Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ. Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-10
Not analysed yet
Οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ἀκούσατε ὅσοι τῶν παίδων ἀμελεῖτε τῶν ὑμετέρων, ὅσοι διαβολικὰ μελίσματα ᾄδοντας περιορᾶτε, τῶν δὲ θείων διηγημάτων ἀμελεῖτε. Ἀλλ' οὐχ οὗτοι τοιοῦτοι, ἀλλὰ διηνεκῶς ἐν τοῖς διηγήμασι τῶν τοῦ Θεοῦ κατορθωμάτων τὸν βίον ἀνήλισκον· καὶ διπλοῦν ἐποίουν τὸ κέρδος. Οἵ τε γὰρ εὖ παθόντες, ἐν μνήμῃ τῶν εὐεργεσιῶν ὄντες, βελτίους ἐγίνοντο· οἵ τε ἐκείνων ἔκγονοι οὐ μικρὰν θεογνωσίας ὑπόθεσιν ἐκ τῶν διηγημάτων ἐλάμβανον τούτων, καὶ πρὸς ἀρετῆς ζῆλον ἐνήγοντο. Βιβλία γὰρ ἦν αὐτοῖς τὰ στόματα τῶν γεγεννηκότων, καὶ πᾶσα σχολὴ, καὶ πᾶσα διατριβὴ ταῦτα εἶχε τὰ διηγήματα, ὧν οὐδὲν τερπνότερον, οὔτε κερδαλεώτερον ἦν. Εἰ γὰρ ἁπλῶς διηγήματα πραγμάτων, καὶ μῦθοι, καὶ πλάσματα ψυχαγωγεῖν εἰώθασι πολλάκις τοὺς ἀκροατάς· πολλῷ μᾶλλον ταῦτα πολλὴν ἐδείκνυτο τὴν εὐεργεσίαν, τὴν δύναμιν, τὴν σοφίαν, τὴν κηδεμονίαν, καὶ μετὰ τῆς ἡδονῆς ἀνίστα τὸν ἀκροατὴν, καὶ σπουδαιότερον ἐποίει. Οἱ γὰρ παρόντες τοῖς γινομένοις, καὶ ὄψει παραλαβόντες, ἀκοῇ παρέδωκαν, καὶ ἦν ἡ ἀκοὴ τῆς ὄψεως ὁμοίως πρὸς πίστιν ἴση. Τῶν γὰρ παρόντων καὶ θεωμένων οὐχ ἧττον ἐπίστευον οἱ μὴ παρόντες καὶ θεώμενοι. Οὐ μικρὸν δὲ αὐτοῖς καὶ τοῦτο εἰς πίστιν ἄλειμμα ἦν. Ἴδωμεν δὲ τί διηγήσαντο, καὶ εἰ ὑποθέσεως ὁμοίας μέμνηνται. Καὶ γὰρ τὸν μέλλοντά τινος δεῖσθαι, καὶ τῆς αἰτήσεως ἐπιτυγχάνειν, ἐκ τῆς ἑτέροις δοθείσης χάριτος ὅμοια αἰτεῖν ἐκείνῳ χρή. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· οἷον, αἰτεῖ τις ἡμᾶς οἰκέτης δωρεάν· ἂν δείξῃ καὶ ἕτερον εἰληφότα τὴν αὐτὴν, μέγιστον δικαίωμα τὴν αὐτὴν τοῦ λαβεῖν προβάλλεται, πλὴν ἐὰν μὴ τῇ διαφορᾷ τὸ παράδειγμα βλάπτηται. Διαφορὰν δὲ λέγω προσώπου ἢ πράγματος. Ἐὰν μὲν γὰρ ὁ εἰληφὼς ᾖ τοιοῦτος, οἷος ὁ αἰτῶν, καὶ τὸ αἰτούμενον ὅμοιον, ἕστηκε τὸ ὑπόδειγμα· ἂν δὲ ἐκεῖνος δίκαιος μὲν λαβεῖν, οὗτος δὲ οὐκ ἔτι, μείζονος χρεία τῆς παρακλήσεως. Ἀναγκαῖον δὲ καὶ ἐκ τῶν Γραφῶν ὃ λέγω ποιῆσαι σαφές· Ἡ Χαναναία, ἐπειδὴ ἤκουσεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις, φησὶ, Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἐκ τῶν ψιχίων τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Καὶ Παῦλος πάλιν γράφων ἔλεγεν· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσι, πολλῷ μᾶλλον ἡμεῖς· ἐνταῦθα μεῖζον τὸ δικαίωμα ἀπὸ τῆς τοῦ προσώπου διαφορᾶς ποιῶν. Καὶ πάλιν Φιλήμονι γράφων ἔλεγεν· Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ· δὼ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ. Ἐνταῦθα ἐκ τοῦ ἴσου τὸ παράδειγμα. Ὅταν γὰρ πρῶτος ᾖ τις εἰληφὼς, ὥσπερ τινὰ τῷ δευτέρῳ θύραν ἀνοίγνυσιν, ἂν ᾖ ὅμοιος ὁ μέλλων αἰτεῖν, ἢ τὰ αὐτὰ αἰτοίη. Οὐ μόνον δὲ ἐκ τῶν ἑτέροις δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν ἡμῖν αὐτοῖς ἤδη ὑπαρξάντων ἡ παράκλησις πολλάκις ἰσχυρὰ γίνεται· ὃ καὶ Παῦλος ἐποίει Φιλιππησίοις γράφων καὶ λέγων· Ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς τὰ εἰς τὴν χρείαν μοι ἐπέμψατε. Διά τοι τοῦτο πολλοὶ πολλοῖς διδόντες τοῦτο παρεγγυῶσι, μὴ ἐξειπεῖν ἑτέροις, ἵνα μὴ ἡ εἰς τὸν ἕνα γενομένη χάρις πολλοὺς ἐπεγείρῃ τῷ δεδωκότι τοὺς αἰτοῦντας, ὥσπερ οὖν οὐκ ἔχοντος καταφυγεῖν εἴς τινα ἀναχώρησιν τοῦ δόντος ἅπαξ, εἰ μὴ καὶ ἑτέροις δοίη. Ἀλλ' ἄνθρωποι μὲν εἰκότως, ἅτε ἐκ τοῦ διδόναι γενόμενοι πενέστεροι, τοῦτο κελεύουσιν· ὁ δὲ Θεὸς τοὐναντίον καὶ ἀνακηρύττει καὶ βοᾷ τὰ ἑτέροις διδόμενα, εἰς τὸ καὶ ἑτέροις παρασχεῖν πρόφασιν τοῦ πάλιν αὐτὸν αἰτῆσαι. Τῷ γὰρ διδόναι μείζων αὐτοῦ ὁ πλοῦτος δείκνυται. Διό φησιν ὁ Παῦλος· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Εἶδες καινήν τινα φύσιν πλούτου; Ταύτην καὶ σὺ μιμοῦ τὴν φιλοτιμίαν. Ὅταν γὰρ ἀναλώσῃς τὸν ἀποκείμενον πλοῦτον, τότε μᾶλλον αὐτὸν αὐξήσεις· ἂν δὲ κατορύξῃς, τότε μᾶλλον ἠλάττωσας. Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ τῶν πνευματικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ ἐπὶ τῶν σαρκικῶν οὕτω γίνεται; Καὶ γὰρ ἂν φειδόμενός τις τὸν σῖτον οἴκοι κείμενον μὴ δαπανήσῃ, μηδὲ εἰς τὰς ἀρούρας ἐκβάλῃ, τῷ στόματι τῶν σκωλήκων αὐτὸν παρέδωκεν· ἂν δὲ σκορπίσῃ, πλείονα τὸν ἀμητὸν ἐργάζεται.