Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ. Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-11
Not analysed yet
Ἀκούσατε ὅσοι πρὸς τὴν ἐλεημοσύνην ἐστὲ ὀκνηροί. Ἀκούσατε οἱ τὸν πλοῦτον ὑμῖν ἐλαττοῦντες τῇ φυλακῇ. Ἀκούσατε οἱ τῶν ὄναρ πλουτούντων οὐδὲν διακείμενοι ἄμεινον. Ὀνείρατος γὰρ οὐδὲν ἄμεινον τὰ παρόντα· ἀλλ' ὥσπερ οἱ καθ' ὕπνους φανταζόμενοι χρήματα ἔχειν, κἂν τῶν ταμιείων γένωνται τῶν βασιλικῶν κύριοι, πάντων εἰσὶ πενέστεροι, γενομένης ἡμέρας· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ παρόντος, ὁ μηδὲν ἀγαγεῖν ἐκεῖ δυνηθεὶς, πάντων ἔσται πενέστερος κἂν τὰ πάντων ᾖ κεκτημένος· ὄναρ γὰρ ἐπλούτησε μόνον. Εἰ τοίνυν βούλει μοι δεῖξαι τὸν εὔπορον, τότε μοι δεῖξον, ὅταν ἡμέρα γένηται, ὅταν εἰς τὴν πατρίδα ἀπέλθωμεν ἐκείνην· νῦν δὲ οὐκ ἀνέξομαι τὸν πλούσιον διαγινώσκειν καὶ τὸν πένητα. Οὐ γάρ ἐστιν ἀλήθεια πραγμάτων, ἀλλ' ὀνομάτων χάρις καὶ εὐφημία μᾶλλον. Καθάπερ γὰρ τοὺς τυφλοὺς καλοῦσιν οἱ πολλοὶ πολυβλέποντας, ἀλλ' οὐκ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πρᾶγμα, ἀλλ' οὗτοι μάλιστά εἰσιν οἱ μὴ ὁρῶντες· οὕτω δὴ καὶ τὸ τῶν πλουσίων ὄνομα περιφέρεσθαι ἐνταῦθά φημι τῶν οὐδὲν ἐκεῖ κεκτημένων. Ὅταν γὰρ ἐνταῦθα πλουτῇ, τότε μάλιστα οἶδα ὅτι πένης ἐστίν. Εἰ γὰρ μὴ σφόδρα πένης ἦν, οὐκ ἂν σφόδρα ἐπλούτει. Ὥσπερ γὰρ τὸν πηρὸν, εἰ μὴ καθόλου τετύφλωται, οὐκ ἂν αὐτὸν πολυβλέποντα ἐκάλεσαν· οὕτω δὴ καὶ ἐνταῦθα λογιστέον. Ἀποθέμενοι οὖν τῶν ὀνομάτων τὴν ἀπάτην, ἀντιλάβωμεν τῶν πραγμάτων τὴν ἀλήθειαν. Οὐ γὰρ ἐν ὀνόμασι τὰ πράγματα ἕστηκεν, ἀλλ' αἱ τῶν πραγμάτων φύσεις τὰ ὀνόματα κατὰ τὴν οἰκείαν ὑπόστασιν πλάττουσιν. Ὁ δεῖνα πλούσιος καλεῖται, ἀλλ' οὐκ ἔστι. Καὶ πῶς οὐκ ἔστιν, ὅταν πολὺς μὲν ἄργυρος, πολὺ δὲ χρυσίον, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια χρυσᾶ, καὶ τὰ ἄλλα πάντα αὐτῷ περιῤῥέῃ; Ὅτι οὐ χρυσίον, οὐδὲ ἱμάτια, οὐδὲ χρήματα, ἀλλ' ἐλεημοσύνη ποιεῖ πλούσιον Ταῦτα γὰρ χόρτος, ταῦτα ξύλα καὶ καλάμη. Ἐπεὶ ποῖον ἱμάτιον, εἰπέ μοι, τότε τὸν γυμνὸν ἑστῶτα ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου περιβαλεῖν δυνήσεται; Ὅπερ καὶ Παῦλος δεδοικὼς ἔλεγεν· Εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Ποῖα χρήματα τὸν κινδυνεύοντα ἐξελέσθαι δυνήσεται; ποῖοι οἰκέται μαστιζομένῳ παραστήσεσθαι τῷ δεσπότῃ; ποῖαι οἰκίαι; ποῖοι λίθοι πολύτιμοι; ποῖα βαλανεῖα τὸν ῥύπον ἀποσμῆξαι δυνήσεται τὸν ἐκ τῶν ἁμαρτημάτων; Μέχρι τίνος ἑαυτοὺς ἀπατᾶτε; μέχρι τίνος οὐ διαβλέπετε τῶν πραγμάτων τὴν ἀλήθειαν, ἀλλ' ἐπὶ τὰ ὀνείρατα κεχήνατε, ἐγγὺς καὶ ἐπὶ θύραις τῆς κρίσεως οὔσης; Ἀλλ' ἐπὶ τὰ προκείμενα ἐπανίωμεν. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἔξεστι καὶ ἡμῖν τοῦτο εἰπεῖν κατὰ ἀναγωγὴν τὸ ῥῆμα. Εἰ μὲν καὶ ἐκείνοις οἱ πατέρες διηγήσαντο, ἀλλὰ καὶ ἡμῖν ἡ τοῦ Θεοῦ χάρις ἔδωκε διὰ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος μαθεῖν τὰ ἐκείνων. Πῶς δὲ ἄν τις κατὰ ἀναγωγὴν αὐτὰ ἐκλάβοι; Εἰς τὰ τῆς καινῆς χάριτος ἕλκων κατορθώματα, ὅτι πρὸς τὸν οὐρανὸν ἀνενέχθημεν, ὅτι βασιλείας ἠξιώθημεν, ὅτι Θεὸς ἄνθρωπος γέγονε, τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. Ἀλλ' ἴωμεν ἐπὶ τὴν ἱστορίαν λοιπόν. Ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Παλαιοῦ τινος διηγήματος μέμνηται, καὶ ἀρχαῖα παράγει κατορθώματα. Καὶ τίνος ἕνεκεν οὐ νέου τινὸς μέμνηται καὶ προσφάτου; Ὅτι παρὰ μὲν ἀνθρώποις εἰκότως τῶν προσφάτων ποιούμεθα τὴν διήγησιν, καὶ ἀπὸ τούτων αὐτοὺς ἐπισπώμεθα, ἅτε τῆς μνήμης αὐτοῖς ἐξασθενούσης· παρὰ δὲ Θεῷ πάντα γνωστὰ, ὁμοίως καὶ τὰ παλαιὰ καὶ τὰ νέα. Ἰδοὺ γὰρ, φησὶ, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Οὐδὲν διαφέρει ἄν τε παλαιόν τις, ἄν τε νέον εἴπῃ διήγημα, μόνον οἰκεῖον τῷ ὑποκειμένῳ ἔστω. Ποῖον οὖν, φησὶ, διήγημα ἀρχαῖον λέγειν βούλεται; Ἀκούσωμεν· Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, φησὶ, καὶ κατεφύτευσας αὐτούς· ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Ἆρα ἐπέγνωτε ποῖον λέγει πόλεμον, ποίαν νίκην, ποῖον τρόπαιον, ἢ τῆς παρ' ἡμῶν ἔτι δεῖσθε σαφηνείας; Ἤδη μὲν οἶμαι πολλοὺς συνεωρακέναι τὸ λεγόμενον· διὰ δὲ τοὺς ἀγνοοῦντας ἀναγκαῖον καὶ τὰ παρ' ἡμῶν προσθεῖναι. Ποίων οὖν τροπαίων μέμνηται; ποίων κατορθωμάτων; Τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν τῇ ἐρήμῳ, τῶν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· μᾶλλον δὲ τῶν ἐν τῇ ἐπαγγελίᾳ. Οὐ γὰρ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, οὗτοι καὶ τῆς Παλαιστίνης ἐπέτυχον, ἀλλὰ πάντες ἔπεσον ἐν τῇ ἐρήμῳ. Ὅτε γοῦν οἱ ἐξ ἐκείνων τεχθέντες, καὶ οἱ ἐν τῇ ἐρήμῳ τραφέντες, εἰσῄεσαν εἰς Παλαιστίνην, φησὶν, οὐκ ἐδέησεν αὐτοῖς ὅπλων· ἀλλ' αὐτοβοεὶ τὰς πόλεις εἷλον, καὶ διαβάντες τὸν Ἰορδάνην, τὴν πρώτην αὐτοῖς ἀπαντήσασαν πόλιν τὴν Ἱεριχὼ, καθάπερ χορεύοντες μᾶλλον ἢ πολεμοῦντες κατήνεγκαν. Κεκοσμημένοι γὰρ ὅπλοις οὐχ ὡς ἐν μάχαις, ἀλλ' ὡς ἐν πανηγύρει καὶ χορείᾳ ἐξῄεσαν, ἀντὶ καλλωπισμοῦ μᾶλλον ἢ ἀσφαλείας τὰ ὅπλα περιθέμενοι, καὶ τὰς ἱερὰς στολὰς περικείμενοι, καὶ προηγουμένους ἔχοντες τοῦ στρατοπέδου τοὺς Λευΐτας, ἐκύκλουν τὸ τεῖχος. Καὶ ἦν ἰδεῖν θέαμα θαυμαστὸν καὶ παράδοξον, χιλιάδας τοσαύτας στρατοπέδων ἐν τάξει καὶ ῥυθμῷ βαινόντων, ἐν ἡσυχίᾳ καὶ κόσμῳ πολλῷ, ὡς οὐδενὸς παρόντος, μετὰ τῆς ἁρμονίας ἐκείνης τῶν σαλπίγγων τὸ πᾶν κατορθούντων. Αἰσχυνέσθωσαν οἱ θορυβοῦντες ἐν ἐκκλησίᾳ. Εἰ γὰρ ἔνθα σάλπιγγες ἤχουν, τοσαύτη ἦν εὐταξία, ἔνθα αὐτὸς ὁ Θεὸς φθέγγεται, τίνος τεύξονται συγγνώμης οἱ διὰ τῶν οἰκείων θορύβων τῆς ἐκείνων ἀκοῆς τὴν ἀκρίβειαν ἐκκρούοντες; Ἀλλὰ τίνος ἕνεκεν, φησὶν, οὐκ ἐμνημόνευσε τῶν ἐξ Αἰγύπτου; Ἐπειδὴ πάντες ἔπεσον, ἐπειδὴ δίκην ἔδοσαν. Τίνος δὲ ἕνεκεν πάντες ἀπώλοντο; Ἐπειδὴ τὰ μεγάλα ἥμαρτον. Ἐντεῦθεν δὲ καὶ ἕτερον ᾠκονόμει, τὸ τοὺς μέλλοντας τὴν Παλαιστίνην ἀπολαμβάνειν ἀθεάτους εἶναι τῶν ἐν Αἰγύπτῳ κακῶν, τῆς δεισιδαιμονίας, τῆς ἀσεβείας ἁπάσης, καὶ μηδένα διδάσκαλον ἔχειν τῆς τοσαύτης πονηρίας. Οὕτω γὰρ προκατείχοντο τῇ τῶν Αἰγυπτίων συνηθείᾳ, οὕτως ἦσαν ἁλόντες, ὡς μετὰ τοσαῦτα θαύματα μηδὲ ἐν τῇ ἐρήμῳ ἀποτρίψασθαι καθαρῶς τῆς πλάνης τὰ λείψανα. Εἰ δὲ καὶ Χαναναίους ἔλαβον διδασκάλους τῶν προτέρων χαλεπωτέρους, ποῦ οὐκ ἂν ἐξώκειλε τὰ τῆς ἀσεβείας αὐτοῖς; Διὰ δὴ τοῦτο κατεῖχεν αὐτοὺς ἐπὶ τῆς ἐρήμου τοὺς τεχθέντας, ἕως εἰς ἀνδρῶν ἡλικίαν ἦλθε τὰ ἔγγονα τὰ ἐκείνων.