Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΖʹ ΨΑΛΜΟΝ. ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Ἕτερός φησι, Καλῷ βλαστήματι, χάρματι πάσης τῆς γῆς. Ἄλλος, Ἀπ' ἀρχῆς ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-15
Not analysed yet
Ἐπειδὴ εἶπεν, Ἃ ἠκούσαμεν, ταῦτα καὶ εἴδομεν, λέγει καὶ τί ἤκουσε, καὶ τί εἶδε. Τί οὖν ἤκουσε, καὶ τί εἶδε; Ὅτι ἰσχυροτέραν καὶ ἀῤῥαγῆ ἡ τοῦ Θεοῦ χάρις τὴν πόλιν ἐργάζεται. Τοῦτο γὰρ αὐτῇ θεμέλιος, τοῦτο ἰσχὺς, τοῦτο ἀχείρωτον αὐτὴν ποιεῖ, οὐκ ἀνθρωπίνη συμμαχία καὶ βοήθεια, οὔτε ὅπλων ἰσχὺς, οὐδὲ πύργοι καὶ τείχη· ἀλλὰ τί; Ὁ Θεὸς αὐτὴν διακρατεῖ. Τοῦτο γὰρ μάλιστα παιδεύεσθαι αὐτοὺς ἔδει, καὶ πρὸς τοῦτο αὐτοὺς ὁ Προφήτης ἐνάγει διηνεκῶς. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Τί ἐστιν, Ὑπελάβομεν; Ἠλπίσαμεν, προσεδοκήσαμεν, ἔγνωμεν τὴν φιλανθρωπίαν τὴν σήν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐθεμελίωσεν, ἐῤῥίζωσεν, ἐτείχισε, δεικνὺς ὅτι ἡ τοσαύτη πρόνοια οὐ κατὰ τὴν ἀξίαν τῶν ἀπολαβόντων, ἀλλὰ κατὰ τὴν ἀγαθότητα τοῦ ποιοῦντος γίνεται, καὶ ἅμα θέλων τὸν τῦφον αὐτῶν καταστεῖλαι, οὕτως εἶπε, μονονουχὶ τοῦτο λέγων· Σοῦ τοῦ ἐλέους ἐστὶ ταῦτα τὰ κατορθώματα, τῆς δόξης τῆς σῆς, τῆς ἀγαθωσύνης τῆς σῆς. Διὸ καὶ ἐπήγαγε· Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Ἡ αἴνεσίς σου, φησὶ, κατορθώματα οὕτω μεγάλα ποιεῖ καὶ θαυμαστὰ, οὕτως ὑψηλὰ καὶ ἔνδοξα. Οὐ γὰρ κατὰ τὸ μέτρον τῶν εὐεργετουμένων τὴν κηδεμονίαν ἐπεδείκνυσο, οὐδὲ κατὰ τὴν ἀξίαν, ἀλλὰ κατὰ τὸ μέγεθος τὸ σόν. Ἡ αἴνεσις τοίνυν, τουτέστιν, ἡ εὐφημία ἡ ἀπὸ τῶν ἔργων, τὰ κατορθώματα ἐποίησεν ἐξάκουστα. Ἐγίνετο μὲν γὰρ ἐν τῇ Παλαιστίνῃ, διὰ δὲ τὸ μέγεθος καὶ τὸν ὄγκον αὐτὰς τῆς οἰκουμένης κατελάμβανε τὰς ἐσχατιὰς, καὶ οἱ πόῤῥωθεν ὄντες πάντα ἐμάνθανον. Τά γ' οὖν ἐν Αἰγύπτῳ γενόμενα, ἡ Ἰεριχουντία πόρνη τῶν παρόντων ἀκριβέστερον ᾔδει. Πάλιν τὰ ἐν Παλαιστίνῃ συμβάντα καὶ οἱ τὴν τῶν Περσῶν χώραν οἰκοῦντες ἀνεκήρυττον· τὰ ἐν αὐτῇ τῇ Περσίδι πάλιν οἱ πρὸς τὰ πέρατα τῆς γῆς ὄντες ἐγίνωσκον. Διὰ δὴ τοῦτο καὶ ὁ βασιλεὺς διὰ γραμμάτων ἔπεμπε πανταχοῦ τῆς οἰκουμένης, ἀνακηρύττων τὰ ἐν τῇ καμίνῳ. Διὰ τοῦτο καὶ οὗτος εἰπὼν, Καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς, ἐπήγαγε· Δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ὅπερ μὲν ἔθος αὐτῷ ποιεῖν συνεχῶς, ἀπὸ τῶν εἰς ἀνθρώπους γινομένων ἀναβαίνειν ἐπὶ τὰ προσόντα αὐτοῦ τῇ φύσει, τοῦτο καὶ ἐπὶ τοῦ παρόντος ποιεῖ· οὐχ ἵνα ἐπιγινόμενα καὶ ἀπογινόμενα νοήσωμεν, μὴ γένοιτο· ἀλλ' ἐπειδὴ ἀσθενεῖ ὁ λόγος καὶ ἡ γλῶττα ἡ ἀνθρωπίνη, δεῖ θεοπρεπῆ τινα ἔννοιαν προστιθέναι τῷ λόγῳ. Τὰ προσόντα οὖν τῇ φύσει τοῦ Θεοῦ ταῦτα λέγει, τὰ συνουσιωμένα αὐτῷ. Τίνα δὲ ταῦτά ἐστι; Δικαιοσύνης πλήρης, φησὶν, ἡ δεξιά σου. Δείκνυσι γὰρ, ὅτι οὐ τῆς ἀξίας ἦν τῶν εὐεργετουμένων τὰ γινόμενα, ἀλλὰ τῆς οὐσίας τῆς αὐτοῦ, ἐπειδὴ αὐτὴ αὐτοῦ ἡ οὐσία δικαιοσύνῃ χαίρει, φιλανθρωπίᾳ εὐφραίνεται. Τοῦτο ἔργον αὐτοῦ, τοῦτο ἔθος αὐτῷ, καὶ διὰ τοῦτο τοσαύτης ἀπήλαυον εὐεργεσίας. Ὥσπερ γὰρ τοῦ πυρὸς τὸ θερμαίνειν, καὶ ἡλίου τὸ φωτίζειν· οὕτω δὴ καὶ αὐτοῦ τὸ εὐεργετεῖν, οὐχ οὕτω δὲ, ἀλλὰ καὶ πολλῷ μᾶλλον. Διὸ καὶ οὕτως εἶπε, Δικαιοσύνης πλήρης ἡ δεξιά σου, τὸ δαψιλὲς, τὸ συνουσιωμένον αὐτῷ δηλῶν. Εὐφρανθήτω ὄρος Σιὼν, καὶ ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Ἄλλος φησὶ, Διὰ κρίσεις σου. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν. Ἄλλος, καὶ περιέλθετε. Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Ἕτερος, Ἀριθμήσατε τοὺς πύργους αὐτῆς. Ἄλλος, Ἐπαινέσατε. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς. Ἕτερος, Εἰς τὸν περίβολον. Ἕτερος, Τὴν εὐπορίαν. Καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς. Ἕτερος, Διαμετρήσατε τὰ βασίλεια αὐτῆς. Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἄλλος, Γενεᾷ μεταγενεστέρᾳ. Ὅτι οὗτος ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τί δήποτε ταῦτα παρακελεύεται, περιιέναι τὴν πόλιν, ἀριθμεῖν τοὺς πύργους, προσέχειν ταῖς οἰκοδομαῖς, τὴν εὐπρέπειαν αὐτῆς ἀναλογίζεσθαι, τοὺς περιβόλους αὐτῆς καὶ τὰ τείχη ψηφίζειν, τὰς οἰκίας καὶ τὰ βασίλεια μετρεῖν, οὐ χρεία τῆς παρ' ἡμῶν ἑρμηνείας· αὐτὸς ἑαυτὸν ὁ λόγος σαφηνίζει. Εἰπὼν γὰρ ταῦτα, καὶ τὴν αἰτίαν εὐθέως προσέθηκε. Ποίαν δὴ ταύτην; Ὅπως ἂν διηγήσησθε, φησὶν, εἰς γενεὰν ἑτέραν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐμπλήσθητε ἡδονῆς, χάρητε, σκιρτήσατε. Ἀλλὰ μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ ἀκριβείας καταμάθετε αὐτῆς τὴν ἰσχύν. Ἐπειδὴ γὰρ ἐρείπιον γέγονεν, ἐπειδὴ πρόῤῥιζος ἀνεσπάσθη, καὶ τὸ ἔδαφος αὐτῆς σχεδὸν ἀπώλετο, καὶ ἀπέγνωσαν τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν, ὡς λέγειν, Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, διαπεφωνήκαμεν, παρανηλώμεθα, καὶ οὐ προσεδόκων αὐτὴν ἀπολήψεσθαι· ἀπέλαβον δὲ αὐτὴν, καὶ οὐ τοιαύτην, οἵαν ἀπέβαλον, ἀλλὰ πολλῷ βελτίονα καὶ λαμπροτέραν, καὶ περιφανεστέραν, καὶ μείζονα, καὶ εὐπορωτέραν, καὶ δυνατωτέραν, καὶ εὐρυτέραν ἐν ταῖς οἰκοδομαῖς, ἐν τοῖς ὠνίοις, ἐν τῇ δυνάμει, ἐν τῇ τῆς ὑποστάσεως περιουσίᾳ. Ἔσται γὰρ, φησὶν, ἡ ἐσχάτη δόξα τοῦ οἴκου τούτου, ὑπὲρ τὴν ἔμπροσθεν. Παραινεῖ τῷ λαῷ, καὶ μονονουχὶ ταῦτα λέγει· Ἰδοὺ ἡ πόλις αὕτη, ἡ ἀπεγνωσμένη, ἡ ἀπηλπισμένη, ἡ ἐρείπιον οὖσα, πῶς ἐπὶ λαμπρότερον ἐπανῆλθε σχῆμα; Αὐτὰ οὖν ταῦτα καταμάθετε, τὴν οἰκοδομὴν αὐτῆς, τὴν λαμπρότητα, τὴν περιφάνειαν, ἵνα κἀντεῦθεν μαθόντες τοῦ Θεοῦ τὴν ἰσχὺν, πῶς τὴν ἀπεγνωσμένην μείζονα ἐποίησε, διηγῆσθε τοῖς ἐγγόνοις ὑμῶν τὴν δύναμιν τοῦ Θεοῦ, τὸ διαρκὲς αὐτοῦ τῆς προνοίας· ὅτι διαπαντὸς ἔμενεν ἡμῶν κηδόμενος, καὶ προϊστάμενος καὶ ποιμαίνων. Ταῦτα γὰρ τὰ διηγήματα καὶ τοῖς μετὰ ταῦτα πολλῆς ἔσται φιλοσοφίας ὑπόθεσις, καὶ θεογνωσίας ἀκριβεστάτης ἀφορμὴ, καὶ ἀρετῆς ἐπιμέλεια. Διὰ ταῦτα αὐτὴν περιιέναι κελεύει, ἵνα ἀκριβεῖς διδάσκαλοι τῶν ἐγγόνων γένωνται τῶν ἑαυτῶν.