Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΡΚʹ ΨΑΛΜΟΝ. ᾨδὴ τῶν ἀναβαθμῶν. Ἄλλος, ᾎσμα εἰς τὰς ἀναβάσεις. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἕτερος, Αἴρω ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-28
Not analysed yet
Ὅρα ψυχὴν ἀπορουμένην καὶ ἀμηχανοῦσαν, ὡς ἐν τοῖς κακοῖς οὖσαν, καὶ βουλομένην τυχεῖν παραμυθίας πρὸς τὸν Θεὸν ἀφορῶσαν. Τοῦτο πάλιν κατόρθωμα, τῶν πειρασμῶν, καὶ κέρδος πτεροῦν αὐτὴν καὶ διεγεῖρον, καὶ τὴν ἄνωθεν ποιοῦν ἐπιζητεῖν ῥοπὴν, καὶ τῶν βιωτικῶν ἀποτέμνον ἁπάντων. Εἰ γὰρ Ἰουδαῖοι, οἱ παχεῖς καὶ τῇ γῇ προσηλωμένοι, ἀπὸ τῆς ἐν αἰχμαλωσίᾳ ταλαιπωρίας οὕτως ἐγίνοντο σπουδαῖοι, καὶ πρὸς τὸν οὐρανὸν ἔβλεπον· πολλῷ μᾶλλον ἡμεῖς δίκαιοι ἂν εἴημεν τοῦτο ποιεῖν ἐν ταῖς περιστάσεσι, καὶ πρὸς τὸν Θεὸν καταφεύγειν, οἱ πλείονα ἐκείνων ἀκρίβειαν ἀπαιτούμενοι. Ἐπειδὴ γὰρ ἐκεῖνοι τότε ἐν μέσοις ἦσαν ἀπειλημμένοι τοῖς πολεμίοις, καὶ οὐ πόλις αὐτοῖς ἦν, οὐ τεῖχος, οὐ πύργος, οὐχ ὅπλα, οὐ συμμαχία ἀνθρωπίνη, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' αἰχμάλωτοι καὶ δοῦλοι μεταξὺ δεσποτῶν ὁμοῦ καὶ πολεμίων ἀνεστρέφοντο· τῷ μεγέθει δὲ τῶν συμφορῶν πιεζόμενοι πρὸς τὴν ἄμαχον κατέφυγον χεῖρα, καὶ τῶν ἀνθρωπίνων ἐρημωθέντες, ἀπὸ τῆς ἐρημίας ταύτης ἐπὶ τὸ φιλοσοφεῖν ἤρχοντο. Διὸ καὶ ἔλεγον· Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Τὰ παρὰ τῶν ἀνθρώπων πάντα ἐγκαταλέλειπται, πάντα φροῦδα, πάντα ἐκποδών· μία λοιπὸν ὑπολέλειπται σωτηρία, φησὶν, ἡ παρὰ τοῦ Θεοῦ. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶδες τὸν Θεὸν πανταχοῦ ἐπιζητοῦντας; ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ, ἀπὸ τῶν ὀρῶν, ἀπὸ τῆς ἐρημίας, πανταχοῦ αὐτὸν φανταζομένους; εἶδες αὐτῶν τὴν διάνοιαν ὑψηλοτέραν γινομένην, καὶ τὴν πανταχοῦ πρόνοιαν αὐτοῦ ἐκτεταμένην ἀνακηρύττοντας; Οὐ γὰρ ἁπλῶς προσέθηκε, Τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν· ἀλλὰ συλλογιζόμενος αἰνιγματωδῶς τοῦτο καὶ λέγων· Εἰ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησε, δύναται καὶ ἐν ἀλλοτρίᾳ βοηθῆσαι, καὶ πανταχοῦ, καὶ ἐν βαρβάρῳ χεῖρα ὀρέξαι, καὶ τῆς πατρίδος ἐκπεσόντας διασῶσαι. Εἰ γὰρ τὰ στοιχεῖα ταῦτα λόγῳ μόνῳ παρήγαγε, πολλῷ μᾶλλον ἡμᾶς τῶν βαρβάρων ἀπαλλάξαι δυνήσεται. Ὁρᾷς πῶς φιλοσοφοῦσιν οἱ λίθων ὄντες ἀναισθητότεροι, ἐπὶ τῆς ἀλλοτρίας διατρίβοντες; Οὐκέτι γὰρ ναοῦ μέμνηνται, ἀλλ' οὐρανοῦ καὶ γῆς. Ὅρα πῶς καὶ τὴν δημιουργίαν ἀνακηρύττουσι καὶ τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν πρόνοιαν. Οἱ γὰρ πρὸ τούτου τῷ ξύλῳ λέγοντες, Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σύ με ἐγέννησας, νῦν τὸν δημιουργὸν τῆς οἰκουμένης ἐπιγινώσκουσιν. Ἡ βοήθειά μου παρὰ Κυρίου, οὐ παρὰ ἀνθρώπων, οὐδὲ παρὰ ἵππων, οὐ παρὰ χρημάτων, οὐ παρὰ συμμάχων, οὐδὲ παρὰ περιβόλων. Ἡ βοήθεια ἡμῶν παρὰ Κυρίου· αὕτη ἀχείρωτος ἡ συμμαχία, αὕτη ἄμαχος ἡ βοήθεια· οὐκ ἄμαχος δὲ μόνον, ἀλλὰ καὶ ῥᾳδία καὶ εὔκολος. Οὐ γὰρ ὁδὸν μακρὰν βαδίσαι δεῖ, οὐ θυρωροὺς κολακεῦσαι, οὐ χρήματα δαπανῆσαι, οὐ πρεσβείαν στείλασθαι, ἀλλ' οἴκοι μένοντα δυνατὸν ταύτην ἐπισπάσασθαι τὴν ῥοπὴν, μόνον ἂν ἀποστήσας τις ἑαυτὸν τῶν ἀνθρωπίνων, ἐκείνης ἐξέχηται τῆς ἐλπίδος, καὶ ὀξυδερκὲς ἔχῃ τὸ ὄμμα, καὶ ὑψηλὰ βλέπῃ. Διὰ γὰρ τοῦτο καὶ μόνῳ τῷ ζώῳ τούτῳ τὴν διάπλασιν ὄρθιον ἐποίησεν ὁ Θεὸς, καὶ τοὺς ὀφθαλμοὺς ἐν ὕψει κατέθετο τῆς σαρκὸς, διδάσκων καὶ ἀπὸ τῶν αἰσθητῶν, ὅτι δεῖ πρὸς τὸ ὕψος ὁρᾷν. Μόνον γὰρ τοῦτο τὸ ζῶόν ἐστιν οὕτω διαπεπλασμένον· τὰ δὲ ἄλλα πάντα κάτω βλέπει, καὶ πρὸς γῆν νένευκεν. Οὗτος δὲ πρὸς τὸν οὐρανὸν τέταται, ἵνα τὰ ἐκεῖ περισκοπῇ, καὶ ἐν ἐκείνοις φιλοσοφῇ, καὶ ἐκεῖνα φαντάζηται, καὶ ὀξυδερκὲς ἔχῃ τὸ ὄμμα τῆς ψυχῆς. Διὰ δὴ τοῦτο καί τις σοφὸς ἔλεγε, Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ· τουτέστι, τῶν κάτω πάντων ἀπήλλακται, καὶ οὐρανοπολεῖ, καὶ μετέωρα φαντάζεται. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε. Ὁρᾷς πόσην ἀπαιτεῖ παρ' ἡμῶν σπουδὴν ὁ λόγος; Ἐπειδὴ γὰρ βοηθείας ἐμνήσθησαν, καὶ τὴν ἄνωθεν ῥοπὴν καλοῦσι, παραινεῖ καὶ συμβουλεύει, μονονουχὶ τοῦτο λέγων· Εἰ βούλει ταύτης ἀπολαῦσαι, τὰ παρὰ σαυτοῦ εἰσένεγκε. Τί δέ ἐστιν ὃ παραινεῖ; Ἄκουε· Μὴ δῴης εἰς σάλον τὸν πόδα σου· τουτέστι, μὴ περιτραπῇς, μὴ σκανδαλισθῇς, καὶ τότε ἕξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα, οὐκ ἐγκαταλιμπάνοντα, οὐκ ἀφιέντα. Ὥστε παρ' ἡμῖν αἱ ἀρχαὶ, καὶ τούτου ἡμεῖς κύριοι. Ἐπειδὴ δὲ κύριοι, ὅταν βουλώμεθά τινος ἐπιτυγχάνειν, δεῖ καὶ ἡμᾶς τὰ παρ' ἑαυτῶν εἰσφέρειν (οὕτω γὰρ καὶ ὁ Θεὸς βούλεται), μικρὰ μὲν ὄντα καὶ εὐτελῆ, δεῖ δὲ ὅμως εἰσφέρειν, οὐκ ἀργοῦντας, οὐδὲ ὑπνοῦντας καὶ ῥέγχοντας, οὐδὲ ἀναπεπτωκότας, ἀλλ' ἐνεργοῦντας, καὶ σπουδάζοντας διασώσειν. Διὰ τοῦτο καὶ περὶ τὴν ἑνδεκάτην ὥραν ἐμισθώσατο. Καίτοι τί τοσοῦτον ἔμελλον ποιεῖν περὶ ἑνδεκάτην ὥραν; Ἀλλ' ἵνα ἀφορμὴν ἔχῃ τὴν ἐργασίαν, ἵνα πρόφασιν τῶν στεφάνων. Διό φησι· Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε. Ἐὰν τὰ παρὰ σοῦ παράσχῃς, καὶ τὰ ἐκείνου ἕψεται. Ἐκ τούτου καὶ τοιοῦτό τι δείκνυται, ὅτι καὶ τὰ παρ' ἡμῶν ἂν εἰσφέρωμεν, ὅμως καὶ οὕτω τῆς παρ' αὐτοῦ δεόμεθα ῥοπῆς, ἵν' ἐν ἀσφαλείᾳ ὦμεν, ἵνα ἀπερίτρεπτοι μένωμεν.