Ancient Greek · ~20 min
ΕΙΣ ΤΟΝ ϛʹ ΨΑΛΜΟΝ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-3
Not analysed yet
Πολλοὶ γοῦν πολλάκις τοῖς αὐτοῖς ἁμαρτήμασιν ὑπεύθυνοι γεγόνασι, καὶ οὐ τὴν αὐτὴν ἔδοσαν δίκην, ἑτέρας ἔχοντες αἰτίας προϊσταμένας αὐτῶν· καὶ, εἰ βούλεσθε, τούτῳ νῦν ἐνδιατρίψωμεν τῷ λόγῳ. Ἥμαρτον Ἰουδαῖοι πάντες, καὶ εἰδωλολάτρησαν· ἀλλ' οὐ πάντες τὴν αὐτὴν ἔδοσαν δίκην· ἀλλ' οἱ μὲν ἔπεσον, οἱ δὲ συγγνώμης ἀπέλαυσαν. Ἐν γὰρ τοῖς ἁμαρτήμασιν οὐχ ἡ φύσις ζητεῖται μόνον τοῦ γεγενημένου, ἀλλὰ καὶ ἡ γνώμη, καὶ ὁ καιρὸς, καὶ ἡ αἰτία, καὶ τὰ μετὰ τὴν ἁμαρτίαν· εἰ οἱ μὲν ἐνέμειναν, οἱ δὲ μετενόησαν, καὶ εἰ ἐκ περιστάσεως, καὶ εἰ κατὰ ἀπάτην, καὶ κατὰ μελέτην. Καὶ πολλά ἐστι τὰ ζητούμενα, καὶ καιροῦ διαφορὰ, καὶ πολιτείας κατάστασις. Οἷόν τι λέγω· ἥμαρτον οἱ ἐν τῇ Παλαιᾷ, ἁμαρτάνουσι καὶ οἱ ἐν τῇ Καινῇ· οὐ τὴν αὐτὴν δὲ διδόασιν ἀμφότεροι δίκην, ἀλλ' οὗτοι χαλεπωτέραν. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τοισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος; Ὅταν δὲ εἴπῃ, Πόσῳ. δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας, ἐπιτεταμένην δείκνυσι τὴν κόλασιν. Ἥμαρτον οἱ πρὸ τοῦ νόμου, καὶ οἱ ἐν τῷ νόμῳ. Πάλιν οἱ πρότεροι ἡμερωτέραν διδόασι δίκην. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται. Τὸ, Ἀνόμως, οὐχὶ χαλεπώτερον, ἀλλ' ἡμερώτερον. Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Τί δή ποτε; Ὅτι οἱ μὲν τὴν φύσιν ἔχουσι κατήγορον· οἱ δὲ μετὰ τῆς φύσεως καὶ τὸν νόμον· καὶ ὅσῳ πλείονος ἀπέλαυσαν τῆς διδασκαλίας, τοσούτῳ μείζονα ὑποστήσονται κόλασιν. Πάλιν καὶ ἀπὸ τῶν ἀξιωμάτων τὸ αὐτὸ ἔστιν ἰδεῖν συμβαῖνον, καὶ δῆλον ἀπὸ τῆς θυσίας. Ὑπὲρ παντὸς γοῦν τοῦ λαοῦ τοσαύτη προσεφέρετο θυσία ἁμαρτόντος, ὅση ὑπὲρ τοῦ ἱερέως μόνου· δηλοῦντος τοῦ λόγου, ὅτι ὅσῳ μεῖζον τὸ ἀξίωμα, τοσούτῳ χαλεπωτέρα καὶ ἡ κόλασις ἐν οἷς ἁμαρτάνουσι. Διὰ δὴ τοῦτο ἡ μὲν ἁπλῶς πορνεύσασα ἀνῃρεῖτο· ἡ δὲ τοῦ ἱερέως θυγάτηρ κατεκαίετο. Ἔστι καὶ ἑτέρωθεν ἰδεῖν συγγνώμην καὶ ἐπίτασιν τιμωρίας γινομένην· οἷον, ὅταν τις ἁμαρτὼν, ἐνταῦθα δῷ δίκην, ἕτερος δὲ τρυφῆς ἀπολαύσῃ. Ὁ μὲν γὰρ μείζονα ἐκεῖ, ὁ δὲ ἐλάττονα ὑποστήσεται τιμωρίαν, ἐὰν μὴ ἐνταῦθα πάντα ἀπολύσηται. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς εἰσάγει τὸν Ἀβραὰμ λέγοντα τῷ πλουσίῳ· Ἀπέλαβες τὰ ἀγαθά σου, οὗτος δὲ τὰ κακά· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἀλλ' οὗτος μὲν ὁλόκληρον ἀπέθετο τὴν τιμωρίαν, δι' ἃ ἔπαθε κακῶς· ἕτεροι δὲ οὐχ ὁλόκληρον, ἀλλ' ἐκ μέρους· διὸ καὶ ἡμερώτερον κολάζονται. Ἴδοι δ' ἄν τις καὶ ἀπὸ συνέσεως ἐπιτεταμένης καὶ ἀπὸ ἀφελείας διαφορὰν γινομένην κολάσεως, ὅταν λέγῃ· Ὁ δοῦλος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, μηδὲ ποιήσας, δαρήσεται ὀλίγας. Καὶ πολλὰ ἕτερα εὕροι τις ἂν τὰ ποιοῦντα διαφορὰν κολάσεως, καὶ διαφορὰν ἐλέους καὶ φιλανθρωπίας. Σκόπει δὲ καὶ ἐπὶ τοῦ πρωτοπλάστου. Ἥμαρτεν ἡ Εὔα, ἥμαρτε καὶ ὁ Ἀδὰμ, καὶ τὸ ἁμάρτημα ἕν. Ἀμφότεροι γὰρ ἔφαγον ἀπὸ τοῦ ξύλου, οὐκ ἀμφότεροι δὲ τὴν αὐτὴν ἔδοσαν δίκην. Ἔσφαξεν ὁ Κάϊν, καὶ ἔσφαξεν ὁ Λάμεχ· καὶ ὁ μὲν ἠλεεῖτο, ὁ δὲ ἐκολάζετο. Συνέλεξέ τις ἐν σαββάτῳ ξύλα, καὶ οὐδεμιᾶς ἔτυχε συγγνώμης· ὁ Δαυῒδ ἐφόνευσε καὶ ἐμοίχευσε, καὶ ἀπέλαυσε φιλανθρωπίας. Ἐνδιατρίβωμεν τοίνυν τῷ ζητήματι· πολλῷ γὰρ βέλτιον ταῦτα ἀναζητεῖν, ἢ φλυαρίαις καὶ συλλόγοις τοῖς ἐν ἀγοραῖς προσηλῶσθαι. Οἱ γὰρ τὸ εὑρεῖν μόνον τὰ τοιαῦτα, ἀλλὰ καὶ τὸ ζητεῖν μέγα κέρδος ἐστὶ, κἂν μὴ εὕρωμεν. Ἀναγκασθησόμεθα γὰρ ἐν τούτοις ἀπασχολεῖσθαι, καὶ τὸν καιρὸν πάντα ἐν αὐτοῖς δαπανᾷν. Τίνος οὖν ἕνεκεν (δεῖ γὰρ ἐπὶ τὸν πρότερον ἀναδραμεῖν λόγον), μοσχοποιησάντων ἁπάντων τῶν Ἰουδαίων, οἱ μὲν ἐκολάζοντο, οἱ δὲ οὐκ ἐκολάζοντο; Ὅτι οἱ μὲν μετενόησαν, καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, διὰ τὴν εὐλάβειαν τοὺς οἰκείους κατασφάξαντες· οἱ δὲ ἐνέμενον. Ὥστε τὸ μὲν ἁμάρτημα ἴσον· τὰ δὲ μετὰ ταῦτα οὐκ ἴσα. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐχ ἡ αὐτὴ τιμωρία, εἰ καὶ αὐτὴ ἡ ἁμαρτία; Ὅτι οὐκ ἦν ἴσον τὸ ὑπὸ γυναικὸς ἀπατηθῆναι, καὶ ὑπὸ ὄφεως. Διόπερ ἐκεῖνο ἀπάτην ὁ Παῦλος ἐκάλεσε, λέγων· Ὁ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Τίνος δὲ ἕνεκεν καὶ ὁ τὰ ξύλα συλλέξας οὐκ ἔτυχε φιλανθρωπίας; Ὅτι πολλῆς παρανομίας ἦν, τὸ ἐκ προοιμίων εὐθέως παραβῆναι τὸ πρόσταγμα, καὶ ἔδει καὶ τοῖς ἄλλοις φόβον ἐντεθῆναι πολύν. Τοῦτο καὶ ἐπὶ τῆς Σαπφείρας καὶ Ἀνανίου γέγονε. Καὶ ἡμεῖς τοίνυν ὅταν ἁμαρτάνωμεν, σκοπῶμεν εἰ ἄξιοι ἐλέους ἐσμὲν, εἰ ἐποιήσαμέν τι ὥστε ἐλεηθῆναι, εἰ μετενοήσαμεν, εἰ βελτίους ἐγενόμεθα, εἰ ἀπέστημεν. Καὶ γὰρ τὸ τὸν μετανοήσαντα σωθῆναι, ἐξ ἐλέους ἐστὶ σωθῆναι. Οὕτω γοῦν καὶ οὗτος ἀξιοῖ ἐντεῦθεν σωθῆναι, ἀπὸ τῶν δακρύων, ἀπὸ τῶν θρήνων. Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Τουτέστιν, ἀπὸ τῆς κατανύξεως. Ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Οὐκ εὐθέως αὐτὰ λέγει, ἀλλ' ἐπὶ τὸ εὐόλισθον τῆς φύσεως καταφεύγει, λέγων· Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Οὕτως εἶπε, δεικνὺς ὅτι οὐκ ἀρκεῖ μόνον τοῦτο· εἰ γὰρ ἤρκει, πάντες ἂν ἐντεῦθεν ἐσώθημεν· πάντες γάρ ἐσμεν ἄνθρωποι.