Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ϛʹ ΨΑΛΜΟΝ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-3
Not analysed yet
Ἐμοὶ δὲ, εἰ δεῖ ἀκριβέστερόν τι περὶ τούτου εἰπεῖν, τάχα οὐδὲ τοῦτο λέγειν δοκεῖ. Ἀλλὰ τὴν ἀσθένειαν τὴν ἐκ τῶν πειρασμῶν ἐγγινομένην αἰνίττεται, οὐ μικρὸν καὶ τοῦτο δικαίωμα εἰς τὸ τυχεῖν ἐλέους καὶ φιλανθρωπίας προβαλλόμενος. Τοῦτο γοῦν καὶ προϊὼν ᾐνίξατο, λέγων· Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Οἶδε γὰρ καὶ θλίψις μετ' εὐχαριστίας φερομένη, πολλῆς φιλανθρωπίας ὑπόθεσιν παρέχειν, καὶ ἵλεω τὸν Θεὸν ποιεῖν. Ταύτην τοίνυν μοι δοκεῖ καὶ ἐνταῦθα αἰνίττεσθαι, λέγων· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Οὐκ εἶπεν, Ἄνες μοι, οὐδὲ, Ἔνδος μοι, ἀλλ' Ἴασαι. Τὰ γὰρ πρότερα ἀξιοῖ τραύματα ἀφανισθῆναι. Ὀστᾶ δὲ ἐνταῦθα τὴν ἰσχὺν ἅπασαν λέγει· ταραχὴν δὲ, τὴν πληγὴν, τὴν κόλασιν, τὴν τιμωρίαν. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὥσπερ οὖν ἐπὶ τῶν ἰατρῶν τρία ταῦτά ἐστι, μᾶλλον δὲ τέσσαρα, ἢ καὶ πέντε, ὁ ἰατρὸς, ἡ τέχνη, ὁ κάμνων, τὸ νόσημα, τῶν φαρμάκων ἡ δύναμις, καὶ παράταξίς τις γίνεται καὶ μάχη· ἂν μὲν γὰρ μετὰ τοῦ ἰατροῦ, καὶ τῆς τέχνης, καὶ τῶν φαρμάκων, καὶ ἡ προαίρεσις ᾖ τοῦ κάμνοντος, ἐκράτησαν τοῦ νοσήματος· ἂν δὲ ἀφῇ τὸ μετ' ἐκείνων παρατάξασθαι ὁ κάμνων, πρὸς τὴν ἀῤῥωστίαν ἑαυτὸν ἐξάγει· ἢ κἂν μετ' ἐκείνης παρατάξηται πρὸς τὸν ἰατρὸν καὶ τὰ φάρμακα καὶ πρὸς τὴν τέχνην, ἀπήνεγκεν ἑαυτόν· οὕτω δὴ καὶ ἐφ' ἡμῶν συμβαίνει· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ παραδοξότερον. Ἐπὶ μὲν γὰρ τῶν ἰατρῶν πολλάκις καὶ μετὰ τοῦ νοσήματος, καὶ μετὰ τῆς τέχνης, καὶ μετὰ τῶν φαρμάκων ὁ κάμνων ἵσταται, καὶ οὐδὲν ὤνησε, τῆς φύσεως ἀσθενησάσης, καὶ τῆς τέχνης ἀπορησάσης, καὶ τῆς δυνάμεως δραπετευσάσης ἔκ τινος ἐπηρείας· ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔνι τοῦτο, ἀλλ' ἐὰν στῇς μετὰ τοῦ ἰατροῦ, πάντως δεῖ θεραπευθῆναι τὸ ἕλκος. Οὐ γάρ ἐστιν ἀνθρωπίνη τέχνη, ἵνα ἀπορήσῃ, ἀλλὰ θεία δύναμις, ἡ καὶ φύσεων καὶ νοσημάτων, καὶ πονηρίας, καὶ πάσης περιγινομένη κακίας. Διὰ δὴ τοῦτο καὶ οὗτος ὥσπερ ἰατρῷ τῷ Θεῷ προσελθὼν καὶ ἀποδυρόμενος, ἔλεγεν· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Τινὲς δέ φασιν ἐνταῦθα ταραχὴν ἐκείνην λέγειν, τὴν ἐκ τῆς ἁμαρτίας γινομένην. Καθάπερ γὰρ ὅταν πνεύματα ῥαγδαῖα εἰς πέλαγος ἐμπέσῃ, πάντα ταράττει, καὶ ἡ βυθία ἄνω φέρεται ψάμμος, καὶ οἱ πλέοντες ἐν κινδύνῳ γίνονται· οὕτω δὴ καὶ ἐφ' ἡμῶν ταράττεται ἡ ψυχὴ, κινεῖται τὸ σῶμα, πάντα πληροῦται τοῦ χειμῶνος, καὶ μεστὸν ἡμῖν τὸ σκάφος λοιπὸν ταραχῆς, καὶ σκότος πολὺ καὶ πάντα οἴχεται ἀπολιμπάνοντα τὸν οἰκεῖον τόπον, καὶ πολλὴ ἡ σύγχυσις. Τοῦτο μάλιστα καὶ ἐν ἐπιθυμίαις ἀσελγείας συμβαίνειν εἴωθε· τοῦτο καὶ ἐν θυμῷ καὶ ἐν συμφοραῖς. Πάντα γὰρ ταῦτα ταράττει καὶ ψυχὴν καὶ ὀστᾶ, καὶ αἱ κόραι διαστρέφονται, καὶ οὐδὲ οἱ ὀφθαλμοὶ κατὰ τάξιν βλέπουσιν· ἀλλ' ὥσπερ ἡνιόχου θορυβηθέντος, ἀτάκτως οἱ ἵπποι φέρονται· οὕτω τοῦ λογισμοῦ διαταραχθέντος, πάντα συγχεῖται, πάντα διαστρέφεται καὶ τὴν ἰδίαν ὁδὸν ἀπόλλυσι. Πῶς δὲ αὕτη γίνεται ἡ ταραχὴ, ἀναγκαῖον καὶ τοῦτο εἰπεῖν. Οὐ γὰρ ὥσπερ ἐν θαλάττῃ παρὰ τὴν τῶν πνευμάτων ἐμβολὴν, οὕτω καὶ ἐν τῇ ψυχῇ παρά τινα ἀδόκητον περίστασιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν συμβαίνει. Καὶ γὰρ τοῦ γενέσθαι καὶ τοῦ μὴ γενέσθαι ἡμεῖς αἴτιοι. Οἷόν τι λέγω· τῆς ἐπιθυμίας ἐγειρομένης, ἂν μὴ σὺ τὴν φλόγα ἀνάψῃς, οὐ καίεται ἡ κάμινος, ἂν μὴ τροφὴν παράσχῃς τῇ ὕλῃ. Οὐκ ἀνάπτεται δὲ ἡ κάμινος, ἂν μὴ τὰς εὐμόρφους ὄψεις περιεργάσῃ, ἂν μὴ τὰ ἄλλα κάλλη πολυπραγμονήσῃς, ἂν μὴ εἰς θέατρα παρανομίας ἀναβαίνῃς. Ἂν γὰρ μὴ πιάνῃς τρυφῇ τὴν σάρκα, ἂν μὴ καταποντίσῃς οἴνῳ τὸν λογισμὸν, οὐκ αἴρεται ἡ φλὸξ, οὐκ ἀνάπτεται ἡ κάμινος, οὐ γίνεται χαλεπώτερον τὸ θηρίον, οὐ διατέμνεται καθάπερ ὑπὸ πνευμάτων ἀγρίων τῆς διανοίας τὸ καθαρόν. Ἀρκεῖ οὖν ταῦτα, φησὶ, πρὸς τὸ διαφυγεῖν τὴν φλόγα τῆς ἁμαρτίας; Οὐκ ἀρκεῖ ταῦτα καὶ μόνα, ἀλλὰ καὶ ἕτερα δεῖ προστεθῆναι, εὐχὰς διηνεκεῖς, ἁγίων συνουσίαν, νηστείαν σύμμετρον, δίαιταν λιτὴν, ἀσχολίας ἀναγκαίας, πρὸ τῶν ἄλλων ἁπάντων τοῦ Θεοῦ τὸν φόβον, τὴν μέλλουσαν κρίσιν, τὰς ἀφορήτους κολάσεις, τὰς ἐπαγγελίας τῶν ἀγαθῶν. Διὰ τούτων ἁπάντων δύνασαι χαλινῶσαι τὴν λυττῶσαν ἐπιθυμίαν, καὶ στῆσαι τὴν κυμαινομένην θάλατταν. Καὶ σὺ, Κύριε, ἕως πότε; Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Συνεχῶς τὸ, Κύριε, τίθησιν, ὥσπερ τι δικαίωμα προβαλλόμενος συγχωρήσεως καὶ χάριτος· καὶ γὰρ ἡ μεγίστη ἡμῶν ἐλπὶς αὕτη, ἡ ἄφατος αὐτοῦ φιλανθρωπία, καὶ τὸ τοιοῦτον εἶναι αὐτὸν πρόχειρον εἰς συγχώρησιν. Τὸ δὲ, Ἕως πότε, οὐκ ἀποδυσπετοῦντος, οὐδὲ δυσχεραίνοντος, ἀλλ' ὀδυνωμένου καὶ ἀλγοῦντος, καὶ οὐ φέροντος τὸν ἀπὸ τῶν πειρασμῶν ὄγκον.