Ancient Greek
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ Δʹ ΨΑΛΜΟΝ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 12.1
Not analysed yet
Οὐ γὰρ οὕτω Σκύθαι, οὐδὲ Θρᾷκες, οὐ Σαυρομάται, καὶ Ἰνδοὶ, καὶ Μαῦροι, καὶ ὅσα ἄγρια ἔθνη πολεμεῖν εἰώθασιν, ὡς λογισμὸς ἀτοπώτατος ἐνδομυχῶν τῇ ψυχῇ, καὶ ἐπιθυμία ἀκόλαστος, καὶ χρημάτων ἔρως, καὶ δυναστείας πόθος, καὶ τῶν βιωτικῶν πραγμάτων ἡ προσπάθεια. Καὶ εἰκότως· ἐκεῖνος μὲν γὰρ ἔξωθεν ὁ πόλεμος, αὕτη δὲ ἔνδον ἐστὶν ἡ μάχη. Ὅτι δὲ τὰ ἔνδοθεν τικτόμενα τῶν ἔξωθεν προσβαλλόντων ἐστὶ χαλεπώτερα, καὶ μᾶλλον διαφθείρειν εἴωθε, τοῦτο ἐπὶ πάντων ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ ξύλου φύσιν σκώληξ ἔνδον τικτόμενος μᾶλλον διαφθείρει, καὶ σώματος δύναμιν καὶ ὑγείαν τῶν ἔξωθεν φυομένων τὰ ἔνδοθεν βλαστάνοντα νοσήματα μειζόνως λυμαίνεται· καὶ πόλεις οὐχ οὕτως οἱ ἔξωθεν πολέμιοι, ὡς οἱ ἐμφύλιοι καταλύουσιν· οὕτω δὴ καὶ ψυχὴν οὐχ οὕτω τὰ ἔξωθεν προσιόντα μηχανήματα, ὡς τὰ ἔνδοθεν τικτόμενα νοσήματα λυμαίνεσθαι πέφυκεν. Ἀλλ' ἐάν τις τὸν φόβον τοῦ Θεοῦ ἔχων, μετὰ ἀκριβείας τοῦτον καταλύσῃ τὸν πόλεμον, καὶ κοιμήσῃ τὰ πάθη, καὶ τὰ θηρία τὰ ποικίλα ἐκεῖνα τῶν ἀτόπων λογισμῶν ἀποπνίξας, μὴ ἐμφωλεύειν παρασκευάσῃ, οὗτος καθαρωτάτης καὶ βαθυτάτης ἀπολαύσεται εἰρήνης. Ταύτην τὴν εἰρήνην ἐλθὼν ὁ Χριστὸς ἐχαρίσατο· ταύτην καὶ ὁ Παῦλος τοῖς πιστοῖς ἐπηύχετο, καθ' ἑκάστην ἐπιστολὴν λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν· ὁ γὰρ τὴν εἰρήνην ταύτην ἔχων, οὐ μόνον βάρβαρον καὶ πολέμιον, ἀλλ' οὐδὲ αὐτὸν τὸν διάβολον δέδοικεν· ἀλλὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καταγελᾷ, καὶ πάντων ἀνθρώπων ἐστὶν εὐθυμότερος, οὐ πενίᾳ πιεζόμενος, οὐ νόσῳ καὶ ἀῤῥωστίᾳ βαρούμενος, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων τῶν ἀδοκήτως προσπιπτόντων θορυβούμενος, διὰ τὸ τὴν ψυχὴν, τὴν δυναμένην ταῦτα μετὰ ἀκριβείας διαθεῖναι καὶ εὐκολίας ἁπάσης, ἐῤῤωμένην καὶ ὑγιαίνουσαν ἔχειν. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές· ἔστω τις βάσκανος, καὶ μηδεὶς αὐτῷ πολεμείτω· τί τὸ ὄφελος; Αὐτὸς γὰρ ἑαυτῷ πολεμεῖ, παντὸς ξίφους ὀξυτέρους καθ' ἑαυτοῦ θήγων λογισμοὺς, πᾶσι τοῖς ὁρωμένοις προσπταίων, καὶ καθ' ἕκαστον τῶν ἐντυγχανόντων ἀνθρώπων τιτρώσκων ἑαυτὸν, καὶ πρὸς οὐδένα ἡδέως ἔχων, ἀλλὰ κοινοὺς πολεμίους πάντας ὁρῶν. Τί οὖν ὄφελος τῆς ἔξωθεν εἰρήνης τούτῳ, ὅταν αὐτὸς λυσσῶν καὶ μαινόμενος, καὶ κοινὸς τῆς φύσεως ὢν ἐχθρὸς, περιέρχηται τοσοῦτον ἔνδοθεν φέρων πόλεμον, καὶ μυρία τόξα καὶ βέλη, μᾶλλον δὲ μυρίους θανάτους εὐχόμενος, ἢ ἰδεῖν τινα τῶν ὁμογενῶν εὐδοκιμοῦντα καὶ εὐημερίας ἀπολαύοντα; Πάλιν ἕτερος ὑπὸ χρημάτων ἐπιθυμίας κατεχόμενος, μυρίους πολέμους καὶ μάχας καὶ στάσεις εἰς τὴν ἑαυτοῦ συνάγει ψυχὴν, καὶ ἐν θορύβῳ καὶ ταραχῇ ὢν, οὐδὲ μικρὸν ἀναπνεῦσαι δύναται. Ἀλλ' οὐχ ὁ τούτων ἀπηλλαγμένος τῶν παθῶν οὕτω διάκειται, ἀλλ' ἐν γαληνῷ κάθηται λιμένι, ἐντρυφῶν τῇ φιλοσοφίᾳ, καὶ οὐδεμίαν ὑπομένων ἀηδίαν τοιαύτην. Διὸ δὴ καὶ ταύτης ἀπολαύων τῆς προνοίας ὁ Προφήτης ἔλεγεν· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· δηλῶν, ὅτι τῷ μὴ ταύτην ἔχοντι τὴν εἰρήνην οὐδὲ ὁ κοινὸς λιμὴν ἅπας ἀνέῳκται, ἀλλὰ καὶ οὗτος προσκέχωσται, ὁ τοῦ ὕπνου καὶ τῆς νυκτός. Τὰ γὰρ πάθη ταῦτα καὶ τὴν ἀπὸ τῆς φύσεως ἄδειαν διδομένην διαφθείρει, ἑτέρᾳ τυραννίδι χαλεπωτέρᾳ τοῦ ὕπνου τὴν τυραννίδα παντελῶς παρωθούμενα. Οἱ γὰρ φθονεροὶ, καὶ βάσκανοι, καὶ πλεονέκται, καὶ ἅρπαγες τοῦτον τὸν πόλεμον πανταχοῦ περιφέροντες, καὶ τοὺς πολεμίους ἔνδον ἔχοντες ἐγκαθημένους, ὅπουπερ ἂν ἀπέλθωσι, φυγεῖν οὐ δύνανται τὴν μάχην· ἀλλὰ κἂν οἴκοι μένωσι, κἂν ἐπὶ κλίνης κέωνται, νέφη βελῶν, καὶ θορύβους κυμάτων βιαιοτέρους, καὶ σφαγὰς, καὶ κραυγὰς, καὶ οἰμωγὰς, καὶ ἕτερα πολλῷ τῶν ἐν τοῖς πολεμίοις συμβαινόντων χαλεπώτερα ὑπομένουσιν. Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καὶ ἐγρηγορὼς τρυφᾷ, καὶ ἐν καιρῷ τῆς νυκτὸς μετὰ πολλῆς τῆς ἡδονῆς τὸν ὕπνον δέχεται. Τί δέ ἐστιν, Ἐπὶ τὸ αὐτό; Συνηγμένος πρὸς ἐμαυτὸν, φησὶ, συνεστραμμένος, οὐ σχιζόμενος εἰς μυρίας φροντίδας, οὐδὲ τὰ τοῦ δεῖνος καὶ τοῦ δεῖνος μεριμνῶν, οὐδὲ εἰς τὴν οἰκουμένην διατεμνόμενος ταῖς φροντίσιν· ἀλλὰ τὰ ἐμαυτοῦ λογιζόμενος, καὶ τὰ ἐμοὶ διαφέροντα, καὶ ἃ μάλιστά ἐστιν ἀνθρώπῳ προσήκοντα. Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τῇ τῶν μελλόντων ἐλπίδι καὶ τῇ προσδοκίᾳ τῇ εἰς σὲ πάντα μου τὰ πάθη κατέστειλα. Καθάπερ καὶ Παῦλός φησι· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὐ γάρ ἐστιν οὐδὲν φορτικὸν πρᾶγμα, ὃ μὴ γίνεται ῥᾷστον τῇ ἐλπίδι τῆς εὐδοκιμήσεως τῆς κατὰ Θεόν. Διὰ τοῦτό φησιν· Ἐπ' ἐλπίδι κατῴκισάς με. Καὶ τὸ Κατὰ μόνας δὲ οὐ μικρὰ διδασκαλίας ἀρετή.