Ancient Greek
ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 14.1
Not analysed yet
Ὥστε εἰκότως ὠδῖνας ἐκάλεσε τοὺς τοιούτους λογισμούς. Ἀλλ' ὥσπερ αἱ γυναῖκες ἀπὸ συνουσίας τίκτουσι, κἂν μὲν ὑγιεινὰ τὰ σώματα ᾖ, τοιαῦτα εἰκότως καὶ τὰ τικτόμενα· ἂν δὲ διεφθαρμένα, μιμεῖται τῶν γονέων τὴν φύσιν· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν. Κἂν μὲν ἀγαθοῖς συγγένῃ, τοιαῦτα ἔσται καὶ τὰ ἔκγονα· ἂν δὲ πονηροῖς, καὶ μὴ προσέχῃς, πολλὴν ἐκεῖθεν λήψῃ τὴν λύμην. Ἄκουσον γοῦν ὁ προφήτης τί φησιν· Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. Ἐπὶ δὲ τῶν ἐκ τοῦ διαβόλου· Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Φεύγωμεν τοίνυν τοὺς πονηρούς. Πῶς γὰρ οὐκ ἄτοπον, ἐξὸν ἀπὸ τῶν τοῦ Θεοῦ προσταγμάτων καὶ συλλαβεῖν καὶ τεκεῖν, μὴ βούλεσθαι, ἀλλὰ τὰς τῶν πονηρῶν συνουσίας διώκειν, ταὐτὸν ποιοῦντας, ὥσπερ ἂν γυναῖκα, ἔχουσαν ἐξουσίαν βασιλεῖ συναφθῆναι, μὴ ἀνέχεσθαι, ἀλλ' ἀντ' ἐκείνου λῃστὴν καὶ τοιχωρύχον αἱρεῖσθαι λαβεῖν σύνοικον; Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. Πάλιν ταῖς μεταφοραῖς κέχρηται, ὥσπερ διὰ τῆς ὠδῖνος τὸν πόνον δηλῶν, οὕτω διὰ τοῦ λάκκου τὸ δυσαπάλλακτον ἐνδεικνύμενος. Καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. Ὅπερ ἕτερός φησιν· Ὁ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ, ἐμπεσεῖται εἰς αὐτόν. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ τοιαύτην συγκληρῶσαι τῇ ἐπιβουλῇ τὴν φύσιν, ὥστε εἰς τοὺς ἐπιβουλεύοντας περιτρέπεσθαι τὰ δίκτυα, ἵνα καὶ ἐντεῦθεν ἀποστῶσι τῆς κατὰ τοῦ πλησίον μάχης καὶ μηχανῆς. Τοῦτο καὶ ἐπὶ τοῦ Μωϋσέως γέγονεν. Ὁ μὲν γὰρ μέλλων ἀναιρεῖσθαι διεσώθη· ὁ δὲ Φαραὼ διὰ τῆς ὁδοῦ, ἧς κατὰ τῶν παίδων ἐμηχανήσατο, δι' αὐτῆς ἀπώλετο. Κελεύσας γὰρ ἀναιρεῖσθαι τὰ παιδία, ἠνάγκασε τὴν μητέρα Μωϋσέως ἔκθετον διὰ τὸ δέος ποιῆσαι τὸ βρέφος· [καὶ ἀπὸ τοῦ ποταμοῦ ἀνελομένη τὴν θήγην ἡ θυγάτηρ τοῦ Φαραὼ, καὶ εὑροῦσα τὸ βρέφος ἀνέθρεψε,] καὶ αὐξηθεὶς ἐκεῖνος πάντας ἀπώλεσεν. Ἐντεῦθεν καὶ ἡ εὐμηχανία τοῦ Θεοῦ μάλιστα διαλάμπει, καὶ τοῖς, πονηροῖς πολὺς ὁ σωφρονισμὸς, καὶ τοῖς διαφεύγουσιν ἡ ἡδονή. Οὕτω καὶ ἐπὶ τοῦ παγκάλου Ἰωσὴφ γέγονεν. Ἐμβαλόντες γὰρ αὐτὸν εἰς δουλείαν οἱ ἀδελφοὶ, ἔπαθον ἅπερ ἔπαθον, καὶ τὸν μὲν ἔβλαψαν οὐδὲν, ἀλλὰ καὶ ὤνησαν· αὐτοὶ δὲ τὴν τραγῳδίαν ἐκείνην ὑπέμειναν. Καὶ πολλὰ τοιαῦτα λέγειν ἐξὸν, σκόπει καὶ ἐπὶ τῶν ἄλλων. Ἐπλεονέκτησέ τις; Ἑαυτὸν ἀπώλεσε. Τὸν μὲν γὰρ πλεονεκτηθέντα πολλάκις καὶ ὤνησε, τὴν δὲ ἑαυτοῦ ψυχὴν προὔδωκεν. Ἠδίκησέ τις; Ἑαυτῷ τὸ ξίφος περιέπειρεν. Οὐ γὰρ τὸ παθεῖν κακῶς, ἀλλὰ τὸ ποιῆσαι κακῶς, τοῦτο μάλιστά ἐστι τὸ πάσχειν κακῶς. Διὰ τοῦτο καὶ Παῦλος παρῄνει μᾶλλον ἀδικεῖσθαι, καὶ μὴ ἀδικεῖν· καὶ ὁ Χριστὸς, ῥαπίζεσθαι καὶ μὴ ἀντιῤῥαπίζειν, ἀλλὰ καὶ παρέχειν ἑαυτὸν εἰς τὸ πάσχειν. Τοῦτο μεγίστης ἰσχύος, τοῦτο ὑπομονὴν ἐργάζεται, τοῦτο ἰσχυρὰν τὴν ψυχὴν κατασκευάζει, τοῦτο τῶν παθῶν ἀνώτερον ποιεῖ. Ὁ γὰρ ἀδικῶν ἕτερον, ἢ τύπτων ἢ ὑβρίζων, πρότερον αὐτὸς ὑπὸ τοῦ πάθους χειρωθεὶς, καὶ αἰχμάλωτος γενόμενος, τότε δοκεῖ τὸν πλησίον ἀδικεῖν· αὐτὸς δὲ χαλεπώτερα πέπονθε, τὴν ἐσχάτην δουλείαν δουλεύσας. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Καὶ περὶ τοῦ Ἀχιτόφελ καὶ περὶ τοῦ Ἀβεσσαλὼμ ταῦτα εἰρῆσθαί φασιν· ἀμφοτέρων γὰρ ἡ κεφαλὴ εἰς τιμωρίαν κατέβη. Ὁ μὲν γὰρ ἀγχόνῃ χρησάμενος, οὕτω τὸν βίον κατέλυσεν· ἐκεῖνος δὲ ὑπὸ τὸ δένδρον ἐλθὼν, καὶ ἐξαρτηθεὶς ὑπὸ τῆς κόμης, πολὺν ἐκρέματο χρόνον. Οὕτω καὶ Ἰούδας ἀγχόνῃ τὸν βίον κατέλυσεν, εἰδὼς ὅτι ἐπὶ κακῷ τῆς αὑτοῦ κεφαλῆς πάντα εἰργάσατο. Καὶ ὁ Ἀχιτόφελ νοήσας ὅτι πάντως περιέσται ὁ Δαυῒδ, ἀπελθὼν ἀπήγξατο· καὶ ὁ Ἀβεσσαλὼμ ἄκων ἐκρέματο, καὶ οὐκ εὐθέως ἀνῃρεῖτο, ἀλλ' ὥσπερ ἐν δικαστηρίῳ πρότερον ἀνηρτήθη, καὶ τῷ ξύλῳ προσηλώθη· καὶ τοῦ Θεοῦ τὴν ψῆφον ἄνωθεν φέροντος, ἐπὶ πολὺν ἐκρέματο χρόνον, ὑπὸ τοῦ συνειδότος λοιπὸν μαστιζόμενος. Αὐτὸς μὲν γὰρ ἐπεθύμει τὴν δεξιὰν τῷ λαιμῷ βαπτίσαι τῷ πατρικῷ· ὁ δὲ πατὴρ καὶ οὕτω φείσασθαι αὐτοῦ παρῄνει τοῖς στρατιώταις. Καὶ οὕτως οὐκ ἦν κενοδοξίας τὸ λεγόμενον, ὅτι καὶ μετὰ θάνατον ἀποδύρεται. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἀνθρωπίνης ἦν σπουδῆς τὸ γινόμενον, ἀλλ' ὅλον θεῖον ἦν τὸ δικαστήριον, τρίχες καὶ ξύλον αὐτὸν ἔδησαν, καὶ ζῶον ἄλογον παρέδωκε, καὶ ἀντὶ μὲν σχοινίου ἡ κόμη, ἀντὶ δὲ ξύλου τὸ δένδρον γέγονεν, ἀντὶ δὲ στρατιώτου προσήγαγεν αὐτὸν ἡ ἡμίονος. Καὶ σκόπει τὸ παράδοξον. Ταῦτα παθόντος, οὐδεὶς ἐτόλμησε προσελθεῖν τῶν αὐτοῦ, καὶ καθελεῖν αὐτὸν, τοσαύτης γενομένης σχολῆς. Καὶ τοῦτο δὲ ὁ Θεὸς ᾠκονόμει, ὥστε μήτε καθαιρεθῆναι, μήτε δεδεμένον ἀπενεχθῆναι τῷ πατρὶ, ἐπειδὴ τὰ πατρικὰ σπλάγχνα πέρα τοῦ μέτρου τὴν φειδὼ ἐπεδείκνυτο· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι ὁ καταλλάξας αὐτῷ τὸν πατέρα, οὗτος αὐτὸν ἀνῄρει, μονονουχὶ κατήγορος σφοδρὸς ἐπιστάς· ἀλλ' ἀνῄρει μὲν οὗτος, ἐψηφίζετο δὲ ὁ Θεός.