Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκούσατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἄλλος, Ὁμοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 10.1-5
Not analysed yet
Οὐδὲν γὰρ οὕτως ἐλεύθερον ὡς ἀρετὴ, οὐδὲν οὕτω δοῦλον ὡς κακία. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησί τις· Σοφὸς οἰκέτης κρατήσει δεσποτῶν ἀφρόνων, Ὥσπερ γὰρ αἰχμάλωτος, κἂν μυρίον ἔχῃ πλοῦτον, δι' αὐτὸ τοῦτο μάλιστα πᾶσίν ἐστιν εὐάλωτος· οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, ἀράχνης ἐστὶν εὐτελέστερος. Τί δὲ ἐν πολέμῳ; οὐχὶ τούτους ὁρῶμεν κρατοῦντας; Τί δὲ ἐν πράγμασι καὶ βουλαῖς; οὐ τὰ τούτων ἕστηκε, κἂν μηδεὶς ὁ πειθόμενος ᾖ; Τί δὲ ἐν τοῖς μετὰ ταῦτα; οὐχ ὁ μὲν πλούσιος, καθάπερ προσαίτης, σταγόνα ᾔτει, καὶ οὐκ ἐπετύγχανεν; ὁ δὲ πένης, ἐπειδὴ σπουδαῖος καὶ ἐνάρετος ἦν, οὐκ ἐν μεγίστῃ εὐπραγίᾳ ἦν, τὴν αὐτὴν τῷ Ἀβραὰμ λῆξιν ἔχων; Τί δὲ ἐπὶ τῶν ἀποστόλων; οὐχὶ δεσμούμενοι, μαστιγούμενοι, μυρία πάσχοντες δεινὰ, τῶν ταῦτα ποιούντων περιεγίνοντο; Ἐννόησον γοῦν εἰς ὅσην αὐτοὺς ἀπορίαν ἐνέβαλον, ὡς ἐκείνους λέγειν· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Καίτοι δεδεμένους εἶχον, καὶ ἐν μέσῳ δικαστηρίων συνειλημμένους· καὶ οἱ μὲν ἐν τάξει δικαστῶν, καὶ ἀρχόντων, οἱ δὲ ἐν τάξει δικαζομένων εἱστήκεισαν, ἀλλ' ὅμως οὗτοι τούτων ἐκράτησαν. Καὶ πανταχοῦ, εἴ τις μετὰ ἀκριβείας ἐπεξίοι τῷ λόγῳ, τὸν ἐνάρετον ὄψεται τοῦ πονηροῦ κρατοῦντα, τὴν κυρίως κράτησιν, οὐ ταύτην τὴν τῶν πολλῶν καὶ ψευδῆ, τὴν πεπλανημένην καὶ ῥᾳδίως ἐλεγχομένην, ἀλλ' ἐκείνην τὴν πεπηγυῖαν καὶ ἀκίνητον. Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ· τουτέστιν, ἀσθενήσει. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ μόνον ἐνταῦθα εὐχείρωτοι ἔσονται, μηδενὸς ἀμύνοντος, μηδενὸς χεῖρα ὀρέγοντος, πᾶσι προκείμενοι, ἀλλὰ καὶ τὸ χαλεπώτερον, οὐδὲ ἐκεῖ ἕξουσί τινα τὸν παριστάμενον, καὶ βοηθοῦντα, καὶ χεῖρα ὀρέγοντα, καὶ παραμυθούμενον αὐτῶν τὴν τιμωρίαν. Οὕτω γοῦν οὔτε αἱ παρθένοι αἱ φρόνιμοι μωραῖς βοηθῆσαι ἴσχυσαν, οὐχ ὁ Ἀβραὰμ τῷ πλουσίῳ, οὐ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, υἱοῖς καὶ θυγατράσι. Τὸ γὰρ, Παλαιωθήσεται, ἀσθενήσει ἐστὶν, ἀφανισθήσεται· Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἐκ τῆς δόξης αὐτῶν ἐξώσθησαν. Οὗ μάλιστα ἐπεθύμουν, δι' ὃ πάντα ἐποίουν καὶ ἐπραγματεύοντο, ὥστε καὶ μετὰ τελευτὴν δόξης ἀπολαῦσαι πολλῆς, διὰ τῶν χρημάτων, διὰ τῶν οἰκοδομημάτων, διὰ τῶν τάφων, διὰ τῶν ὀνομάτων τῶν ἐπικειμένων τοῖς τάφοις· καὶ τούτου, φησὶν, ἐκπεσοῦνται, ὃ μάλιστα αὐτοὺς ἐλύπει ζῶντας καὶ ταῦτα μανθάνοντας. Αἱ γὰρ τοιαῦται οἰκοδομαὶ κατηγορίαι τῶν ἀπελθόντων εἰσί. Κἂν γὰρ τὸ σῶμα τῇ γῇ κρύπτηται, ἀλλ' ὅμως οἱ λίθοι φωνὴν ἀφιᾶσι, καθ' ἑκάστην αὐτῶν κατηγοροῦντες ἡμέραν τῆς ὠμότητος, τῆς ἀναισχυντίας, τοὺς κοινοὺς ἐχθροὺς ἀνακηρύττοντες, τοὺς παριόντας ἀεὶ εἰς ἀρὰς ἐπισπώμενοι, καὶ ἐγκλήματα, καὶ διαβολάς. Ποία οὖν αὕτη δόξα, καταλιμπάνειν κατήγορον μὴ σιγῶντα, ἀλλὰ διὰ τῆς ὄψεως τὰ πάντων ἀνοίγοντα στόματα, καὶ πρὸς τοὺς ὁρῶντας ἅπαντας καὶ παριόντας σφοδροτάτην ποιούμενον τὴν ἐντυχίαν κατὰ τῶν οἰκοδομησαμένων; Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν ἴσον, ὅταν ποιῶσιν ἀφ' ὧν κολάζονται, ἀφ' ὧν καταισχύνονται, ἀφ' ὧν κατηγοροῦνται, ἀφ' ὧν καὶ μετὰ τελευτὴν παρὰ πολλῶν ἀνορύττονται· ἀφ' ὧν αὐτοῖς ἀραὶ, καὶ διαβολαὶ, καὶ ἐγκλήματα μυρία, καὶ παρὰ τῶν ἠδικημένων, καὶ τῶν οὐκ ἠδικημένων; Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Εἰπὼν τῶν πονηρῶν τὰ ἐπίχειρα, τῆς ἁμαρτίας τὰ ὀψώνια, λέγει καὶ τὰ τῶν χρηστῶν ἔπαθλα· ὃ καὶ αὐτῷ καὶ ἑτέροις προφήταις ποιεῖν ἔθος, ὥστε ἑκατέρωθεν ῥυθμίζειν τὸν ἀκροατὴν, καὶ ἐκ τῆς κολάσεως τῶν ἁμαρτημάτων, καὶ ἐκ τῶν ἐπάθλων τῆς ἀρετῆς. Τὰ μὲν οὖν ἐκείνων τοιαῦτα, φησίν· ἀτιμία, ματαιοπονία, ἄνοια, γέλως, αἰσχύνη, πανωλεθρία, θάνατος, τιμωρία, κόλασις διηνεκὴς, τὸ εὐεπηρέαστον, τὸ καὶ δόξης καὶ ἀσφαλείας ἐκπεπτωκέναι, καὶ ζῶντας καὶ τελευτῶντας, τὸ διαβάλλεσθαι, τὸ κατηγορεῖσθαι, τὸ μηδεμίαν εὑρίσκειν παραμυθίαν κακῶν. Τὰ δὲ ἡμέτερα τοὐναντίον ἅπαν, ἀπαλλαγὴ κολάσεως, ἐλευθερία ψυχῆς, ἀσφάλεια, δόξα, τιμή. Ταῦτα γὰρ πάντα ᾐνίξατο, εἰπών· Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με· ᾅδην ἐνταῦθα τὴν κόλασιν λέγων, τὰς ἀφορήτους ἐκείνας ὀδύνας. Ἐννόησον δὲ καὶ ἡλίκα τὰ τῆς τιμῆς, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἐπαγομένῳ. Ὅταν γὰρ λαμβάνῃ με, φησὶ, τότε αὐτὸν ἀκριβέστερον ὄψομαι ἢ νῦν. Νῦν γὰρ διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους, τότε δὲ πρόσωπον κατὰ πρόσωπον. Τῆς δὲ ψυχῆς λυτρουμένης, καὶ τὸ σῶμα κοινωνήσει τῶν ἀγαθῶν. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Τούτων οὕτως ἐχόντων, φησὶ, τί δέδοικας τὰ παρόντα; τί σε λυπεῖ πενία; τί φοβῇ τὸν εὔπορον; Ἤκουσας τὰ περὶ τῆς ἀναστάσεως, καὶ τῆς τῶν ἀγαθῶν λήξεως, καὶ τῆς τῶν πονηρῶν τιμωρίας; Τί τοίνυν δέδοικας λοιπὸν τὰς σκιάς; Τὰ μὲν γὰρ μόνιμα καὶ πεπηγότα, ἐκεῖνα· ταῦτα δὲ, ἄνθεσι μαραινομένοις ἔοικε. Διὸ καὶ πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὴν ἀκρόπολιν τῶν κακῶν ἐπήδησε, τοῦ πλούτου τὴν ἐπιθυμίαν· ταύτης γὰρ καταβληθείσης, καὶ τὰ ἄλλα συγκαταλύεται.