Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 10.1-4
Not analysed yet
Τινὲς μὲν οὖν φασι, τὸν τάφον αἰνίττεσθαι διὰ τούτων τὸν προφήτην, ἄλλοι δὲ, τὸ ἐνηλλαγμένον τῆς χρίσεως δηλοῦν. Οὐ γὰρ ἐκ τούτων τῶν μύρων τὸ χρῖσμα συνέκειτο τὸ παλαιὸν, ἀλλ' ἐξ ἑτέρων. Καὶ ἵνα μάθῃς, ὅτι ἕτερος χρίσεως τρόπος οὗτός ἐστι, τῇ διαφορᾷ τῶν ὑλῶν τὴν διαφορὰν τῆς ἐνεργείας ἐδήλωσε. Τὸ δὲ, Ἀπὸ τῶν ἱματίων σου, δείκνυσιν, ὅτι καὶ τὰ ἱμάτια αὐτοῦ τῆς χάριτος ἔγεμεν. Οὕτω γοῦν ἡ αἱμόῤῥους τοὺς τῶν αἱμάτων ἔπτησε κρουνοὺς, τοῦ κρασπέδου ἁψαμένη. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο ἐκληπτέον, οὐδεὶς κωλύει λόγος· ἀμφότερα γὰρ ἐμοὶ ἀποδεκτά. Ὥσπερ οὖν (οὐδὲν γὰρ κωλύει πάλιν τὰ αὐτὰ λέγειν) τόξον καὶ ῥομφαίαν ἀκούων. καὶ ὅσα τοιαῦτα, οὐκ αἰσθητῶς ἀκούεις· οὕτω μηδὲ σμύρναν, μηδὲ κασσίαν ἀκούσας, αἰσθητῶς νοήσῃς, ἀλλὰ νοερῶς. Ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ἄλλος φησὶν, Ἀπὸ ναῶν ἐλεφαντίνων, ὅθεν εὔφρανάν σε, ἐν τῷ τιμᾷν σε. Ἄλλος, Ἐν τοῖς ἐνδόξοις σου. Εἰπὼν ἃ κατώρθωσε, λέγει καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων αὐτοῦ ἀκολουθήσασαν τιμήν· ὅτι ἐν ναοῖς μέλλει προσκυνεῖσθαι πολυτίμοις. Τὸ γὰρ παλαιὸν αὕτη μάλιστα ἡ ὕλη τιμία, καὶ περισπούδαστος ἦν ἡ ἀπὸ τῶν ἐλεφαντίνων. Διὸ καὶ ἄλλος προφήτης ἔλεγεν· Οὐαὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων. Καὶ δείκνυσι πάλιν ὅτι τὸ κήρυγμα οὐκ ἰδιωτῶν ἅψεται μόνον, ἀλλὰ καὶ βασιλείας ὑποτάξει, καὶ ἀναστήσουσιν αὐτῷ οἴκους πολυτίμους. Ταῦτα ἤδη ὁρᾶται ἐπὶ τῶν πραγμάτων γινόμενα. Βουλόμενος γὰρ ὁ προφήτης δεῖξαι τοῦ κηρύγματος τὴν ἰσχὺν, λέγει πῶς εἷλε, πῶς ἐχειρώσατο γυναῖκας, ἄνδρας ἰδιώτας, πλουσίους, αὐτοὺς τοὺς τὰ διαδήματα περικειμένους, καὶ τὰς συνοικούσας αὐτοῖς, ὡς πανταχοῦ ναοὺς ἐγείρειν τῷ Θεῷ. Εἶτα ἐπειδὴ λοιπὸν εἰς τοῦτον ἐξέβη τὸν λόγον, πλατύτερον αὐτὸν ὑφαίνει, τοὺς θεραπευτὰς αὐτοῦ καὶ ἱκέτας ὑπογράφων. Καὶ πῶς λαοὶ ὑπέπεσον δεικνὺς, πῶς τῆς καρδίας αὐτῶν ἥψατο, πῶς τῶν ἐχθρῶν περιεγένετο, πῶς ἡ δεξιὰ αὐτοῦ κατευώδωσεν αὐτῷ, πῶς ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην κατεφύτευσε· καὶ πάλιν μεταφορικῶς κέχρηται τῷ λόγῳ, ὥσπερ ἐν εἰκόνι τὴν Ἐκκλησίαν ὑπογράφων, καὶ ἅπερ μετὰ ταῦτα οἱ ἀπόστολοι εἰρήκασιν, ὁ μὲν λέγων· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ὁ δὲ, Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμον τῷ υἱῷ αὐτοῦ· ταῦτα καὶ οὗτος προαναφωνεῖ, τὴν νύμφην εἰσάγων ὁμοῦ καὶ βασιλίδα· διό φησι, Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Ἄλλος, Ἐστηλώθη, τουτέστι, βεβαίως ἔστη, ἀκινήτως ἔστη, ὅπερ ὁ Χριστὸς ἀλλαχοῦ φησιν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Εἶδες τιμῆς ὑπερβολήν; εἶδες ὄγκον ἀξιώματος; τὴν πεπατημένην, τὴν κάτω συρομένην εἰς ὅσον ὕψος ἀνήγαγεν, ὥστε αὐτῷ παρεστάναι; ἔγνως, ἡ αἰχμάλωτος, ἡ ἀπηλλοτριωμένη, ἡ πόρνη, ἡ ἐναγὴς, εἰς ὅσον ἀνέβη ἀξίωμα; Μετὰ τῶν λειτουργικῶν παρέστηκε δυνάμεων. Ὁ μὲν γὰρ Υἱὸς, ἅτε ὁμότιμος ὢν, ἐκ δεξιῶν κάθηται, αὕτη δὲ ἕστηκεν. Εἰ γὰρ καὶ βασίλισσά ἐστιν, ἀλλὰ κτιστῆς οὐσίας ἐστί. Πῶς οὖν ὁ Παῦλός φησι· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ; Ἀλλὰ πρόσεχε τῇ ἀκριβείᾳ. Οὐχ ἁπλῶς εἶπε, Συνήγειρε καὶ συνεκάθισεν· ἀλλ', Ἐν Χριστῷ· τουτέστι, διὰ Χριστοῦ. Ἐπειδὴ γὰρ ἡ κεφαλὴ ἡμῶν ἄνω, φησὶν, ἐστὶν, ἡμεῖς δὲ σῶμα, τῆς κεφαλῆς ἄνω καθημένης, καὶ ἡμεῖς τῆς τιμῆς μετέχομεν, εἰ καὶ ἑστήκαμεν. Ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄλλος, Ἐν διαδήματι χρυσοῦ ἐκ Σουφείρ. Ὥσπερ ἐπὶ τοῦ βασιλέως οὐ τόξα καὶ βέλη νοοῦμεν, οὕτω μηδὲ ἐπὶ τῆς νύμφης ἱμάτια νόει· ἀλλὰ διὰ τῶν αἰσθητῶν θεοπρεπῆ νοήματα ἐκλάμβανε. Ἵνα γὰρ μηδέν τι τοιοῦτόν τις ὑποπτεύσῃ, ἐπήγαγε λέγων· Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Καὶ μὴν τὰ ἱμάτια μάλιστα πάντων ἔξωθεν, καὶ χάριν τῶν ὁρωμένων ἐστὶν, ἀλλ' ὅταν ᾖ σωματικά· ὅταν δὲ περὶ πνευματικῶν ὁ λόγος ᾖ, ἔνδον στρέφε τὸ ὄμμα τῆς διανοίας. Τοῦτο τὸ ἱμάτιον ὁ βασιλεὺς ὕφηνε, καὶ ἐνέδυσεν αὐτὴν διὰ τοῦ βαπτίσματος. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Πρὸ γὰρ τούτου γυμνὴ ἦν καὶ ἀσχημονοῦσα, προκειμένη πᾶσι τοῖς παραπορευομένοις ὁδόν· ἀφ' οὗ δὲ τὸ ἱμάτιον ἐνεδύσατο τοῦτο, πρὸς τὸ ὕψος ἀνηνέχθη ἐκεῖνο, καὶ τῆς ἐκ δεξιῶν στάσεως ἠξιώθη. Καλῶς δὲ αὐτὸ καὶ ποικίλον φησίν. Οὐ γὰρ μονοειδὲς τὸ ἱμάτιον. Οὐ γὰρ ἐκ χάριτός ἐστι σωθῆναι μόνον, ἀλλὰ χρεία καὶ πίστεως, καὶ μετὰ τὴν πίστιν καὶ ἀρετῆς. Ἀλλὰ νῦν οὐ περὶ ἱματίων ὁ λόγος. Οὐδὲ γὰρ τῷ Πνεύματι τοσαύτη σπουδὴ ἦν, ὥστε ἱμάτια γυναικὸς διαγράφειν χρυσᾶ. Εἰ γὰρ ταῖς καλλωπιζομέναις γυναιξὶν ὁ Ἡσαΐας ἐγκαλεῖ, καὶ πανταχοῦ τὰ τῆς τρυφῆς ἐκβέβληται· πῶς ἂν ἐνταῦθα ἐπῄνεσε γυναῖκα καλλωπιζομένην; Ἄκουσον, θύγατερ; καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλ λους σου. Ἄλλος φησὶν, Ἵνα ἐπιθυμήσῃ. Ὅτι αὐτός ἐστι Κύριός σου. Ἄλλος, Αὐτὸς γὰρ Κύριός σου. Καὶ προσκυνήσουσιν αὐτῷ. Ἄλλος, Καὶ προσκύνει αὐτῷ. Καὶ θυγάτηρ Τύρου ἐν δώροις. Ἄλλος, Ἡ δὲ θυγάτηρ κραταιὰ δῶρα οἴσει. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.