Ancient Greek · ~16 min
ΕΙΣ ΤΟΝ ΡΚΖʹ ΨΑΛΜΟΝ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-34
Not analysed yet
Ὅρα αὐτὸν ἐντεῦθεν ἀρχόμενον, ἔνθα κατέληξεν. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦτο αὐτοὺς ἐμακάρισεν, ὅτι οὐ καταισχύνονται, τοῦ τὸν Θεὸν ἔχειν βοηθὸν, καὶ μεθ' ἑαυτῶν· οὕτω καὶ ἐνταῦθα ἐντεῦθεν προοιμιάζεται, λέγων· Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Καὶ πάλιν καθολικὸν ποιεῖται τὸν λόγον, ἀπ' ἐκείνων λαβὼν τὴν ἀρχήν. Καὶ καλῶς εἶπε, Πάντες· κἂν δοῦλός τις ᾖ, κἂν δεσπότης, κἂν πένης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁστισοῦν, οὐδὲν τούτων κωλύει τὸ μακαρισμὸν τοῦτον ἔχειν, ὃν αὐτός φησι. Τὸν μὲν γὰρ ἄλλον τὸν ψευδῆ καὶ πεπλασμένον, καὶ ὃν πολλοὶ ζηλοῦσι, πολλὰ συνελθόντα μόλις ποιεῖ· κἂν μὴ πάντα συνδράμῃ, οὐκ ἂν γένοιτό τις μακάριος παρ' ἀνθρώποις· οἷόν τι λέγω· ἐάν τις ᾖ πλούσιος, οὐκ ἀρκεῖ τοῦτο αὐτῷ πρὸς μακαρισμὸν, ἀλλὰ δεῖ καὶ ὑγίειαν προσεῖναι. Κἂν γὰρ πλούσιος μὲν ᾖ, τὸ σῶμα δὲ πεπηρωμένος, χωλεύει τὰ τῆς μακαριότητος αὐτῷ, καὶ τῶν πενομένων ἐστὶν ἀθλιώτερος. Πολλοὶ γοῦν πλουτοῦντες, καὶ νόσῳ παλαίοντες, τοὺς διὰ τῶν στενωπῶν χωροῦντας πένητας μακαρίζουσι, καὶ ἀθλίους ἑαυτοὺς εἶναι νομίζουσι μετὰ τῶν μυρίων ταλάντων. Πάλιν ἂν ὑγιαίνῃ μὲν τὸ σῶμα, καὶ πλούσιος ᾖ, δόξης δὲ μὴ ἀπολαύῃ, ἕτερον κώλυμα πάλιν. Καὶ γάρ εἰσί τινες χρήματα μὲν κεκτημένοι πολλὰ, καὶ τὸ σῶμα ἀσινὲς ἔχοντες, τὰ δὲ ἀνήκεστα πάσχοντες ὑπὸ τῶν εἰς στρατείαν τελούντων, καὶ δυναστείαν περιβεβλημένων. Τῷ γὰρ μηδεμιᾶς μετέχειν τιμῆς καὶ ἀθλιωτέρους πάντων ἑαυτοὺς εἶναι νομίζουσιν, ὑποκύπτοντες, ὧν πολλάκις δούλους ἔχουσιν εὐπορωτέρους. Πάλιν ἂν δόξα μὲν ᾖ, καὶ πλοῦτος, καὶ ὑγίεια σώματος, ἀσφάλεια δὲ μὴ παρῇ, ἐπιβουλευόντων μυρίων, φθονούντων, βασκαινόντων, μισούντων, κατηγορούντων, συκοφαντούντων, πάντων ἀθλιώτερος ἔσται, λαγωοῦ βίον ζῶν ὁ τοιοῦτος, καὶ τὰς σκιὰς ὑποπτεύων, καὶ πάντας τρέμων καὶ δεδοικώς. Ἂν δὲ καὶ τούτων ἀπαλλαγῇ, φιλῆται δὲ παρὰ πάντων, καὶ κατὰ ῥοῦν αὐτῷ φέρηται πάντα, καὶ δόξα, καὶ πλοῦτος, καὶ ἀσφάλεια, καὶ τιμὴ (ὅπερ ἀμήχανον συνδραμεῖν, ἀλλ' ὅμως κείσθω τῷ λόγῳ), κἂν ἅπαντα τοίνυν ταῦτα ἐπιῤῥέῃ, καὶ μηδὲν ᾖ τὸ διακόπτον, ἀλλὰ καὶ εὔνοια δήμου, καὶ δόξης μέγεθος, καὶ χρημάτων περιουσία, καὶ σώματος ὑγίεια, καὶ ἀσφάλεια πᾶσα, καὶ τὸ ἀχείρωτον αὐτῷ συντρέχῃ, μοχθηρὰν πολλάκις συνοικίσας ἑαυτῷ γυναῖκα, καὶ διεστραμμένην, ἀθλιώτερος πάντων τῶν οὐδὲν ἐκείνων ἐχόντων γίνεται. Ἐὰν δὲ καὶ αὐτὴ χρηστή τις ᾖ, καὶ κατὰ νοῦν αὐτῷ καὶ κατὰ γνώμην συμβαίνῃ, παιδία κτησάμενον φαῦλα ἀθλιώτερον πάντων εἶναι ἀνάγκη τὸν τοιοῦτον· ἢ μηδ' ὅλως κτησάμενον θρηνεῖν καὶ ὀδύρεσθαι. Καὶ ὅπουπερ ἂν ἴδῃ τις τῶν ἀνθρώπων, πολλοὺς ὄψεται τοὺς κρημνούς. Καὶ τί δεῖ τἄλλα λέγειν; Πολλάκις οἰκέτης μοχθηρὸς πάντα ἀνέτρεψε καὶ συνέχεε, καὶ οὐδὲν οὕτω σφαλερὸν, ὡς τὸ ἐν ἀνθρώποις κομᾷν. Ἀλλ' οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων ἀπηλλαγμένος, ἐν γαλήνῃ κάθηται καὶ λιμένι, τὴν ὄντως δρεπόμενος μακαριότητα. Διὰ δὴ τοῦτο πάντα ἐκεῖνα παραδραμὼν ὁ προφήτης τοῦτον μακαρίζει μόνον. Ἐκεῖνος μὲν γὰρ ὁ μακαρισμὸς, ἂν μὴ πάντα συνδράμῃ, οὐκ ἄν ποτε σταίη· μᾶλλον δὲ καὶ ὅταν συνδράμῃ, τότε σαλεύεται παρ' αὐτῶν ἐκείνων τῶν τικτόντων αὐτόν. Καὶ γὰρ πλοῦτος ἀπώλεσε, καὶ γυνὴ πολλάκις εὔμορφος κατέλυσε, καὶ οἰκετῶν γένος προέδωκε, καὶ παῖδες γενόμενοι πατραλοῖαι κατέστησαν· καὶ ὅπερ ἔφθην εἰπὼν, πολλὰ πανταχόθεν ἔχει τὰ σφαλερά. Ἐνταῦθα δὲ κἂν πάντα συῤῥέῃ τἀναντία, οὐ μόνον οὐδὲν παραβλάπτει τὸν μακαρισμὸν τοῦτον, ἀλλὰ καὶ ἰσχυρότερον αὐτὸν καθίστησι καὶ ἀνδρειότερον. Κἂν γὰρ πενία, κἂν ἀτιμία, κἂν πήρωσις σώματος ᾖ, κἂν γυναικὸς μοχθηρία, κἂν παῖδες μοχθηροὶ, κἂν ὁτιοῦν εἴπῃς, οὐχ ὑποσκελίζει τοῦτον τὸν μακαρισμὸν, οὐδὲ παρασαλεύει. Οὐ γὰρ ἐξ ἐκείνων ἔχει τὴν γένεσιν, ἵνα καὶ ὑπ' ἐκείνων σείηται τῶν παρασυρομένων, ἀλλ' ἄνωθεν τὴν ῥίζαν κέκτηται· διὸ καὶ ἀχείρωτος μένει. Καὶ εἰ βούλεσθε, ἐπ' αὐτῶν τῶν πραγμάτων μεταχειρίσωμεν τοῦτον. Οὐχὶ δοῦλος ἦν Ἰωσήφ; οὐχὶ ξένος; οὐχὶ ἄπολις; οὐχὶ βαρβάρων οἰκέτης, πρότερον μὲν Σαρακηνῶν, ὕστερον δὲ ἀγριωτέρων τῶν Αἰγυπτίων; οὐχὶ μοιχὸς ἐνομίζετο; οὐ κατηγορεῖτο; οὐκ ἐσυκοφαντεῖτο; οὐ δεσμωτήριον ᾤκει; οὐχ ἅλυσιν περιέκειτο; Καὶ τί τούτων αὐτὸν ἔβλαψεν; Ἀλλὰ διὰ ταῦτα μὲν οὖν μάλιστα μακάριος ἦν. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτο, ὅπερ ἔφθην εἰπὼν, ὅτι οὐδὲν οὐ μόνον παραβλάπτεται ὁ μακαρισμὸς ἐντεῦθεν οὗτος, ἀλλὰ καὶ λαμπρότερος καὶ φαιδρότερος γίνεται. Εἰ γὰρ μηδὲν τούτων ἔπαθεν, οὐκ ἂν οὕτω μακάριος ἦν.