Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΚʹ ΨΑΛΜΟΝ. ᾨδὴ τῶν ἀναβαθμῶν. Ἄλλος, ᾎσμα εἰς τὰς ἀναβάσεις. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἕτερος, Αἴρω ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-27
Not analysed yet
Τίς δὲ δίδωσιν εἰς σάλον τὸν πόδα; Ὁ πράγμασιν ἐπιβαίνων ὀλισθηροῖς καὶ οὐκ ἔχουσιν ἰσχυρὰν βάσιν, οἷός ἐστιν ὁ τῶν χρημάτων ἔρως, οἷος ὁ τῶν βιωτικῶν πόθος. Διὰ τοῦτο συνεχῶς περιτρέπονται καὶ καταπίπτουσι, καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπικρεμῶσιν ἑαυτοῖς κίνδυνον. Οὐ γάρ ἐστιν ἐκεῖνά ποτε ἀσάλευτα, οὐδέ ποτέ ἐστιν ἀκίνητα, ἀλλ' ἀεὶ μεταβάλλεται, καὶ μεθίσταται, καὶ τῶν κυμάτων μᾶλλον ταράττεται, καὶ τῶν ποταμίων ῥευμάτων ταχύτερον διαβαίνει, καὶ ψάμμου πάσης ἐστὶν ἀσθενέστερα καὶ διαῤῥεῖ. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Ἂν οὕτω διακείμενος ᾖς, φησὶν, Οὐ νυστάξει, οὐδὲ ὑπνώσει, τουτέστιν, οὐκ ἐγκαταλείψει, οὐ προήσεται, οὐκ ἀφήσει γυμνὸν καὶ ἔρημον. Τοῦτο αἰνίξασθαι θέλων, ἀλλ' οὐχ ἁπλῶς, τέθεικεν, Ὁ φυλάσσων τὸν Ἰσραήλ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ τοῦτο ἔργον αὐτοῦ διηνεκὲς, τὸ ἄνωθεν καὶ ἐκ προγόνων τῶν σῶν ἐν ἀσφαλείᾳ σε καθιστᾷν, οὐ προήσεται τὸ ἔργον τὸ αὑτοῦ, καὶ ὃ σύνηθες αὐτῷ πράττειν οὐκ ἐγκαταλείψει, ἐὰν μὴ σὺ δώῃς εἰς σάλον τὸν πόδα σου. Καὶ οὐ μόνον οὐκ ἐγκαταλείψει, ἀλλὰ καὶ προστήσεται μετὰ πολλῆς τῆς ἀσφαλείας. Διὸ καὶ ἐπήγαγε λέγων· Κύριος φυλάξει σε· Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου. Ἕτερος, Παρὰ τὴν χεῖρα τὴν δεξιάν σου. Παραστάτης, φησὶν, ἔσται σου, σύμμαχος, βοηθός. Ὁρᾷς πῶς καὶ ἐνταῦθα βούλεταί σε ἐνεργὸν εἶναι; Ἀπὸ μεταφορᾶς δὲ τῶν ἐν παρατάξει ἑστώτων, παρὰ τὴν χεῖρά σου στήσεται τὴν δεξιὰν, ὥστε ἀχείρωτον εἶναι, ὥστε ἐνεργὸν, ὥστε ἰσχυρὸν, ὥστε δυνάστην, ὥστε τρόπαιον ἱστᾷν, ὥστε τὴν νίκην αἴρεσθαι, ἐπειδὴ μάλιστα αὕτη ἐστὶ, δι' ἧς ἅπαντα ἐνεργοῦμεν. Οὐκ ἔσται δέ σοι παραστάτης μόνον, οὐδὲ σύμμαχος, ἀλλὰ καὶ σκέπη. Πάλιν λέγω· διὰ τῶν παρ' ἡμῖν πραγμάτων τοῦ Θεοῦ τὰς βοηθείας χαρακτηρίζει, τὴν ὁλόκληρον αὐτοῦ φυλακὴν καὶ τὴν ἐγγυτάτην συμμαχίαν διὰ τῆς δεξιᾶς καὶ τῆς σκέπης παρίστησιν. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Καὶ τοῦτο γέγονεν ἡνίκα ἐξ Αἰγύπτου ἐπανῄεσαν, καὶ ἐν τῇ ἐρήμῳ διέτριβον. Ἐνταῦθα δὲ τὴν πολλὴν ἄδειαν λέγει. Εἰκὸς δὲ καὶ τότε ἐπανιόντας τοιαύτης τινὸς ἀπολαῦσαι παραδοξοποιίας ἑτέρῳ τινὶ τρόπῳ. Ἐκ περιουσίας τοίνυν αὐτοῦ τὴν πρόνοιαν δεῖξαι βουλόμενος, ὅτι οὐ μόνον τῶν δεινῶν ἀπαλλάττει, ἀλλ' οὐδὲ τὰ τῶν ἀνθρώπων ἀφίησί σε παθεῖν, τοῦτο ἐπήγαγε. Δαψιλὴς γὰρ αὐτοῦ τῆς βοηθείας ἡ χορηγία, ἄφατος ἡ φιλανθρωπία, οὐ πρὸς τὸ μέτρον τῆς χρείας τῆς ἡμετέρας παρέχουσα τὴν παρ' ἑαυτοῦ βοήθειαν, ἀλλ' ὑπερβαίνουσα ταῖς ἀντιδόσεσι καὶ τὰς αἰτήσεις ἡμῶν· Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ· φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Ὁ γὰρ μηδὲ τὰ μικρὰ ταῦτα λυπῆσαί σε συγχωρῶν, ἀλλὰ μέχρι τοσούτου τὴν πρόνοιαν ἐκτείνων τὴν ἑαυτοῦ καὶ τὴν κηδεμονίαν, πολλῷ μᾶλλον ἀφ' ἑτέρων ἀχείρωτόν σε καταστήσει. Ἕκαστον μὲν τῶν ἐπιόντων λυπηρῶν εἴκει καὶ παραχωρεῖ τῷ νεύματι τοῦ Θεοῦ, ἅπερ ἐπ' ἀνθρώπων οὐκ ἔνι. Ἀλλ' εἰ καὶ τούτου πολλάκις ἀπήλλαξε τοῦ κακοῦ, ἑτέρου οὐκ ἠδυνήθη· ἢ ἠδυνήθη μὲν, οὐκ ἠβουλήθη δέ· ἀλλ' ἡ τοῦ Θεοῦ παντοδύναμος καὶ κραταιὰ χεὶρ, κἂν ὁτιοῦν ἐπέλθῃ, λῦσαι δυνήσεται καὶ ἀπαλλάξαι πάντων, καὶ ἐλεύθερον ἀποκαταστῆσαι. Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου. Ἕτερος ἑρμηνευτής φησι, Τὴν προσέλευσίν σου. Εἶδες διηνεκῆ συμμαχίαν πανταχοῦ παροῦσαν, εἰσιόντι, ἐξιόντι; Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ἀγάπης; τί τῆς φιλανθρωπίας; Ἐνταῦθα μέντοι τὸν βίον ἅπαντα αἰνίττεται· ἐν τούτοις γὰρ ὁ βίος ἅπας, ἐν εἰσόδοις καὶ ἐξόδοις. Καὶ τοῦτο σαφέστερον δηλῶν, ἐπήγαγεν· Ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Οὐ πρὸς μίαν ἡμέραν, φησὶν, οὐδὲ πρὸς δύο, καὶ τρεῖς, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν, ἀλλὰ διηνεκῶς· ὅπερ ἐπ' ἀνθρώπων οὐκ ἔνι· ἀλλὰ πολλαὶ αἱ μεταβολαὶ, συνεχεῖς αἱ μεταπτώσεις, ἀθρόοι αἱ μεταστάσεις· ὁ σήμερον φίλος, αὔριον ἐχθρός· ὁ σήμερον βοηθὸς, αὔριον ἐγκαταλιμπάνει. Πολλάκις δὲ οὐκ ἐγκαταλιμπάνει μόνον, ἀλλὰ καὶ πολεμεῖ καὶ ἐπιβουλεύει πολεμίου παντὸς χαλεπώτερον· ἀλλὰ τὰ τοῦ Θεοῦ ἀκίνητα, διηνεκῆ, ἀθάνατα, μόνιμα, πέρας οὐκ ἔχοντα. Ἵνα οὖν αὐτῶν ἐπιτυγχάνωμεν, καὶ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, ὥστε πολλῆς ἀπολαῦσαι τῆς ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.