Ancient Greek · ~16 min
ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκούσατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἄλλος, Ὁμοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-16
Not analysed yet
Μεγάλα τινὰ καὶ ἀπόῤῥητα μέλλει διαλέγεσθαι νῦν ἡμῖν ὁ Προφήτης. Οὐδὲ γὰρ ἂν τοὺς πανταχοῦ τῆς γῆς ἐκάλεσεν εἰς ἀκρόασιν, οὐδ' ἂν τὸ τῆς οἰκουμένης ἐκάθισε θέατρον, εἰ μὴ μέγα τι, καὶ λαμπρὸν, καὶ τοῦ μεγέθους τοῦ συλλόγου ἄξιον ἐρεῖν ἡμῖν ἔμελλεν. Οὐκέτι γὰρ ὡς Ἰουδαίοις προφητεύων τοῖς τὴν Παλαιστίνην οἰκοῦσι διαλέγεται, ἀλλ' ὥσπερ τις ἀπόστολος καὶ εὐαγγελιστὴς πρὸς ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν ἀποτείνει τὸν λόγον. Ὁ μὲν γὰρ νόμος ἐν μιᾷ γωνίᾳ τῆς οἰκουμένης τὸ ἔθνος ἐπαίδευεν· ὁ λόγος δὲ τοῦ κηρύγματος πανταχοῦ τῆς γῆς ἐξηχεῖτο, καὶ ἑαυτὸν ἐξέτεινε, τοσαύτην ἐπελθὼν χώραν, ὅσην καὶ ὁ ἥλιος ἔπεισιν. Ἐκεῖνα μὲν γὰρ παιδαγωγία τις ἦν καὶ εἰσαγωγὴ, καὶ διακονία κατακρίσεως καὶ θανάτου· ταῦτα δὲ χάρις καὶ εἰρήνη. Ἐπεὶ οὖν ἅπαν τὸ γένος εἰς τὴν ἀκρόασιν συνεκάλεσε, δεῦρο δὴ καὶ ἡμεῖς παραγενώμεθα, καὶ ἴδωμεν τί βούλεται ἡμῖν ὁ ψαλμῳδὸς εἰπεῖν, ὁ κοινὸς τοῦ γένους τῶν ἀνθρώπων προστάτης. Κἂν βάρβαροί τινες ὦσι, κἂν σοφοὶ, κἂν ἰδιῶται, κελεύεις αὐτοὺς παραγενέσθαι; Ναὶ, φησί. Διὰ δὴ τοῦτο ἀρχόμενος εἶπεν, Πάντα τὰ ἔθνη· καὶ πάλιν ἐπέτεινε λέγων· Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, τὴν ἀνθρωπότητα πᾶσαν καλῶν. Βαβαὶ τῆς διδασκαλίας. πῶς ἐστι πᾶσιν ἁρμόδιος, καὶ κοινή. Διὰ γάρ τοι τοῦτο οὐδὲ ἁπλῶς καλεῖ μόνον ἅπαντας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς σπουδῆς, καὶ ἀκριβείας προσέχειν τοῖς λεγομένοις κελεύει. Οὐ γὰρ εἶπεν, Ἀκούσατε μόνον ταῦτα, πάντα τὰ ἔθνη, ἀλλὰ καὶ, Ἐνωτίσασθε. Τὸ δὲ ἐνωτίσασθαι οὐδὲν ἕτερόν ἐστιν, ἢ τὸ μετὰ σπουδῆς ἀκοῦσαι, καὶ συντεταμένῃ τῇ διανοίᾳ. Ἐνωτίσασθαι γὰρ λέγεται κυρίως, ὅταν τις οὖς πρὸς οὖς διαλέγηται, συντείνων τε ἑαυτὸν, καὶ ἐκεῖνον κελεύων προσέχειν τοῖς λεγομένοις. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Καὶ εἴ τινες οὐκ εἰς ἔθνη καταλέγονται, ἀλλ' εἰσὶ μιγάδες, ἢ νομάδες διεσπαρμένοι, καὶ τούτους ἐπὶ τὴν ἀκρόασιν καλῶ. Καὶ θέα σύνεσιν δημηγόρου. Πρῶτον αὐτῶν διανέστησε τὴν διάνοιαν, καὶ μετεώρους ἐποίησε πρὸς τὴν ἀκρόασιν, τῷ πάντας ἀθρόον καλέσαι. Εἶτα καλέσας, καταστέλλει τὸν τῦφον αὐτῶν, ἵνα μὴ τῷ πλήθει πρὸς ἀπόνοιαν αἴρωνται. Τοιούτων γὰρ μάλιστα ἀκροατῶν χρεία, ὅταν φιλόσοφά τις μέλλῃ φθέγγεσθαι ῥήματα, συντετριμμένων, καὶ κατεσταλμένων, ἀπονοίας καὶ φυσήματος ἀπηλλαγμένων. Πῶς οὖν αὐτῶν κατέστειλε τὴν διάνοιαν; Ἀναμνήσας τῆς φύσεως. Εἰπὼν γὰρ, Ἔθνη, ἐπήγαγεν· Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἶπε τὴν οὐσίαν, ἐξ ἧς ἡ ἀρχὴ τῆς γενέσεως ἡμῶν, ἀνέμνησε τῆς κοινῆς ἁπάντων ἡμῶν μητρός. Καὶ τίνος ἕνεκεν εἶπεν, Οἱ υἱοὶ τῶν ἀνθρώπων; Ἐπειδὴ εἶπε, Γηγενεῖς, ἵνα μή τις νομίσῃ κατὰ τοὺς ἔξω μυθολόγους, ἀπὸ γῆς ἐξ ἀρχῆς βλαστῆσαι τοὺς ἀνθρώπους, καθάπερ τινὲς ἐμυθολόγησαν, σπαρτούς τινας ἐπεισάγοντες, διὰ τοῦτο ἐπήγαγεν· Οἱ υἱοὶ τῶν ἀνθρώπων. Πατέρες γὰρ ὑμῖν εἰσιν οἱ ἄνθρωποι, ἀρχὴ δὲ ὑμῖν κἀκείνοις γενέσεως ἡ γῆ. Τί τοίνυν ὑπερηφανεύεται γῆ καὶ σποδός; Ἐννόησόν σου τὴν μητέρα, καὶ κατάστειλον τὸν τῦφον· καταπάτησον τὸ φρόνημα· ἐννόησον, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ πᾶσαν ἀπόνοιαν ἔκβαλε. Τοιούτου γὰρ ἀκροατοῦ δέομαι. Διὰ τοῦτό σε περιστέλλω, ἵνα σε ἐπιτήδειον λάβω πρὸς τὴν τῶν λεγομένων ὑποδοχήν. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Εἶδες Ἐκκλησίας εὐγένειαν. Πῶς γὰρ οὐκ εὐγένειαν, ὅταν μὴ τοῖς ἀξιώμασι διείργῃ τὸν ἀκροατὴν, ἀλλ' ἐξ ἴσου τῆς διδασκαλίας τὸ πᾶν προχέηται, καὶ τῷ πλουσίῳ καὶ τῷ πένητι κοινὴν παρέχῃ τὴν τράπεζαν; Ἐπειδὴ γὰρ εἶπε τὸ πάντας ἑνοῦν, τὸ γηγενεῖς εἶναι, καὶ υἱοὺς τῶν ἀνθρώπων, καὶ τὸ κοινὸν τῆς φύσεως ἔδειξε· τότε καὶ τὴν ἐκ τῶν βιωτικῶν δοκοῦσαν διαφορὰν εἶναι καὶ ἀνωμαλίαν εἰσάγων, καὶ ταύτην ἐκβάλλει τῷ λόγῳ, κοινῇ πάντας καλῶν (κοινὴ γὰρ ἡμῶν ἡ φύσις), κοινῇ πάντας καλῶ· κοινὴ γὰρ ἡμῶν πόλις ἡ οἰκουμένη. Ἀλλ' ἐπενοήσατέ τινα διαφορὰν ἀπὸ πλούτου καὶ πενίας, καὶ ἀνωμαλίαν εἰσηγάγετε. Ἀλλὰ καὶ ταύτην ἐκβάλλω πάλιν, οὐχὶ πλουσίους μὲν προσιέμενος, πένητας δὲ ἀτιμάζων, οὐδὲ πένητας μὲν καλῶν, πλουσίους δὲ ἐκβάλλων, ἀλλὰ καὶ τούτους κἀκείνους, καὶ οὐχ ἁπλῶς τούτους κἀκείνους, τοὺς μὲν πρώτους, τοὺς δὲ ὑστέρους, ἢ τοὺς μὲν ὑστέρους, τοὺς δὲ πρώτους· ἀλλ' ἐπὶ τὸ αὐτό. Κοινὸς ὁ σύλλογος ἔστω, κοινὸς ὁ λόγος, καὶ κοινὴ ἡ ἀκρόασις. Κἂν πλούσιος ᾖς, ἐκ τοῦ αὐτοῦ γέγονας πηλοῦ, τὴν αὐτὴν εἴσοδον ἔσχες τῷ πένητι, τὴν αὐτὴν γένεσιν. Καὶ σὺ ἀνθρώπου υἱὸς, κἀκεῖνος.