Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ. ᾨδὴ τῶν ἀναβαθμῶν. Ἕτερος ἑρμηνευτὴς λέγει, ᾨδὴ τῶν ἀναβάσεων. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-27
Not analysed yet
Ὅρα γοῦν πῶς δὲ οὗτοι θρηνοῦσι τὴν μετ' ἐκείνων διατριβὴν, Κατεσκήνωσα, λέγοντες, μετὰ τῶν σκηνωμάτων Κηδάρ· πολλὰ παρῴκησεν ἡ ψυχή μου. Ἐνταῦθα γὰρ οὐ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν θρηνοῦσι μόνον, ἀλλὰ καὶ τὴν μετὰ βαρβάρων διαγωγήν. Ὃ δὴ καὶ ἄλλοι προφῆται ἐποίουν ὑπὲρ τοῦ παρόντος βίου θρηνοῦντες, καὶ λέγοντες· Οἴμοι ὅτι ἀπόλωλεν ἀπὸ τῆς γῆς εὐλαβὴς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστι· καὶ αὐτὸς δὲ οὗτος, λέγων· Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Οὐ γὰρ ταύτῃ μόνον ἐπίπονος ὁ βίος, ὅτι πολλὴν ἔχει τὴν ματαιότητα, καὶ ἀκαίρους φροντίδας, ἀλλ' ὅτι καὶ πολλὴ τῶν πονηρῶν ἡ φορά. Οὐδὲν δὲ ἐπαχθέστερον καὶ δυσκολώτερον τῆς πρὸς τοὺς τοιούτους ὁμιλίας. Οὐ γὰρ οὕτω καπνὸς καὶ αὐχμὸς βαρύνειν τοὺς ὀφθαλμοὺς εἴωθεν, ὡς ἡ τῶν πονηρῶν ὁμιλία τὰς ψυχὰς ἀλύειν παρασκευάζει. Οὐχ ὁρᾷς καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸ δυσχερὲς ἐνδεικνύμενον τῆς τοιαύτης διαγωγῆς; Καὶ γὰρ ὅταν λέγῃ, Ἕως πότε ἔσομαι μεθ' ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; τοῦτο αἰνιττόμενος λέγει, Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Βάρβαρον τοῦτο τὸ γένος ἐστὶ, θηριωδέστερον πρὸς τοὺς κεκρατημένους διακεῖσθαι, σκηναῖς καὶ καλύβαις κεχρημένων καὶ πρὸς τὴν τῶν θηρίων ἀγριότητα ἐκπεπτωκότων. Ἀλλὰ τούτων πολλῷ χαλεπώτεροι οἱ ἅρπαγες, οἱ πλεονέκται, οἱ ἐν ἀσελγείαις, οἱ ἐν τρυφαῖς ζῶντες. Πολλὰ παρῴκησεν ἡ ψυχή μου. Καὶ μὴν οὐ πολλά· ἑβδομήκοντα γὰρ ἔτη μόνον ἦν· ἀλλ' οὐ τῷ πλήθει αὐτὰ πολλὰ καλεῖ, ἀλλὰ τῇ δυσκολίᾳ τῶν πραγμάτων. Κἂν γὰρ ὀλίγα ᾖ, πολλὰ τοῖς θλιβομένοις φαίνεται. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, κἂν ὀλίγα ἔτη ζήσωμεν ἐνταῦθα, πολλὰ νομίζειν αὐτὰ τῇ ἐπιθυμίᾳ τῶν μελλόντων. Ταῦτα λέγων οὐ τῆς παρούσης ζωῆς κατηγορῶ· μὴ γένοιτο· καὶ γὰρ τοῦτο ἔργον Θεοῦ· ἀλλὰ πρὸς τὸν ἔρωτα τῶν μελλόντων ὑμᾶς ἀλείφων, καὶ ὥστε μὴ ἐμφιλοχωρεῖν τοῖς παροῦσι, μηδὲ προσηλῶσθαι τῷ σώματι, μηδὲ κατὰ τοὺς μικροψύχους τῶν πολλῶν διακεῖσθαι· οἳ κἂν μυρία ζήσωσιν ἔτη, ὀλίγα ταῦτα εἶναί φασιν. Ὧν τί γένοιτ' ἂν ἀλογώτερον; τί δὲ παχύτερον, εἰ οὐρανοῦ προκειμένου, καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν, Ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, πρὸς τὰς σκιὰς κεχήνασι, καὶ τὸν εὔριπον τοῦ παρόντος διαπερᾷν βούλονται βίου, κύμασι διηνεκέσι, καὶ χειμῶνι, καὶ ναυαγίοις ἐγκαλινδούμενοι; Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλ' ἔσπευδε καὶ ἠπείγετο, καὶ ἓν αὐτὸν μόνον κατεῖχεν, ἡ τῶν ἀνθρώπων σωτηρία. Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Εἶδες πῶς δείκνυσι τὸ φορτικὸν τῆς ἐκεῖ διατριβῆς; Οὐ γὰρ εἶπε, Μετὰ τῶν οὐκ ἐχόντων εἰρήνην, ἀλλὰ, Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός. Εἶδες τῆς θλίψεως τὸ κέρδος; εἶδες τῆς αἰχμαλωσίας τὸν καρπόν; Ἀλλὰ νῦν, τίς ἡμῶν δυνήσεται τοῦτο εἰπεῖν; Ἀγαπητὸν γὰρ μετὰ τῶν εἰρηνικῶν εἰρηνικὸν εἶναι· οὗτος δὲ καὶ μετὰ τῶν μισούντων τὴν εἰρήνην ἦν εἰρηνικός. Πῶς οὖν τοῦτο καὶ ἡμεῖς κατορθώσομεν; Ἂν ὡς πάροικοι διατρίβωμεν· πάλιν γὰρ ἐπὶ τὴν αὐτὴν ὑπόθεσιν ἄγω τὸν λόγον· ἂν ὡς ξένοι, ἂν μηδενὶ τῶν παρόντων ὦμεν κατεχόμενοι. Οὐδὲν γὰρ οὕτω ποιεῖ μάχην καὶ πόλεμον, ὡς ὁ τῶν παρόντων ἔρως, ὡς ἢ δόξης, ἢ χρημάτων, ἢ τρυφῆς ἐπιθυμία. Ὅταν δὲ καὶ πάντα διακόψῃς τὰ σχοινία ταῦτα, καὶ μηδενὶ τούτων περιίδῃς τὴν ψυχὴν κατεχομένην, τότε ὄψει πόθεν ὁ πόλεμος ἔχει τὴν ἀρχὴν, πόθεν ἡ ἀρετὴ ὑπόθεσιν λήψεται. Διὰ τοῦτο μεταξὺ λύκων πρόβατα εἶναι κελεύει, ἵνα μὴ λέγῃς, Τὰ καὶ τὰ ἔπαθον, καὶ διὰ τοῦτο ἠγριώθην. Κἂν μυρία, φησὶ, πάθῃς, μένε πρόβατον ὂν, καὶ οὕτω περιέσῃ τῶν λύκων. Πονηρός ἐστιν ὁ δεῖνα καὶ διεφθαρμένος, ἀλλ' ἔχεις τοσαύτην δύναμιν, ὡς καὶ πονηρῶν περιγενέσθαι. Τί προβάτου ἡμερώτερον; τί δὲ λύκου ἀγριώτερον; Ἀλλ' ὅμως τοῦτο ἐκείνου περιέσται· καὶ τοῦτο ἐπὶ τῶν ἀποστόλων ἐδείχθη. Οὐδὲν γὰρ πραότητος δυνατώτερον, οὐδὲν μακροθυμίας εὐτονώτερον. Διά τοι τοῦτο ὁ Χριστὸς κελεύει πρόβατα εἶναι μεταξὺ λύκων. Εἶτα οὕτως εἰπὼν, ὥσπερ οὐκ ἀρκούσης τῆς ἡμερότητος ταύτης, τῆς τοῦ προβάτου λέγω, ὃν βούλεται μαθητὴν δεῖξαι, καὶ ἕτερόν τι προστίθησιν· Ἔσεσθε ἀκέραιοι ὡς αἱ περιστεραί· δύο ζώων ἡμέρων καὶ ἀφελῶς διακειμένων μίξας πραότητα· τοσαύτην ἡμᾶς ἀπαιτεῖ τὴν ἐπιείκειαν, ὅταν μεταξὺ ἀγρίων ὦμεν. Καὶ μή μοι λέγε, Πονηρός ἐστι, καὶ οὐ δύναμαι φέρειν. Τότε γὰρ μάλιστα ἐπιδείκνυσθαι χρὴ τὴν πραότητα, ὅταν πρὸς ἀγρίους ἔχωμεν, ὅταν πρὸς ἀνημέρους· τότε αὐτῆς ἡ ἰσχὺς δείκνυται, τότε αὐτῆς τὸ ἔργον καὶ τὸ κατόρθωμα καὶ ὁ καρπὸς διαλάμπει. Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Ἕτερος δὲ ἑρμηνευτής φησι, Καὶ ὅτε ἐλάλουν αὐτοῖς, ἐπολέμουν· ἢ τοῦτο αἰνιττόμενος, Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικὸς, ἢ, ὅτι Ἐπεὶ ἐλάλουν αὐτοῖς, αὐτοὶ ἐπολέμουν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐν αὐτῷ τῷ καιρῷ τῆς διαλέξεως, ὅτε μάλιστα τὴν ἀγάπην ἐνεδεικνύμην, φησὶν, ὅτε μάλιστα καὶ ῥήματα φιλικὰ ἱέμην, τότε ἠγρίαινον, τότε δόλους ἔῤῥαπτον, καὶ οὐδὲν αὐτῶν ἐκράτει· ἀλλ' ὅμως ἐγὼ τὴν οἰκείαν ἐπεδεικνύμην ἀρετὴν, καὶ ἐκείνων ταύτῃ διακειμένων. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, κἂν βάλλωσι, κἂν παίωσι φιλοῦντας, κἂν ἐπιβουλεύωσι, τὰ παρ' ἑαυτῶν ἐπιδείκνυσθαι, ἐκείνης τῆς παραβολῆς μεμνημένους τῆς κελευούσης, ὡς πρόβατα καὶ περιστερὰς εἶναι ἐν μέσῳ λύκων, ἵν' ἐκείνους τε βελτίους ἐργασώμεθα, καὶ αὐτοὶ τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἀπολαύσωμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.