Ancient Greek · ~12 min
ΕΙΣ ΤΟΝ ΡΚϛʹ ΨΑΛΜΟΝ. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν ἐγείρεσθε μετὰ τὸ καθῆσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-32
Not analysed yet
Ὅταν οὖν δῷ αὐτοῖς ὕπνον, ὅταν ἀναπαύσῃ αὐτοὺς, ὅταν ἀποκρούσηται τοὺς ἐπιόντας, οὐ μόνον οἰκοδομήσουσι τότε τὴν πόλιν, οὐ μόνον φυλάξουσιν, ἀλλὰ καὶ τὰ πολλῷ μείζονα λήψονται· πατέρες γὰρ ἔσονται παίδων πολλῶν, καὶ τὰ τῆς εὐτεκνίας αὐτοῖς ἐπιδώσει. Ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ἕτερος, Μισθὸς ὁ καρπὸς τῆς γαστρός. Τί ἐστι τοῦτο; Μισθὸν, φησὶ, λήψονται τὴν εὐπαιδίαν. Εἰ γὰρ καὶ τῆς φύσεως ἔργον τὸ γινόμενον· ἀλλ' ὅταν ὁ Θεὸς τὰ παρ' ἑαυτοῦ παράσχῃ, καὶ αὕτη πλέον δραμεῖται. Καὶ γὰρ καὶ αὕτη τῆς ἄνωθεν δεῖται ῥοπῆς, καὶ κομάσει τῷ πλήθει τὰ Ἱεροσόλυμα. Οὐκ ἐν τούτοις δὲ ἔσται τὰ τῆς εὐημερίας μόνον, οἷον ἐν τῇ οἰκοδομίᾳ, ἐν τῇ φυλακῇ, ἐν τῇ εὐτεκνίᾳ· ἀλλὰ καὶ ἕτερα τούτοις προσέσται. Καὶ δεικνὺς ποῖα ταῦτα, ἐπάγει λέγων· Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων. Ἕτερος, Τῶν πεδητῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἔσονται ἐν ἀσφαλείᾳ τειχῶν μόνον, οὐδὲ ἐν πόλει ὀχυρᾷ, οὐδὲ ἐν εὐθηνίᾳ τῶν παίδων, ἀλλὰ καὶ φοβεροὶ τοῖς πολεμίοις, καὶ οὕτω φοβεροὶ ὡς τὰ βέλη. Οὐχ ἁπλῶς δὲ, Βέλη, ἀλλ', Ἐν χειρὶ τῶν δυνατῶν. Αὐτὰ γὰρ καθ' ἑαυτὰ οὐ φοβερὰ τὰ βέλη, ἀλλ' ὅταν ὑπὸ δυνατοῦ κατέχηται, θάνατον ἀπειλοῦντα τοῖς ἐπιοῦσιν. Οὕτως οὖν ἔσονται φοβεροὶ οὗτοι. Οὗτοι, ποῖοι; Οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Τουτέστι, τῶν ποτε ἠσθενηκότων, τῶν πεπεδημένων. Ἀναμιμνήσκει γὰρ αὐτοὺς συνεχῶς καὶ τῆς προτέρας δυσημερίας ἐν τῷ καιρῷ τῆς εὐημερίας, ἵνα πάντοθεν αὐτῶν ὀρθώσῃ τὴν διάνοιαν, καὶ ἐξ ὧν ἔπαθον, καὶ ἀφ' ὧν ἀπηλλάγησαν, καὶ ἐξ ὧν ἀπολαύσουσι. Μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ. Ἕτερός φησι· Μακάριος, ὃς πληρώσει τὴν φαρέτραν αὐτοῦ ἐξ αὐτῶν. Τουτέστιν, ὅτι καὶ τοῦτο αὐτοῖς προσέσται, δύναμις σώματος, φόβος ἀνύποιστος, εὐπαιδία, ἀσφάλεια, πόλεως κάλλος, νίκη καὶ τρόπαια ἐν πολέμοις. Διὸ καὶ μακαρίζει αὐτοὺς τοὺς μέλλοντας ἀπολαύειν ταύτης τῆς εὐημερίας. Ἔσονται γὰρ, φησὶ, καθωπλισμένοι. Ἀλλ' οὐκ ἐν τούτοις ἱστῶ τὸν μακαρισμὸν, ἀλλὰ ὅτι οὐκ αἰσχυνθήσονται. Οὐ καταισχυνθήσονται γὰρ, φησὶν, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ. Τί ποτε τοῦτό ἐστι; Τὸ μέγιστον τρόπαιον, ἡ μεγίστη λαμπρότης, ἡ φαιδρότης, ἡ μακαριότης. Οὐ μέλλουσι γὰρ ὀνειδίζεσθαι ὡς οὐκ ἀπολαύσαντες τῆς τοῦ Θεοῦ προνοίας, ἢ ὡς ἀσθενῆ Θεὸν ἐσχηκότες, ἢ ὡς δυνατὸν μὲν, ἐκ δὲ τῶν οἰκείων ἁμαρτημάτων τὴν πρόνοιαν τὴν αὐτοῦ διακρουσάμενοι· ἀλλὰ διὰ πάντων κομῶντες, διὰ τῆς πόλεως, διὰ τῶν τειχῶν, διὰ τῆς φυλακῆς, διὰ τῶν παίδων, διὰ τῶν ὅπλων, διὰ τῆς δυνάμεως, οὐκ ἐγκαλυφθήσονται τοὺς πολεμίους ὁρῶντες, ἀλλὰ μετὰ πολλῆς ἀπαντήσονται τῆς ἀνδρειότητος, καλλωπιζόμενοι, μέγα φρονοῦντες, κοσμούμενοι, διὰ πάντων τούτων τοῦ Θεοῦ τὴν ὑπὲρ αὐτῶν ἀντίληψιν ἐπιδεικνυμένου. Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν, καὶ τῆς μακαριότητος ἡ κορωνὶς, τὸ δύνασθαι λοιπὸν ἐπὶ τῇ τοῦ Θεοῦ συμμαχίᾳ κοσμεῖσθαι. Διὸ δὴ καὶ ἐνταῦθα τὸν λόγον κατέλυσε, παιδεύων ἅπαντας πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνον τὸν κόσμον ἐπιζητεῖν, καὶ ἐπὶ τούτῳ φαιδρύνεσθαι. Τοῦτον τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν, ἵνα τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.