Ancient Greek
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ Δʹ ΨΑΛΜΟΝ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 13.1
Not analysed yet
Τί δέ ἐστι, Κατὰ μόνας; Τῶν πονηρῶν χωρίς. Τὴν γὰρ εἰρήνην ταύτην κατώρθωσα, φησὶ, πρὸς σὲ, καὶ κατὰ μόνας οἰκῶ φεύγων τοὺς διεφθαρμένους. Καὶ μάλα εἰκότως. Καθάπερ γὰρ σώματα πολλάκις ἀπὸ τῆς τῶν ἀέρων τῶν διεφθαρμένων λύμης ἀπόλλυνται· οὕτω δὴ καὶ ψυχὴ πολλάκις ἐδέξατο βλάβην ἀπὸ τῆς τῶν πονηρῶν συνουσίας· καὶ καθάπερ ὀφθαλμὸς ὑγιαίνων, ὅταν νοσοῦντα ἴδῃ, πλήττεται, καὶ ὁ ψώρας ἐμπεπλησμένος, μεταδίδωσι καὶ τοῖς ὑγιαίνουσιν· οὕτω δὴ συμβαίνει πολλάκις καὶ ἐπὶ τῆς συνουσίας τῶν πονηρῶν ἀνθρώπων. Διὰ τοῦτο καὶ ὁ Χριστὸς παρῄνει οὐ μόνον φεύγειν τοὺς τοιούτους, ἀλλὰ καὶ ἐκτέμνειν, οὕτω λέγων· Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· οὐ δὴ περὶ ὀφθαλμοῦ λέγων· τί γὰρ ἂν ἀδικήσειεν ὀφθαλμὸς, διανοίας ὑγιαινούσης; ἀλλὰ περὶ φίλων ἀναγκαίων καὶ ἐν τάξει τῶν μελῶν τούτων ἡμῖν ὄντων, καὶ βλαπτόντων ἡμᾶς, ταῦτα ἐνομοθέτησε, κελεύων καὶ τὴν φιλίαν τῶν τοιούτων ἀτιμάζειν, ὥστε τὴν σωτηρίαν τὴν ἑαυτῶν ἀσφαλεστέραν ποιεῖν. Διὸ καὶ αὐτὸς πάλιν προϊὼν λέγει· Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Καὶ ὁ Ἱερεμίας δὲ μακαρίζει τὸν κατὰ μόνας καθεζόμενον, καὶ αἴροντα τὸν ζυγὸν ἐκ νεότητος. Καὶ αἱ Παροιμίαι πολὺν ὑπὲρ τούτου ποιοῦνται λόγον, πᾶσι παραινοῦσαι καὶ λέγουσαι μὴ μόνον ἐκκλίνειν, ἀλλὰ καὶ ἀποπηδᾷν ἀπὸ τῶν πονηρὰ συμβουλευόντων, καὶ μηδὲ ἐγχρονίζειν αὐτοῖς. Εἰ γὰρ τὰ φυσικὰ μεταβάλλεται πολλάκις ἡμῖν ἀπὸ κακῆς ὁμιλίας· πόσῳ μᾶλλον τὰ τῆς προαιρέσεως; Τό τε γὰρ χρῶμα κατὰ φύσιν ἡμῖν πρόσεστι, καὶ τὸ ὑγιαίνειν· ἀλλ' ἔστιν ὅτε διαφθείρεται ταῦτα ἐξ ἑτέρας ἕξεως ἐναντίας· καὶ τὸ ὀρέγεσθαι πάλιν σιτίων· καὶ τοῦτο πολλάκις ἀπωλέσαμεν ἀπὸ κακίας νοσημάτων· καὶ ἄλλα πολλὰ τοιαῦτα ἔστιν ἰδεῖν συμβαίνοντα. Εἰ δὲ τὰ τῆς φύσεως κινεῖται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως, ὅσῳ καὶ εὐκολωτέραν ἔχει τὴν ἐπὶ θάτερα μεταβολήν. Μὴ δὴ μικρὸν εἶναι νομίζωμεν τὴν τῶν κακῶν συνουσίαν εἰς βλάβην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων φεύγωμεν τοὺς τοιούτους, κἂν γυναῖκες ὦσι, κἂν φίλοι, κἂν ὁστισοῦν. Ἐπεὶ καὶ τοὺς μεγάλους ἐκείνους τοῦτο ἀπώλεσε, Σολομῶντα λέγω καὶ Σαμψών· καὶ ἔθνος δὲ ὁλόκληρον τὸ Ἰουδαϊκὸν οὕτω διέφθαρτο. Οὐ γὰρ οὕτω θηρία πλήττειν εἴωθεν, ὡς πονηρία ἀνθρώπων. Ἐκεῖνα μὲν γὰρ φανερὸν ἔχει τὸν ἰόν· οὗτοι δὲ ἀνεπαισθήτως καὶ ἀψοφητὶ καθ' ἑκάστην ἡμέραν ἐνιᾶσι τὴν λύμην, κατὰ μικρὸν ὑποσύροντες τὸ εὔτονον τῆς ἀρετῆς. Διὰ τοῦτο καὶ τὴν ἀκόλαστον ὄψιν ὁ Θεὸς ἀποτειχίζει, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· διὰ τὸ εὔκολον καὶ εὐπερίστατον τῆς ἀπωλείας Σὺ δὲ, εἰ μὲν πόλιν μέλλεις οἰκεῖν, πολλὰ περὶ ἀέρων πολυπραγμονεῖς, εἰ μὴ νοσώδεις, εἰ μὴ δύσκρατοι, εἰ μὴ αὐχμηροί· ψυχῆς δὲ μέλλων ποιεῖσθαι λόγον, οὐ περιεργάζῃ τὴν συνουσίαν τῶν μελλόντων ὁμιλεῖν αὐτῇ· ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχε πᾶσιν αὐτὴν ἐπιτρέπεις; Καὶ ποίας τεύξῃ συγγνώμης, εἰπέ μοι, οὕτως αὐτῆς ὑπερορῶν; Πόθεν γὰρ οἴει τοὺς τὰς ἐρήμους κατειληφότας θαυμαστούς τινας καὶ λαμπροὺς γίνεσθαι; οὐκ ἐπειδὴ θορύβους καὶ ἀγορὰς φεύγουσι, καὶ τοῦ καπνοῦ τῶν ἐν τῷ μέσῳ πραγμάτων μακρὰν ἑαυτοὺς ἐσκήνωσαν; Τούτους καὶ αὐτὸς ζήλωσον, ἐπὶ μέσης πόλεως ἐρημίας διώκων. Πῶς δὲ ἔσται τοῦτο; Ἐὰν τοὺς πονηροὺς φεύγῃς, ἐὰν τοὺς ἀγαθοὺς διώκῃς. Οὕτω γὰρ πλείονα καρπώσῃ τῶν ἐν ταῖς ἐρήμοις ἀσφάλειαν, οὐκ ἐν τῇ τῶν βλαπτόντων φυγῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν ὠφελούντων κοινωνίᾳ. Ἂν γὰρ φεύγῃς μὲν τοὺς πονηροὺς, διώκῃς δὲ τοὺς ἀγαθοὺς, ἑκατέρωθέν σοι τὰ τῆς ἀρετῆς αὐξηθήσεται, καὶ τὰ τῆς κακίας οἰχήσεται. Ἵν' οὖν τοῦτο γένηται, ταῦτα ποιῶμεν, πειθόμενοι τῷ ψαλμῳδῷ λέγοντι· Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. Ἐνταῦθα δὲ καταπαύσω τὸν λόγον, ἱκανῶς, οἶμαι, τὴν λύσιν ἀποδοὺς τῶν ζητουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.