Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΜΓʹ ΨΑΛΜΟΝ. Εὐλογητὸς ὁ Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 5.1-23
Not analysed yet
Εἶτα πάλιν αἰτεῖ ἅπερ ἔμπροσθεν ᾔτησε, συνεχῶς προσπίπτων καὶ παρακαλῶν, ὥστε ἀπαλλαγῆναι πονηρῶν ἀνθρώπων, οὕτω λέγων· Ἐκ ῥομφαίας πονηρᾶς ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τὰς εὐπραγίας ἐνταῦθα διαγράφει τὰς κοσμικὰς καὶ τὸν πλοῦτον, καὶ τίθησιν ὅπερ ἐστὶ πρῶτον, τὸ παῖδας ἔχειν σφριγῶντας καὶ ἀκμάζοντας, καὶ ἐξ ἑκατέρας τῆς φύσεως. Ἐπήγαγε γοῦν· Αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Μετὰ τῆς νεότητος τὴν πολλὴν χλιδὴν ἐνδείκνυται, καὶ τὰ κρήδεμνα αὐτῶν καὶ τὸν γυναικεῖον ὑπογράφει κόσμον, ἅπερ ἐκ πολλῆς εὐημερίας γίνεται. Ἔπειτα ὃ δεύτερον εἶναι δοκεῖ, τάχα δὲ νῦν ἐστι πρῶτον, πάλιν τὸν πλοῦτον ὑπογράφει λέγων· Τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. Τί ἐστιν, Ἐξερευγόμενα; Στενοχωρούμενα. Ἀχώρητός ἐστι τοῖς ταμιείοις ὁ πλοῦτος, φησί. Τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. Οἱ βόες αὐτῶν παχεῖς. Καὶ αὕτη δὲ οὐ μικρὰ εὐπραγία ἐδόκει εἶναι. Παρὰ γὰρ τοῖς παλαιοῖς ἐν τούτοις ὁ πλοῦτος ἦν, ἐν βουκολίοις καὶ ποιμνίοις καὶ σπέρμασι, πρὶν ἢ τὴν βλακείαν εὑρεθῆναι τὴν νῦν. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος. Τουτέστι, πολλῆς ἀπολαύει καὶ τὰ γεώργια φυλακῆς, πολλῆς τῆς ἐπιμελείας, πολλῆς τῆς σπουδῆς, κομώντων τῶν καρπῶν, τῶν φραγμῶν ἑστώτων, τῆς ἀμπέλου φυτευομένης πάντοθεν καὶ περιτειχιζομένης. Οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Ἄλλος, Ἐν ταῖς ἐπαύλεσιν αὐτῶν. Ἄλλο εὐημερίας εἶδος, ὅπερ οὐ παντὶ συγκεκλήρωται πλούτῳ· τουτέστιν, εἰρήνη καὶ ἄδεια καὶ ἀσφάλεια· οὐδεὶς ὁ ἐπιβουλεύων, οὐδεὶς ὁ πολεμῶν, ἀλλ' οὐδὲ θόρυβος, οὐδὲ ταραχή. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι. Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Εἶδες ἀρετὴν ἀνδρός; Θεὶς γὰρ ἅπαντα τὸν πλοῦτον, καὶ ἐπελθὼν αὐτὸν τῷ λόγῳ, εἶτα τὴν ψῆφον τῶν πολλῶν προσθεὶς τὴν περὶ αὐτὸν, αὐτὸς οὐδὲν ἐκ τούτων ἀνθρώπινον πάσχει, οὐδὲ ζηλωτοὺς εἶναι νομίζει τοὺς ταῦτα κεκτημένους, ἀλλὰ ταῦτα πάντα παραδραμὼν ἐπὶ τὸν ἀληθῆ θησαυρὸν τὸν μακαρισμὸν ἐκτείνει. Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, ἐμακάρισαν τοὺς ταῦτα ἔχοντας· ἐγὼ δὲ μακαρίζω τὸν λαὸν, Οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· ἑνὶ τούτῳ πᾶσαν αὐτῶν τὴν εὐπορίαν ἐνδειξάμενος, τὴν εὐθηνίαν τῶν ἀγαθῶν, τὸν πλοῦτον. Ἐκεῖνα μὲν γὰρ παραῤῥεῖ καὶ παρέρχεται, οὗτος δὲ ὁ μακαρισμὸς μένει διηνεκῶς, ἀντὶ προβάτων καὶ παίδων καὶ βοῶν καὶ φραγμοῦ καὶ ἀμπελῶνος, ὁ τοῦ Θεοῦ μακαρισμὸς μέλλων εἶναι καὶ πλοῦτος καὶ ἀσφάλεια καὶ τεῖχος ἀκαταγώνιστον. Ταῦτα τοίνυν ἀκούοντες, μηδενὶ τούτων θορυβεῖσθε, ἀλλὰ τὰς σκιὰς παρατρέχοντες, τῆς ἀληθείας ἀντέχεσθε. Καὶ γὰρ προλαβὼν εἶπεν, ὅτι Ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ, Αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν. Ἂν τοίνυν ἅπασι τούτοις ἴδῃς τινὰς περιῤῥεομένους καὶ πονηρίᾳ συζῶντας, κἂν ἡ οἰκουμένη αὐτοὺς μακαρίζῃ, ταλάνιζε, καὶ ἀθλίους εἶναι νόμιζε σύ· τοὺς δὲ ἀνακειμένους τῷ Θεῷ ζηλωτοὺς ἡγοῦ καὶ μακαρίους. Καὶ τοῦτον ἀεὶ πάντες ζητήσωμεν τὸν πλοῦτον, καὶ τοῦτον τὸν μακαρισμόν· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.