Ancient Greek · ~4 min
ΕΙΣ ΤΟΝ ΜΖʹ ΨΑΛΜΟΝ. ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Ἕτερός φησι, Καλῷ βλαστήματι, χάρματι πάσης τῆς γῆς. Ἄλλος, Ἀπ' ἀρχῆς ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 4
Not analysed yet
Διὸ δὴ καὶ ἡμεῖς ἀεὶ καὶ διηνεκῶς ἀποσκοποῦντες, ἐν νῷ ἔχωμεν τὴν πόλιν ἡμῶν Ἱερουσαλὴμ, αὐτῆς τὰ κάλλη διαπαντὸς φανταζόμενοι, ἥτις ἐστὶ μητρόπολις τοῦ βασιλέως τῶν αἰώνων, ἐν ᾗ πνεύματα δικαίων, χοροὶ πατριαρχῶν, ἀποστόλων, καὶ πάντων ἁγίων· ἔνθα πάντα ἀστασίαστα, καὶ μὴ παρερχόμενα· ἔνθα τὰ ἄφθαρτα καὶ ἀθέατα κάλλη, ἃ μόνοις πρόσεστι κληρονομῆσαι τοῖς παντελῶς λήθην ποιησαμένοις τῶν φθαρτῶν τούτων καὶ προσκαίρων βιωτικῶν μελημάτων, πλούτου λέγω, καὶ τρυφῆς, καὶ τῶν ἐπιβλαβῶν ἡδονῶν τοῦ διαβόλου. Τὴν δὲ φιλαδελφίαν καὶ τὴν φιλοξενίαν πρὸς τοὺς δεομένους καθ' ἑκάστην τὴν ἡμέραν αὐξοῦντες, ἀγάπην τὴν πρὸς τὸν πλησίον, καὶ τὴν ἐκ τῆς καρδίας συγχώρησιν τοῦ λελυπηκότος, ἵν' οὕτω καλῶς καὶ θεαρέστως βιοτεύοντες, κληρονόμοι γενοίμεθα τῆς τῶν οὐρανῶν βασιλείας, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.