Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκούσατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἄλλος, Ὁμοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-15
Not analysed yet
Ὅταν τοίνυν τὰ καίρια καὶ κύρια ἴσα ὑμῖν ᾖ καὶ ὁμότιμα, τί διὰ τὰς σκιὰς καὶ ὀνείρατα σεαυτὸν φυσᾷς, ἐκ τῶν οὐδὲν ὄντων τὰ κοινὰ διαιρῶν; Κοινὰ τὰ τῆς φύσεως, κοινὰ τὰ τῆς γενέσεως, τὰ τῆς οἰκειώσεως. Τί τοίνυν τὴν ἔξωθεν περιβολὴν ἐπεισάγεις εἰς διαιρέσεως ἀφορμήν; Οὐκ ἀνέχομαι. Διὰ τοῦτο καλῶ σε μετὰ τοῦ πένητος, λέγων· Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐκ ἔστιν ἰδεῖν ἐπὶ τὸ αὐτὸ πλούσιον καὶ πένητα· οὐκ ἐν δικαστηρίοις, οὐκ ἐν βασιλικαῖς αὐλαῖς, οὐκ ἐν ἀγοραῖς, οὐκ ἐν τραπέζαις· ἀλλὰ τὸν μὲν ἐν τιμῇ, τὸν δὲ ἐν καταφρονήσει· τὸν μὲν ἐν παῤῥησίᾳ, τὸν δὲ ἐν αἰσχύνῃ· ἡ γὰρ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσακουόμενοι. Ἐλάλησε πλούσιος, καὶ ἐδικαίωσαν αὐτόν· πτωχὸς ἐλάλησε, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Ἀλλ' οὐκ ἐνταῦθα. Οὐδὲ γὰρ ἐπὶ τῆς Ἐκκλησίας ἀνέχομαι τῆς πλεονεξίας καὶ τῆς ἀλογίας, ἀλλὰ κοινὴν ἅπασι προτίθημι τὴν διδασκαλίαν. Ὅρα σύνεσιν διδασκάλου, πῶς καὶ πρὶν ἢ τῆς δημηγορίας ἄρξασθαι, ἀπὸ τῆς κλήσεως μόνης μέγιστον ὅρον διδασκαλίας ἐξήνεγκεν. Ὁμοῦ γὰρ πάντας καλέσας, οὔτε ἐκεῖνον ἀφῆκε φυσηθῆναι, οὔτε τοῦτον ἐξευτελίζεσθαι, ἀλλ' ἔδειξεν, ὅτι οὐδὲ ὁ πλοῦτος καλὸν, ὥσπερ οὐδὲ ἡ πενία κακὸν, ἀλλὰ τῶν περιττῶν ἐστι, καὶ ἔξωθεν προσκειμένων. Ὥστε οὐδέν μοι διαφέρει, κἂν τοῦτο ᾖς, κἂν ἐκεῖνο· οὔτε γὰρ πλούσιον ὁρῶ σε ὄντα πλέον ἔχειν, οὔτε πένητα ἔλαττον. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τί δήποτε ἄνθρωπος ὢν, καὶ τῆς αὐτῆς μετέχων φύσεως, τοσούτου σαυτὸν ἀξιοῖς, ὡς νομίζειν τῆς οἰκουμένης ἐπιτήδειον εἶναι γενέσθαι διδάσκαλον, καὶ τοὺς ἐκ τῶν τερμάτων τῆς γῆς συγκαλεῖν; τί τοῦ τηλικούτου θεάτρου ἄξιον ἔχων εἰπεῖν; Ναὶ, φησίν. Ἐπειδὴ γὰρ ἐκάλεσε τὴν οἰκουμένην, ποιῶν ἀξιόπιστον τὸν λόγον, ἄκουσον τί λέγει· Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἄλλος, Καὶ μινυρίσει ἡ καρδία μου σύνεσιν. Ὁ δὲ Ἑβραῖος Οὐαγὶθ τοῦτο εἶπεν. Εἶδες πῶς εὐθέως ἀνήγαγε τὸν λόγον; Οὐ περὶ χρημάτων διαλέξομαι, φησὶν, οὐ περὶ ἀξιωμάτων, οὐ περὶ δυναστείας οὐ περὶ ῥώμης σώματος, οὐ περὶ ἄλλου τινὸς τῶν ἐπικήρων· σοφίαν μέλλω λέγειν μετὰ ἀκριβείας, οὐχ ἁπλῶς ἐκ τοῦ παραχρῆμα ἐπελθοῦσάν μοι. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. Ἄλλος, Κλινῶ παραβολῇ τὸ οὖς μου. Ὁ δὲ Ἑβραῖος Λαμασᾶλ φησιν. Ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ἄλλος, Αἴνιγμά μου. Ὁ δὲ Ἑβραῖος Ἰδαθεὶ τοῦτο εἶπε. Καὶ ποία αὕτη πρὸς τὰ εἰρημένα ἀκολουθία; Ἀντὶ γὰρ διδασκάλου ἀκροατὴν ὁρῶ νῦν. Ἐκάλεσας μὲν γὰρ ὡς ἀκουσομένους τί χρήσιμον· μετὰ δὲ τὸ παραγενέσθαι καὶ συναγαγεῖν ἅπαντας, καὶ ἐπαγγείλασθαί τι σοφὸν ἐρεῖν, οὐδὲν οὐδέπω φθεγξάμενος, ἀφεὶς τοῦ διδασκάλου τὴν τάξιν, εἰς τοῦ ἀκροατοῦ μεταβαίνεις χώραν. Κλινῶ γὰρ, φησὶν, εἰς παραβολὴν τὸ οὖς μου. Τίνος ἕνεκεν τοῦτο ποιεῖ; Σφόδρα συνετῶς, καὶ ἀκολούθως τοῖς εἰρημένοις. Ἐπειδὴ γὰρ εἶπε, Λαλήσω σοφίαν, ἵνα μή τις ἀνθρώπινον τὸ λεγόμενον εἶναι νομίσῃ, καὶ μελέτην καρδίας, ἵνα μὴ αὐτοῦ εὕρημα ὑποπτεύσῃ, δείκνυσι διὰ τούτων, ὅτι θεῖα τὰ λεγόμενα, καὶ ὅτι οὐδὲν ἴδιον φθέγγεται, ἀλλ' ἅπερ ἤκουσε, ταῦτα λέγει. Ἔκλινα γὰρ, φησὶ, τὸ οὖς μου τῷ Θεῷ, ἤκουσα παρ' ἐκείνου, καὶ τὰ ἄνωθεν κατενεχθέντα εἰς τὴν διάνοιαν τὴν ἐμὴν, ταῦτα λέγω. Διόπερ καὶ ὁ Ἡσαΐας ἔλεγε· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον· προσέθηκέ μοι ὠτίον ἀκούειν. Καὶ ὁ Παῦλος πάλιν· Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Ὁρᾷς καὶ ἐκεῖνον ἀκροατὴν γινόμενον πρότερον, καὶ τότε διδάσκαλον; Διὸ καὶ ἕτερος ἑρμηνευτὴς ἔλεγε, Καὶ μινυρίσει ἡ καρδία μου. Τί ἐστι, Μινυρίσει; ᾌσεται, ψαλμόν τινα ἐρεῖ πνευματικόν. Εἰ δὲ μελέτην λέγει, μὴ θορυβηθῇς· ἃ γὰρ ἔλαβεν ἀπὸ τοῦ Πνεύματος, ταῦτα διηνεκῶς ἐμελέτα, καὶ παρ' ἑαυτῷ ἀνεκίνει, καὶ τότε ἀνακινήσας, εἰς τοὺς ἄλλους ἐξέφερε. Τί δέ ἐστιν, Εἰς παραβολήν; Πολυσήμαντόν τί ἐστι τὸ ὄνομα. Ἔστι γὰρ παραβολὴ λάλημα, καὶ ὑπόδειγμα, καὶ ὀνειδισμὸς, ὡς ὅταν λέγῃ· Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. Ἔστι παραβολὴ καὶ αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐμφαῖνον μέν τι, οὐκ αὐτόθεν δὲ δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, ἀλλ' ἔχον ἐντὸς κεκρυμμένην διάνοιαν, οἷα τὰ τοῦ Σαμψὼν, ἃ ἔλεγεν· Ἐξῆλθεν ἀπὸ ἐσθίοντος βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ· καὶ ὁ Σολομὼν, Νοήσει τε παραβολὴν, καὶ σκοτεινὸν λόγον. Λέγεται παραβολὴ καὶ ἡ ὁμοίωσις· Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Παραβολὴ λέγεται καὶ τροπολογία· Υἱὲ ἀνθρώπου, εἰπὲ τὴν παραβολὴν ταύτην αὐτοῖς. Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος· ἀετὸν λέγων τὸν βασιλέα. Παραβολὴ λέγεται καὶ τύπος, καὶ εἰκὼν, καθάπερ δείκνυσι καὶ ὁ Παῦλος λέγων· Πίστει προενήνοχε τὸν Ἰσαὰκ, πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος· ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο· τουτέστιν, ἐν τύπῳ καὶ ἐν εἰκόνι.