Ancient Greek
ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 13.1-2
Not analysed yet
Τί οὖν ἐντεῦθεν μανθάνομεν; Δείκνυσιν, ὅτι ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται· καὶ καθάπερ αἱ ὠδίνουσαι γυναῖκες ὑπὸ τῶν ὠδίνων διακόπτονται, οὕτω καὶ ὁ δόλον ἐργαζόμενος, πρὶν ἢ τὸν πλησίον ἀδικῆσαι, αὐτὸς διακόπτεται καὶ ὀδυνᾶται, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς δριμύτητος. Διὸ καὶ τὸ πικρὸν τῆς ὀδύνης παραστῆσαι βουλόμενος, ὠδῖνα τὸ πρᾶγμα ἐκάλεσεν. Ὅπου γὰρ ἐὰν βούληται ἡ Γραφὴ ἀφόρητόν τινα ἡμῖν ὀδύνην ἐνδείξασθαι, τῷ ὀνόματι τῆς ὠδῖνος αὐτὴν ὑπογράφει. Διὸ καὶ ἀλλαχοῦ φησιν, Ὠδῖνες ἔλαθον κατοικοῦντας Φυλιστιεὶμ, τουτέστι, φόβος, τρόμος, πόνος, ὀδύνη. Καὶ πάλιν ὁ Παῦλος· Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχού σῃ. Ἐνταῦθα δύο αἰνίττεται, καὶ τὸ ἀφόρητον, καὶ τὸ ἀπροσδόκητον. Καὶ ὁ Ἐζεκίας· Ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν, τὸν ἀφόρητον αὐτοῦ φόβον καὶ πόνον διὰ τῆς ὠδῖνος ἐνδεικνύμενος. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ προφήτης. Κἂν γὰρ μυριάκις πονηρός τις ᾖ, τὸ κριτήριον τοῦ συνειδότος οὐ διαφθείρεται· φυσικὸν γάρ ἐστι, καὶ παρὰ τοῦ Θεοῦ ἡμῖν τὴν ἀρχὴν ἐντεθέν. Κἂν μυρία φιλονεικήσωμεν, ἐφέστηκεν ἐκεῖνο καταβοῶν, κολάζον, καταδικάζον, καὶ οὐδείς ἐστι τῶν ἐν κακίᾳ ζώντων, ὃς οὐ μυρίαν ὀδύνην ὑπομένει, καὶ βουλευόμενος τὰ κακὰ, καὶ εἰς ἔργον ἐκφέρων τὴν βουλήν. Τί γὰρ τοῦ Ἀχαὰβ πονηρότερον; Ἀλλ' ὅμως ἐκεῖνος ἐπιθυμήσας τοῦ ἀμπελῶνος, ἐννόησον πόσην ὀδύνην ἔσχε. Βασιλεὺς γοῦν ὢν καὶ πάντων κρατῶν, καὶ οὐδένα ἔχων ἀντιλέγοντα, ἐπειδὴ τοῦ συνειδότος τὴν ψῆφον οὐκ ἤνεγκεν, εἰσῆλθε σκυθρωπάζων, κάτω κύπτων, συγκεχυμένος, πολλὴν ἀχλὺν ἐπὶ τῆς ὄψεως φέρων, τῆς ἀπὸ τοῦ συνειδότος καταδίκης τὸν ἔλεγχον ἐπὶ τοῦ προσώπου κηρύττων, καὶ οὐ δυνάμενος συσκιάσαι τὴν ἀπὸ τῆς ἀθυμίας ἐγγενομένην αὐτῷ ὀδύνην. Οὕτω γοῦν καὶ ἀπὸ τῆς γυναικὸς ἐγένετο κατάφωρος. Ὁ μέντοι προδότης, ὁ πρὸς τοσαύτην ἐξοκείλας πονηρίαν, ἐπειδὴ τὴν ὀδύνην οὐκ ἤνεγκε τὴν ἀπὸ τοῦ κριτηρίου τοῦ συνειδότος, καὶ βρόχον ἀνῆψε, καὶ οὕτω τὸν βίον κατέλυσεν. Ὥσπερ οὖν ὁ ἐν πονηρίᾳ τοσαῦτα πάσχει, οὕτως ὁ ἐν ἀρετῇ γαλήνης ἀπολαύει καὶ ἀταράχου διανοίας. Σκόπει δέ. Εἰ βουληθῇ τίς τινα ἀμύνασθαι, ἢ ἄρξαι χειρῶν ἀδίκων, ὅρα πόσα πάσχει δεινά. Πληροῦται θυμοῦ, διακόπτεται ὑπὸ ὀργῆς, μυρία κύματα κινεῖ λογισμῶν, ὁδοὺς ἔρχεται μυρίας, φόβος ἔπεισι καὶ ἀγωνία καὶ τρόμος, τοῦ θυμοῦ διακόπτοντος, τοῦ φόβου κατασείοντος, πῶς ἐπιτύχῃ, πῶς ἐπεξέλθῃ· καὶ πρὸ τοῦ μέλλοντος ἀδικεῖσθαι, ἑαυτὸν ἀπόλλυσιν. Ὁ δὲ ἐκβαλὼν τὴν ὀργὴν, ἁπάντων ἀπήλλακται τούτων· καὶ μάλα εἰκότως. Τούτου γὰρ αὐτὸς κύριός ἐστι, καὶ τὸ πᾶν ἀπήρτισεν· ἐκείνου δὲ οὐκ ἔτι, ἀλλὰ καὶ καιροῦ χρεία, καὶ τόπου, καὶ δόλου, καὶ κακουργίας, καὶ ὅπλων, καὶ μηχανημάτων, καὶ προσκρουσμῶν, καὶ κολακείας, καὶ δουλείας, καὶ ὑποκρίσεως. Ὁρᾷς πῶς εὔκολον ἡ ἀρετὴ, δύσκολον δὲ ἡ κακία; πῶς τὸ μὲν ἀτάραχον, τὸ δὲ θορύβων γέμον; Ταύτην τοίνυν ὑπογράφων ὁ Προφήτης ἔλεγεν· Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Ἐντεῦθεν δείκνυται, ὅτι οὐ κατὰ φύσιν ἡμῖν ἡ ἀδικία, ἀλλὰ καὶ ἀλλότριόν τι. Διὸ καὶ βαρύνει, καὶ ἕως ἂν ἀπαλλαγῶμεν, ὠδῖσι περιβάλλει. Ἐπεὶ καὶ τὸ ἔμβρυον ἕως ἂν ἀπαρτίζηται, κατὰ φύσιν ἔγκειται τῇ γαστρί· διὰ τοῦτο καὶ μένει, καὶ πόνον οὐκ ἔχει. Μετὰ δὲ τὸ τελεσθῆναι, ἐὰν ἔνδον μένῃ, παρὰ φύσιν ἐστὶν ἡ διατριβή· ὅθεν καὶ ὠδῖνες γίγνονται. Διόπερ ἡ φύσις ἐνοχλουμένη βιάζεται ἐξωθήσασθαι, ἅτε ἐργασαμένη τὸ πᾶν καὶ ἀπαρτίσασα, καὶ οὐκ ἔτι δυναμένη φέρειν. Ἀλλ' ἐκεῖ μὲν πρῶτον σύλληψις γίνεται, καὶ τότε ὠδίς· ἐνταῦθα δὲ πρῶτον ὠδίνησε, καὶ τότε συνέλαβε καὶ ἔτεκε. Τί οὖν οὖν ἐστιν εἰπεῖν; Ὅτι ἐκεῖ μὲν ἐν καιρῷ τοῦ τόκου ἡ ὠδὶς, ἐνταῦθα δὲ ἐξ ἀρχῆς ἡ ὠδίς. Ὁμοῦ τε γὰρ ἐβουλεύσατό τίς τι πονηρὸν, καὶ πρὶν ἢ πῆξαι τῇ διανοίᾳ, θόρυβος καὶ ταραχὴ κατὰ τὴν διάνοιαν. Ἐπὶ μὲν γὰρ τῆς γυναικὸς τὸ καταβληθὲν ἅπαξ σπέρμα αὐτὸ καὶ διαπλάττεται πρὸς τὴν σύστασιν τοῦ τικτομένου· ἐπὶ δὲ τῶν δόλους ῥαπτόντων σήμερον οὗτος κατεβλήθη ὁ λογισμὸς, καὶ πάλιν αὔριον ἕτερος· καὶ μυρίαι καταβολαὶ τῶν πονηρῶν τούτων πραγμάτων, καὶ καθ' ἑκάστην ἡμέραν συλλήψεις καὶ ὠδῖνες διαφθείρουσαι τὴν ταῦτα τίκτουσαν διάνοιαν. Οὐ γὰρ τοιοῦτος ὁ τόκος, οἷος ἐπὶ τῶν γυναικῶν· ἀλλ' ὥσπερ ἐπὶ τῶν ἐχιδνῶν, τὴν μήτραν διασπῶσι, καὶ τὰ πλευρὰ διακόπτοντα τὰ παιδία πρόεισιν· οὕτω καὶ ἐπὶ τῶν δόλων καὶ ἐπὶ τῆς ἀδικίας. Ἀλλὰ κἂν μυρία φιλονεικήσωμεν, οὐ δυνησόμεθα παραστῆσαι τῷ λόγῳ τὴν ἀλγηδόνα, ἣν ὑπομένουσιν οἱ κακοί. Διὸ καί τίς φησιν· Ὁ δὲ κακὸς μόνος ἀντλήσει τὰ κακά. Τί γὰρ χαλεπώτερον καὶ ἀλγεινότερον τοῦ βασκαίνοντος, τοῦ ἐπιβουλεύοντος, τοῦ τῶν ἀλλοτρίων ἐφιεμένου; Δημίου παντὸς χαλεπώτερον τὰ πάθη ταῦτα τὴν ψυχὴν καταξαίνει.