Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 11.1-4
Not analysed yet
Ὁρᾷς πῶς οὐδὲν αἰσθητόν; πῶς οὐδὲν σωματικὸν, ἀλλὰ πάντα νοερά; Πῶς γὰρ ἡ νύμφη θυγάτηρ τοῦ αὐτοῦ ἐστι; πῶς δὲ ἡ θυγάτηρ νύμφη; Ἐπὶ μὲν τῶν σωματικῶν οὐκ ἔνι τοῦτο ἀλλ' ἕτερον τοῦτο, καὶ ἕτερον ἐκεῖνο· ἐπὶ δὲ τοῦ Θεοῦ ἀμφότερα ἔνι. Αὐτὸς γὰρ αὐτὴν ἀνεγέννησε διὰ τοῦ βαπτίσματος, αὐτὸς αὐτὴν καὶ ἡρμόσατο. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Δύο αὐτῇ παρέσχε, καὶ διδασκαλίαν τὴν διὰ τῶν ῥημάτων, καὶ ὄψιν τὴν διὰ τῶν θαυμάτων, καὶ τὴν διὰ τῆς πίστεως· καὶ τὰ μὲν ἔδωκεν, τὰ δὲ ἐπηγγείλατο. Ἄκουσον τοίνυν τῶν ῥημάτων τῶν ἐμῶν, ἴδε μου τὰ θαύματα καὶ τὰ ἔργα, καὶ ἀνέχου τῶν παραινέσεων. Καὶ ὅρα ποῖον παράγγελμα ποιεῖται πρότερον. Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ἐπειδὴ γὰρ ἐξ ἐθνῶν αὐτὴν ἡρμόσατο, τοῦτο αὐτῇ πρότερον παραγγέλλει, ἀποξῦσαι τὴν συνήθειαν ἐκείνην, ἀποστῆσαι τῆς μνήμης, ἐκβαλεῖν αὐτὰ τῆς διανοίας, μὴ μόνον αὐτὰ φυγεῖν, ἀλλὰ μηδὲ μεμνῆσθαι αὐτῶν παραινῶν. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ὅταν δὲ εἴπῃ καὶ λαὸν καὶ οἶκον, πάντα τὰ ἐκεῖ πραττόμενα λέγει παρ' αὐτῶν, καὶ βίον καὶ δόγματα. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὁρᾷς ὅτι οὐ περὶ σωματικοῦ κάλλους ὁ λόγος· ἂν γὰρ ταῦτα ποιήσῃς, τότε ἔσῃ καλὴ, τότε ὁ βασιλεὺς ἐπιθυμήσει τοῦ κάλλους. Καὶ μὴν σωματικὸν κάλλος ταῦτα οὐκ ἐργάζεται. Καὶ γὰρ ἐν ἀπίστοις ὁρῶμεν κάλλος σωματικὸν, καὶ γυναῖκας εὐμόρφους Ἑλληνίδας οὔσας. Ἀλλ' ἵνα μάθῃς. ὅτι οὐ περὶ σωματικοῦ κάλλους ὁ λόγος, ἐκ τῆς ὑπακοῆς αὐτοῦ συνίστασθαι τοῦτό φησιν· ἡ ὑπακοὴ δὲ οὐ τὸ σωματικὸν κάλλος συνίστησιν, ἀλλὰ τὸ ψυχικόν. Ἐὰν γὰρ ταῦτα ποιήσῃς, φησὶ, τότε ἔσῃ καλὴ, τότε ἐπέραστος τῷ νυμφίῳ. Ὅτι αὐτός σου ἐστὶ Κύριος. Ἰδοὺ ὁ πατὴρ καὶ νυμφίος καὶ δεσπότης ἀνεφάνη. Ἐπειδὴ γὰρ ἐπέταξεν ἀποστῆναι πατρῶν, ἐπιλαθέσθαι λαῶν, ἐκβαλεῖν τὴν συνήθειαν, δείκνυσι τῶν ἐπιταγμάτων τὸ δικαίωμα μέγιστον ὂν, καὶ πολλὴν οὖσαν τὴν ἀκολουθίαν τοῦ λόγου, καὶ ὀφεῖλον τοῦτο γενέσθαι. Εἰ γὰρ καὶ πατήρ σου αὐτὸς, καὶ νυμφίος αὐτὸς, καὶ κύριος αὐτὸς, δίκαιον ἂν εἴη πάντων ἐκείνων ἀποστᾶσαν, τούτῳ ἑαυτὴν ἀναθεῖναι. Καὶ οὐκ εἶπεν, Ὅτι αὐτός σού ἐστι πατήρ· ἀλλ', Ὅτι αὐτός σού ἐστι Κύριος, ἵνα τούτῳ μάλιστα αὐτῆς καθίκηται· ὅτι καὶ ὁ κύριος καὶ δεσπότης καὶ πατήρ σου εἵλετο γενέσθαι καὶ νυμφίος· μᾶλλον δὲ καὶ αὐτὸ τὸ γενέσθαι κύριον πολλῆς κηδεμονίας ἐστὶ καὶ φιλανθρωπίας, τὸ τὴν δαιμόνων δούλην, καὶ ὑπὸ τῆς πλάνης πατουμένην, ταύτην ἑλέσθαι ἑαυτῷ. Οὐ μόνον δὲ δούλην, ἀλλὰ καὶ θυγατέρα καὶ νύμφην ἐποίησεν. Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Οὐ γὰρ πρὸς ἀλλότριόν τινα ἔρχῃ, ἀλλὰ πρὸς τὸν ποιήσαντά σε, καὶ πάντων ἐκείνων οἰκειότερον, καὶ κηδόμενόν σου καὶ φροντίζοντα. Αὐτὸς γάρ σου κύριος καὶ πατὴρ, καὶ πάντα αὐτός σοι δέδωκε. Καὶ προσκυνήσουσιν αὐτῷ· καὶ θυγάτηρ Τύρου ἐν δώροις. Ποία αὕτη ἀκολουθία; Καὶ σφόδρα ἀρίστη· προτροπῆς γὰρ εἶδος τοῦτο μέγιστον. Πρόσελθε, φησί· καὶ γὰρ μεγάλη αὐτοῦ ἡ ἰσχύς· καὶ πάντες αὐτῷ ὑπακούσονται. Καὶ ἀφεὶς τὴν οἰκουμένην εἰπεῖν ὁ Προφήτης, τὴν γείτονα λέγει πόλιν τὴν ἐν ἀσεβείᾳ τότε κατεχομένην, τὴν ἀκρόπολιν τοῦ διαβόλου, τὴν ὄνομα μέγα ἔχουσαν ἐπὶ πολυτελείᾳ, ἀπὸ τοῦ μέρους τὸ ὅλον αἰνιττόμενος. Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀσέβειαν πᾶσαν οὕτω καλέσαι καὶ τὴν ἀσωτίαν· οἶδε γὰρ ἀπὸ πόλεων τρόπους χαρακτηρίζειν, ὡς ὅταν λέγῃ· Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· ἐνωτίσασθε νόμον Θεοῦ ὑμῶν, λαὸς Γομόῤῥας. Καὶ μὴν πρὸς Ἰουδαίους διελέγετο· ἀλλ' ἐπειδὴ τὰ Σοδόμων ἔπραττον, ἀπὸ τῶν ὀνομάτων τῶν Σοδόμων καλεῖ αὐτούς. Καὶ τί θαυμάζεις, εἰ ἀπὸ πατρίδος αὐτοὺς οὕτω καλεῖ, ὅπου γε καὶ πατέρας αὐτοῖς τοιούτους δίδωσι λέγων· Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία; Καὶ οὐδὲ ἐνταῦθα ἵστησι τὴν κατηγορίαν, ἀλλὰ καὶ ἐπὶ θηρία ἐξάγει τὸν λόγον, ἐν μὲν τῇ καινῇ οὕτω λεγούσῃ Γραφῇ· Ὄφεις γεννήματα ἐχιδνῶν· καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Καὶ ἀλλαχοῦ· Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι; Οὕτω δὴ καὶ ἐνταῦθα τοὺς ἐν ἀσεβείᾳ καὶ ἀσελγείᾳ βεβιωκότας Τυρίους ἐκάλεσεν. Ἀλλὰ καὶ τούτων περιέσομαι, φησὶ, καὶ κρατήσω, καὶ οὕτω κρατήσω, ὡς καὶ προσκυνεῖν αὐτοὺς, καὶ οὐχ ἁπλῶς προσκυνεῖν, ἀλλὰ καὶ δῶρα προσφέρειν καὶ ἀπαρχὰς, ὅπερ μέγιστον εἶδος λατρείας ἐστὶ, καὶ τῆς μεθ' ὑπερβολῆς ὑπακοῆς σημεῖον. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Τί ἐστι, Λιτανεύσουσι; Τιμήσουσι, δοξάσουσιν οἱ μεγάλοι καὶ ὑψηλοὶ νῦν. Καὶ γὰρ ἐν τῇ Ἐκκλησίᾳ τοῦτο γίνεται, τοὺς ἐν ἀρετῇ ζῶντας τιμῶσι, θεραπεύουσιν ἅπαντες, κἂν πλούτῳ καὶ ἀξιώμασιν ὦσι κομῶντες. Πάσης γὰρ εὐπορίας μείζων ἀρετή.