Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-12
Not analysed yet
Τοῦτο γοῦν καὶ ἐξέβη. Πᾶσα γὰρ ἡ οἰκουμένη ἐκ τοῦ Πνεύματος ἐδέξατο ἐκείνου. Ἤρξατο μὲν γὰρ ἐκ Παλαιστίνης τὸ δῶρον· προῆλθε δὲ εἰς Αἴγυπτον, εἰς Φοινίκην, τὴν τῶν Σύρων, τὴν Κιλίκων, τὸν Εὐφράτην, τὴν Μέσην τῶν ποταμῶν, τὴν Καππαδοκῶν, τὴν Γαλατῶν, τὴν Σκυθῶν, τὴν Θρᾳκῶν, τὴν Ἑλλάδα, τὴν Γάλλων, τὴν Ἰταλῶν, τὴν Λιβύην ἅπασαν, τὴν Εὐρώπην, τὴν Ἀσίαν, εἰς αὐτὸν τὸν Ὠκεανόν. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἐπῆλθεν ἡ χάρις αὕτη· καὶ ἡ σταγὼν αὕτη, καὶ ἡ ῥανὶς τοῦ Πνεύματος τὴν οἰκουμένην ἅπασαν ἐνέπλησε τῆς γνώσεως. Διὰ ταύτης τὰ σημεῖα ἐγίνετο, τὰ ἁμαρτήματα πάντων ἐλύετο. Ἀλλ' ὅμως ἡ ἐν τοσούτοις κλίμασι διδομένη χάρις, μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀῤῥαβών. Δοὺς γὰρ, φησὶ, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν· τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ Παράκλητος μερίζεται. Ὅρα δὲ τὴν πηγὴν, ὅση τίς ἐστιν· ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ προφητεῖαι, ἑτέρῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν. Καὶ τοσαῦτα χαρίσματα ἐν τοσούτοις ἔθνεσιν ἡ ἐν τῷ βαπτίσματι χάρις ἐπὶ τὴν γῆν ἅπασαν ἐξέτεινε· καὶ πάντα ταῦτα ἡ ῥανὶς τοῦ Πνεύματος ἐργάζεται. Ὅτι γὰρ ῥανὶς ἦν, ἐδήλωσε τῷ εἰπεῖν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ τῷ ἀῤῥαβῶνα καλέσαι. Διὰ γὰρ τούτου δῆλον, ὅτι μικρόν τι τοῦ παντὸς ἐδόθη. Διὰ τοῦτο καὶ Ἰωάννης τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ἐκ τοῦ ὑπερβλύζοντος, ὡς ἂν εἴποι τις, ἐκ τοῦ περιττεύοντος, ἐκ τοῦ ὑπερεκχεομένου πάντες ἐλάβομεν. Ἐννόησον τοίνυν Πνεύματος χάριν, πῶς ἐστι παναρκὴς, τοσαύτῃ οἰκουμένῃ ἐπὶ τοσούτοις ἀρκοῦσα χρόνοις· καὶ οὐδὲ οὕτω περιγράφεται, οὔτε ἀναλίσκεται, ἀλλὰ πάντας μὲν ἐμπίπλησι πλούτου καὶ χάριτος, αὐτὴ δὲ οὐδαμοῦ δαπανᾶται. Εἶτα ἐπειδὴ πολυώνυμόν τί ἐστι τὸ ὄνομα τοῦ πνεύματος (καὶ γὰρ καὶ ἄγγελος, καὶ ψυχὴ, καὶ ἄνεμος τοῦτο καλεῖται, καὶ ἕτερα πλείονα), ἐπήγαγεν, Ἀπὸ τοῦ Πνεύματός μου. Ὥσπερ οὖν ἀνθρώπου πνεῦμα συγγενές ἐστι τοῦ ἀνθρώπου, οὕτω καὶ τὸ τοῦ Θεοῦ, ἀλλ' ἐν ἰδίᾳ ὑποστάσει μένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· οὐ συγχέων τὰς ὑποστάσεις, μὴ γένοιτο, ἀλλὰ τὴν εὐγένειαν τοῦ Πνεύματος δηλῶν. Ὅση γοῦν ψυχῆς αὐτῆς πρὸς ἑαυτὴν ἡ συμφωνία, τοσαύτη τοῦ Πνεύματος πρὸς τὸν Πατέρα ἡ συγγένεια. Ὥσπερ οὖν καὶ ὁ Υἱὸς Λόγος λέγεται, ἀλλ' οὐκ ἀνυπόστατος, ἀλλὰ διὰ τοῦτο τὸ πρὸς τὸν Πατέρα συγγενὲς ἵνα μάθωμεν· οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, Πνεῦμα λέγεται, ἀλλ' οὐκ ἀνυπόστατον. Καὶ ὥσπερ ἐπειδὴ γνήσιός ἐστιν Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο υἱοθεσίαν ἡμῖν χαρίζεται· οὕτω καὶ τὸ Πνεῦμα, ἐπειδὴ φύσει τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ, τὰ χαρίσματα ἡμῖν παρέχει. Ἐπεὶ καὶ ἄνθρωπος, ἐπειδὴ φύσει ἄνθρωπός ἐστι, διὰ τοῦτο γράψαι δύναται εἰκόνα ἀνθρώπου. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ἄλλος λέγει, Ἐπὶ τούτῳ. Ὁρᾷς πῶς δι' ὅλου πρὸς αὐτὸν ἀποτείνεται ἐκ διαθέσεως; Διὰ τοῦτο καὶ ἀλλαχοῦ οὐχ ἁπλῶς προφητεύει, ἀλλ' ἐν σχήματι ἐγκλήματος, ὡς ὅταν λέγῃ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; οὕτω δὴ καὶ ἐνταῦθα λέγων, Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Οὐδὲν γὰρ περὶ τῆς γεννήσεως αὐτοῦ διαλεχθεὶς, οὐδὲ περὶ ἀνατροφῆς, οὐδὲ περὶ τῶν ἄλλων, ἐντεῦθεν ἐμβάλλει τὸν περὶ αὐτοῦ λόγον. Τί δήποτε; Ὅτι τὸ μὲν ἅπαντα κατὰ ἀκολουθίαν λέγειν, τῶν εὐαγγελιστῶν ἐστι· διὸ καὶ ἐκείνοις αὐτὰ ἐτήρησε· καὶ γὰρ τῆς ἐκείνων διηγήσεως ἦν· προφητείας δέ ἐστιν ἔργον, μέρη τινὰ ἀπολαμβάνειν καὶ περὶ τούτων διαλέγεσθαι. Διὰ δὴ τοῦτο οἱ προφῆται πανταχοῦ τοῦτο ποιοῦσιν· ὀλίγα τινὰ γὰρ εἰς τὴν ἱστορίαν ἐμβάλλοντες καὶ συσκιάζοντες ἀναχωροῦσι. Διὰ τοῦτο καὶ οὗτος, Εὐλόγησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα· οὕτως εἰπὼν, ὅτι τοσαύτης χάριτος ἔγεμεν αὐτοῦ τὰ ῥήματα. Σκόπει γοῦν τὴν δύναμιν τῆς χάριτος· Παρεπορεύετό ποτε παρὰ τὴν θάλασσαν, καὶ εὑρίσκει Ἰάκωβον καὶ Ἰωάννην, καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ καὶ τὸν πατέρα ἀφέντες καὶ τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ. Εἶτα ἄλλοτε πᾶσι τοῖς μαθηταῖς λέγων· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; λέγει αὐτῷ Πέτρος· Κύριε, ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ πρὸς τίνα ἀπελευσόμεθα; Τί λέγω τοὺς μαθητάς; Αὐτοὶ οἱ Φαρισαῖοι ἀποστείλαντες ὑπηρέτας, ἤκουον λεγόντων· Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Καὶ ἕτεροι πάλιν ἔλεγον, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Καὶ ἐξεπλήσσοντο, φησὶν, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι.