικροῖς κομπάζων, καὶ τῶν ὁμοδούλων ὑπερορῶν· ὑψηλὸς δὲ ὁ ταπεινὸς τὴν διάνοιαν. καὶ τὰς φαντασίας τοῦ παρόντος βίου οὐδὲν εἶναι νομίζων.