Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-11
Not analysed yet
Εἶτα πάλιν δεικνὺς ὅτι οὐκ ἀνθρωπίνης ἦν ἐννοίας τὰ λεγόμενα, καὶ μελέτης καὶ συνθήκης, ἀλλὰ θείας χάριτος καὶ τὴν γλῶτταν μόνην αὐτὸς ἐδάνεισεν, ἐπήγαγεν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὁ δὲ κάλαμος ταῦτα γράφει, ἅπερ ἂν ἡ κατέχουσα αὐτὸν κελεύῃ χείρ. Ἕτερος δέ φησιν· Ἡ γλῶσσά μου ὡς γραφεῖον γραφέως ταχινοῦ. Τί βούλεται τὸ, Ταχινοῦ; Ἵνα κἀντεῦθεν τὴν χάριν δείξῃ. Ὁ μὲν γὰρ οἴκοθεν φθεγγόμενος, μέλλει καὶ βραδύνει μελετῶν, συντιθεὶς, ἐμποδιζόμενος καὶ ἀγνοίᾳ καὶ ἀμαθίᾳ καὶ μελλήσει, καὶ πολλά ἐστι τὰ λυμαινόμενα τῷ τάχει τοῦ λόγου· ὅταν δὲ Πνεῦμα κινῇ τὴν διάνοιαν, οὐδὲν τὸ κωλύον· ἀλλ' ὥσπερ ὕδατος ῥύμη πολλῷ τῷ ῥοίζῳ φερομένη προέρχεται, οὕτω καὶ ἡ τοῦ Πνεύματος χάρις μετὰ πολλῆς τῆς ταχύτητος πρόεισι, πάντα λεῖα, πάντα εὐμαρῆ προφέρουσα. Εἶτα πάλιν αὐτὸ τοῦτο διακαθαίρων, καὶ δεικνὺς οὐδὲν ἀνθρώπινον ὃν τῶν λεγομένων, ἐπήγαγεν Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων Τινὲς μὲν οὖν περὶ τῆς γλώττης εἰρῆσθαι τοῦτο λέγουσιν, ὅτι κάλαμος ὡραῖος κάλλει· ἐμοὶ δὲ δοκεῖ λοιπὸν περὶ τοῦ Χριστοῦ λέγειν αὐτόν. Διὸ καὶ ἕτερός φησιν ἑρμηνευτής· Κάλλει ἐκαλλωπίσθης ἀπὸ υἱῶν ἀνθρώπων. Εἰς γὰρ αὐτὸν τρέπει τὸν λόγον ὑπὸ πολλῆς θερμότητος, καὶ τῆς περὶ αὐτὸν διαθέσεως, ὡς καὶ Ἰακὼβ ἔλεγεν· Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. Ἔνθους γὰρ γενόμενος, αὐτῷ λοιπὸν διαλέγεται, καὶ πρὸς αὐτὸν ἀποτείνει τὸν λόγον. Τοῦτο δὲ οὐ κατὰ σύγκρισίν φησιν· οὐ γὰρ εἶπεν, Ὡραιότερος, ἀλλ', Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλο τοῦτο, φησὶ, τὸ κάλλος παρ' ἐκεῖνο. Καὶ σκόπει πῶς τὸν περὶ τῆς οἰκονομίας πρῶτον κινεῖ λόγον. Ὅτι δὲ περὶ τῆς οἰκονομίας ἐστὶ τοῦτο, δῆλον ἐκ τῶν ἑξῆς. Εἰπὼν γὰρ, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐπήγαγεν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Χείλη δὲ ὁ Θεὸς οὐκ ἔχει, ἀλλὰ τῆς οἰκονομίας ἐστὶν ὁ λόγος. Ἕτερος δὲ ἑρμηνευτὴς εἰπὼν, Ἀνεχύθη χάρις τοῖς χείλεσί σου, σαφέστερον τοῦτο ἐποίησε. Τί δέ ἐστιν, Ἀνεχύθη, ἢ ὡς ἂν εἴποι τις, Ἡ ἔνδον οὖσα ἀνέβλυσεν, ἐπήγασε; Πῶς οὖν ἕτερος προφήτης λέγει· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; Οὐ περὶ ἀμορφίας λέγων, μὴ γένοιτο, ἀλλὰ περὶ τοῦ εὐκαταφρονήτου. Καταδεξάμενος γὰρ ἅπαξ γενέσθαι ἄνθρωπος, διὰ τῶν εὐτελῶν ἁπάντων διῆλθεν, οὔτε μητέρα βασιλίδα ἐπιγραψάμενος, οὔτε ἐν καιρῷ τῶν σπαργάνων ἐπὶ κλίνης τεθεὶς χρυσῆς, ἀλλ' ἐν φάτνῃ, οὔτε ἐν οἰκίᾳ τραφεὶς πολυτελεῖ, ἀλλ' ἐν εὐτελεῖ τέκτονος δωματίῳ. Καὶ λαβὼν μαθητὰς πάλιν, οὐ ῥήτορας καὶ φιλοσόφους καὶ βασιλέας ἔλαβεν, ἀλλ' ἁλιέας, καὶ τελώνας· καὶ τὸν βίον τὸν λιτὸν τοῦτον μετῄει, οὔτε οἰκίαν ἔχων, οὔτε ἱμάτια περιβεβλημένος πολυτελῆ, οὔτε τραπέζης ἀπολαύων τοιαύτης, ἀλλὰ παρ' ἑτέρων τρεφόμενος, ὑβριζόμενος, καταφρονούμενος, ἐλαυνόμενος, διωκόμενος. Ταῦτα δὲ ἐποίει, ἐκ πολλῆς τῆς περιουσίας τὸν τῦφον πατῶν τὸν ἀνθρώπινον. Ἐπεὶ οὖν οὔτε φαντασίαν τινὰ καὶ κόμπον περιεβέβλητο, οὔτε ἀκολούθους εἶχε καὶ δορυφόρους, ἀλλ' ἔστιν ὅτε καὶ μόνος περιῄει, ὡς εἷς τῶν πολλῶν, διὰ τοῦτο ἐκεῖνος μέν φησιν· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὔτε κάλλος· οὗτος δέ φησιν, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τὴν χάριν δηλῶν, τὴν σοφίαν, τὴν διδασκαλίαν, τὰ θαύματα. Εἶτα ὑπογράφων τὴν ὡραιότητα, φησίν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Ὁρᾷς ὅτι περὶ τῆς οἰκονομίας ὁ λόγος; Τίς δέ ἐστιν αὕτη ἡ χάρις; Δι' ἧς ἐδίδασκε, δι' ἧς ἐθαυματοποίει. Τὴν χάριν ἐνταῦθα λέγει τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα, φησὶ, καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων. Πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον. Οὐ γὰρ ἐν μέτρῳ δίδωσιν ἐκείνῳ τὸ Πνεῦμα· Ἡμεῖς μὲν γὰρ ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν· ὁ δὲ ναὸς ἐκεῖνος ὁλόκληρον τὴν χάριν ἔλαβε. Τοῦτο καὶ ὁ Ἡσαΐας δηλῶν ἔλεγεν· Ἀναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας. Πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. Ἀλλ' ἐκεῖ μὲν ὁλόκληρος ἡ χάρις· ἐπὶ δὲ τῶν ἀνθρώπων μικρόν τι, καὶ ῥανὶς ἀπὸ τῆς χάριτος ἐκείνης. Διὰ τοῦτο οὐκ εἶπε, Δίδωμι τὸ Πνεῦμα, ἀλλ', Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.