Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΚΖʹ ΨΑΛΜΟΝ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-28
Not analysed yet
Καὶ σὺ τοίνυν, ἀγαπητὲ, πολλάκις ὑπὸ νόσου κατεχόμενος, ἢ πυρετῶν, ἢ ἀλγηδόνων τῆς ὀδύνης σε ἀναγκαζούσης εἰπεῖν τι βλάσφημον, ἐὰν κατάσχῃς σαυτὸν, καὶ εὐχαριστήσῃς, καὶ δοξολογήσῃς τὸν Θεὸν, τὸν αὐτὸν λήψῃ μισθόν. Τίνος γὰρ ἕνεκεν βλασφημεῖς, εἰπέ μοι, καὶ πικρὸν ῥῆμα ἐκφέρεις; Μὴ κουφότερόν σοι γίνεται τὸ ἄλγος; Μάλιστα μὲν γὰρ εἰ καὶ κουφότερον ἐγίνετο, οὐδὲ οὕτως ἔδει τολμᾷν, οὐδὲ ψυχῆς σωτηρίαν ἀποδόσθαι, τῷ σώματί σου τὴν παραμυθίαν ἐπινοοῦντα· νῦν δὲ οὐ μόνον οὐ κουφίζεταί σου τὸ ἄλγος, ἀλλὰ καὶ χαλεπώτερον γίνεται. Ὁ γὰρ διάβολος ὁρῶν ὅτι ἴσχυσέ τι, καὶ εἰς βλασφημίαν σε ἐξήγαγεν, ἐπιτείνει τὴν κάμινον, ἀνάπτει τὴν ὀδύνην, ὥστε αὐτῷ πληρῶσαι τὴν ἐπιθυμίαν. Μάλιστα μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἐκουφίζετο, οὐκ ἔδει τοῦτο ποιεῖν· ὅταν δὲ μηδὲ κερδαίνῃς τι, τίνος ἕνεκεν σαυτὸν κατασφάττεις; Ἀλλ' οὐκ ἀνέχῃ σιγᾷν; Οὐκοῦν εὐχαρίστει τῷ Θεῷ· οὐκοῦν δοξολόγει τὸν δοκιμάζοντα ἐν τῇ καμίνῳ. Ἀντὶ τῆς βλασφημίας δοξολογίαν εἰπέ. Ὧδε καὶ μέγας ὁ μισθὸς, καὶ κουφότερον γίνεται τὸ ἕλκος. Οὕτω καὶ ἐκεῖνος ὁ μακάριος φθεγγόμενος ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Καὶ πάλιν· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀλλ' ἐμοὶ, φησὶν, οὐκ ἔδωκε πλοῦτον. Οὐκοῦν ἔλαττον τὸ ἕλκος. Οὐ γάρ ἐστιν ἴσον ἀπολαύσαντα τῶν ἀπὸ τοῦ πλούτου γυμνωθῆναι τούτου, καὶ μηδὲ πεῖραν λαβόντα ἐν πενίᾳ ζῇν. Εἰ γὰρ τὰ τῶν ἄλλων ὁρῶντες κακὰ, καὶ τοῖς ἑαυτῶν ἀντεπεξάγοντες λυπηροῖς, χαλεπώτερα τῇ συγκρίσει τὰ ἑαυτῶν νομίζουσι πολλοὶ τῶν πενομένων· ὅταν μὴ ἑτέρωθεν, ἀλλ' ἐξ αὐτῶν ποιῶνται τὴν σύγκρισιν, ἐννόησον πῶς χαλεπώτερα τὰ τῆς ἀθυμίας, ὅσῳ καὶ ἡ πεῖρα πλείονα παρασκευάζει τῆς ἀφαιρέσεως τὴν αἴσθησιν. Ταύτῃ καὶ ἡ ἀπαιδία κουφοτέρα ἡ ἐξ ἀρχῆς τῆς μετὰ τὴν εὐπαιδίαν. Οὐ γάρ ἐστιν ἴσον μὴ λαβεῖν, καὶ μετὰ τὸ λαβεῖν ἀφαιρεθῆναι. Φέρε τοίνυν τὰ συμπίπτοντα πάντα γενναίως· τοῦτο γάρ σοι μαρτύριόν ἐστιν. Οὐ γὰρ τὸν κελευόμενον θῦσαι, τὸ μὴ θῦσαι, ἀλλὰ καταξανθῆναι μᾶλλον, ἢ τοῦτο ποιῆσαι, ποιεῖ μαρτύριον μόνον· ἀλλὰ καὶ τὸ τῆς ὀδύνης εἰς βλασφημίαν ἐξαγούσης, ἑλέσθαι ἐγκαρτερῆσαι τῷ πόνῳ, καὶ μηδὲν ἀπηχὲς εἰπεῖν, μάρτυρα ἐργάζεται. Ἐπεὶ καὶ ὁ Ἰὼβ, οὐκ ἐπειδὴ κελευόμενος θῦσαι οὐκ ἔθυσε, διὰ τοῦτο ἐστεφανώθη, ἀλλ' ἐπειδὴ γενναίως ἤνεγκε τὰς ὀδύνας. Καὶ Παῦλος δὲ ἐντεῦθεν ἀνεκηρύττετο, ἀπὸ τῶν μαστίγων, ἀπὸ τῶν θλίψεων, ἀπὸ τῶν ἄλλων ὧν ὑπέμεινε μετὰ εὐχαριστίας. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ καὶ καλῶς σοι ἔσται. Τίνος ἕνεκεν διπλασιάζει τὸν μακαρισμόν; Ἐπειδὴ οἶδεν αὐτοῦ τὸ μέγεθος, ἐντρυφᾷ τῇ φαντασίᾳ τοῦ πράγματος. Καὶ τί τὸ, Καλῶς; εἰπέ μοι. Ἡ γυνή σου ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Ἄλλος φησὶν, Ἐν τοῖς ἐσωτάτοις. Ἄλλος, Ἐν τοῖς μηροῖς. Υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Τί λέγεις; εἰπέ μοι· τοῦτο ὁ μακαρισμός; τοῦτο τὸ κέρδος; οἰκίας εὐθηνία, καὶ τὸ τῶν οἰκείων ἀπολαῦσαι πόνων, καὶ παίδων πλῆθος, καὶ γυνή; Οὐ τοῦτο, ἀλλὰ τοῦτο ἐκ περιουσίας. Ζητεῖτε γὰρ πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐπειδὴ οὖν ἀτελεστέροις ἔτι διελέγετο, ὥσπερ παιδία μικρὰ ἀπὸ τῶν αἰσθητῶν ἐνάγει. Καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ Παῦλος τοῦτο ποιεῖ ἐν τῷ καιρῷ τῆς τοσαύτης φιλοσοφίας πρὸς τοὺς ἔτι χαμαὶ βαδίζοντας ἀπὸ τούτων διαλεγόμενος· πολλῷ μᾶλλον ὁ Προφήτης. Καὶ ποῦ τοῦτο ὁ Παῦλος ποιεῖ; Πολλαχοῦ. Καὶ γὰρ ὅταν περὶ παρθενίας διαλέγηται, οὐδὲν περὶ τῶν μελλόντων αὐτοῖς λέγει· ἀλλὰ τὴν ἀπαλλαγὴν τῶν ἀπὸ τοῦ γάμου προσγινομένων λυπηρῶν μόνον τίθησι· καὶ ὅταν δὲ περὶ τῆς εἰς γονέας τιμῆς, τῷ αὐτῷ κέχρηται τρόπῳ, οὕτω λέγων· Ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ταῖς ἐπαγγελίαις. Τίς δέ ἐστιν ἡ ἐντολή; Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Ἀλλὰ καὶ ὅταν περὶ τῆς εἰς τοὺς ἐχθροὺς φιλοσοφίας γράφῃ, πάλιν αἰσθητὸν τίθησιν ἔπαθλον, λέγων· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ἀλλ' ὁ Χριστὸς οὐχ οὕτως· οὐδὲ γὰρ αὐτὸς ἀσθενέσι διαλέγεται· ἀλλ' ἐπὶ μὲν τῇ παρθενίᾳ τὴν βασιλείαν τίθησιν, ἐπὶ δὲ τῷ τοὺς ἐχθροὺς ἀγαπᾷν, τὸ γενέσθαι ὁμοίους τῷ Θεῷ, ὡς ἀνθρώπους ὄντας ὁμοίους γενέσθαι ἔνι. Ὥσπερ οὖν καὶ ἐν τῇ Παλαιᾷ, ἔνθα διὰ τῶν αἰσθητῶν ἤγοντο, τοὺς φιλοσοφεῖν εἰδότας ἀπὸ τῶν μειζόνων ὀψόμεθα ἐναγομένους. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Κατὰ πίστιν ἀπέθανον οὗτοι μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Οὐ τοίνυν ὁ μισθὸς τῶν φοβουμένων τὸν Θεὸν οὗτος μόνος, τῶν οἰκείων ἡ ἀπόλαυσις, καὶ γυνὴ, καὶ παῖδες, καὶ εὐθηνία οἰκίας· ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας καὶ ἐν τάξει προσθήκης· τὰ δὲ κεφάλαια καὶ μεγάλα, πρῶτον μὲν αὐτὸ τὸ φοβεῖσθαι τὸν Θεὸν, ἐν ἑαυτῷ τὴν ἀμοιβὴν ἔχον· ἔπειτα δὲ καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλήμ. Ἕτερος, Καὶ ὅρα ἐν ἀγαθοῖς Ἱερουσαλήμ. Ἀγαθὰ τὴν πόλιν λέγει, τὸν πλοῦτον, τὴν εὐπρέπειαν, τὰς νίκας, τὰς τιμὰς, τὴν εὐθηνίαν, τὴν εὐετηρίαν, τὴν ἀσφάλειαν, τὴν εἰρήνην.