Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΡΚΖʹ ΨΑΛΜΟΝ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-33
Not analysed yet
Βούλει καὶ τοὺς σφοδρότερον ἐν κακίᾳ διατρίψαντας εἴπω, εἶτα ἀθρόον μεταβαλομένους, καὶ πᾶσαν ἐκείνην τὴν κακίαν ἀποδυσαμένους; Τί τοῦ λῃστοῦ γέγονεν ἀθλιώτερον; Ἀλλ' ἀθρόον μακαριώτερος ἐφάνη πάντων. Καίτοι μυρίους εἰργάσατο φόνους· καὶ γὰρ σταυρῷ κατεδικάζετο, καὶ τὴν ἐπὶ θάνατον ἤγετο, καὶ πάντες αὐτοῦ κατηγόρουν, καὶ ὁ χρόνος ἅπας ἀνάλωτο, καὶ ὁ βίος δεδαπάνητο ἐν πονηρίᾳ· ἀλλ' ἐπειδὴ ἐν βραχεῖ χρόνῳ τὸν Θεὸν ὡς χρὴ φοβηθῆναι ἐφοβήθη, μακάριος γέγονε. Οὕτω καὶ ἡ πόρνη, καίπερ τὴν ὥραν ἐμπορευομένη, καὶ πᾶσιν εἰς ὕβριν προκειμένη, καὶ διὰ τοῦτο πάντων οὖσα ἀθλιωτέρα, μακαρία κατέστη, τὸν Θεὸν ὡς δεῖ φοβηθεῖσα. Οὐδὲν γάρ ἐστι κακὸν, ὃ μὴ σβέννυσιν ὁ τοῦ Θεοῦ φόβος· ἀλλὰ καθάπερ τὸ πῦρ οἷον ἂν λάβῃ σίδηρον διεστραμμένον, ἢ ἰοῦ πολλοῦ γέμοντα, καὶ λαμπρὸν ἀποδείκνυσι καὶ φαιδρὸν, ἀποσμήχων, καὶ τελείως τὴν διαστροφὴν ἀνορθοῖ· οὕτω καὶ ὁ τοῦ Θεοῦ φόβος καὶ ἐν βραχεῖ χρόνῳ πάντα ἐργάσεται, καὶ τοὺς ὑπ' αὐτοῦ βαφέντας οὐδενὶ τῶν ἀνθρωπίνων ἀφίησιν ὑποσκελίζεσθαι. Οὐκ ἀσθενὴς ἦν ὁ Τιμόθεος; οὐχὶ διηνεκῶς ἐν νόσοις καὶ ταλαιπωρίαις; Τί οὖν ἐκείνου μακαριώτερον γέγονε; τί δαὶ ὁ Ἰώβ; εἰπέ μοι· οὐκ ἐν πενίᾳ κατέστη; οὐκ ἐν ἀπαιδίᾳ; οὐκ ἐν πληγῇ σώματος χαλεπωτάτῃ; οὐκ ἐν ὀνείδεσιν; οὐκ ἐν ὕβρεσιν; οὐκ ἐν λοιδορίαις; οὐκ ἐν λιμῷ; οὐκ ἐν ἅπασι τοῖς ἀνθρωπίνοις κακοῖς; Ἀλλ' ὅμως ἁπάντων καὶ οὗτος μακαριώτερος γέγονεν. Οὐ μόνον γὰρ οὐδὲν τούτων αὐτὸν ὑπεσκέλισεν, ἀλλὰ καὶ στερεώτερον εἰργάσατο. Καὶ γυνὴ δὲ μετὰ πάντων ἐκείνων ἐπέκειτο αὐτῷ ὀνειδίζουσα, καὶ ὅμως διὰ πάντων ἔλαμψε. Ταῦτα οὖν ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, φησὶν, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Ἵνα γὰρ μὴ νομίσῃς ἀρκεῖν σοι τὸν φόβον, προσέθηκε τὸ, Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ, δηλῶν ἀμφότερα, ὅτι Οἱ φοβούμενοι καὶ πορευόμενοι. Πολλοὶ γὰρ πίστιν ἔχοντες ἀκριβῆ, βίον δὲ διεφθαρμένον, ἀθλιώτεροι πάντων γεγόνασιν. Ἵνα οὖν μὴ δόξῃ ἐντεῦθεν ὁ λόγος ἐλέγχεσθαι, ἐπήγαγεν· Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τίνες δὲ αἱ τοῦ Θεοῦ ὁδοὶ, ἀλλ' ἢ ἡ κατὰ ἀρετὴν πολιτεία; Διὰ ταύτης γὰρ ἔστιν εἰς τὸν οὐρανὸν ἀνιέναι, καὶ τῆς μητροπόλεως ἐπιλαμβάνεσθαι, καὶ αὐτὸν ὁρᾷν τὸν Θεὸν, ὡς ἀνθρώπῳ δυνατὸν ὁρᾷν. Ὁδοὶ δὲ αὐτοῦ λέγονται, ἐπειδὴ δι' αὐτῶν ἔστιν ἀπελθεῖν πρὸς τὸν Θεόν. Καὶ οὐκ εἶπεν, ὁδὸς, ἀλλ' ὁδοὶ, δεικνὺς ὅτι πολλαὶ αὐταὶ καὶ διάφοροι. Διὰ γὰρ τοῦτο πολλὰς αὐτὰς ἔτεμε, τῇ ἀφθονίᾳ τῶν ὁδῶν εὔκολον ποιῶν ἡμῖν τὴν εἴσοδον. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἐν παρθενίᾳ λάμπουσιν, οἱ δὲ ἐν γάμῳ διαπρέπουσιν, ἄλλοι χηρείᾳ κοσμοῦνται· καὶ οἱ μὲν τὰ πάντα ἀπεδύσαντο, οἱ δὲ τὰ ἡμίση· καὶ οἱ μὲν δι' ὀρθοῦ βίου, οἱ δὲ διὰ μετανοίας· διὰ γὰρ τοῦτο πολλὰς ἔτεμεν ὁδοὺς, ἵνα εὐκόλως ὁδεύῃς. Οὐκ ἴσχυσας μετὰ τὸ λουτρὸν καθαρὸν διαφυλάξαι σου τὸ σῶμα; Δύνασαι διὰ μετανοίας σαυτὸν ποιῆσαι καθαρὸν, δύνασαι διὰ χρημάτων, δι' ἐλεημοσύνης. Ἀλλ' οὐκ ἔχεις χρήματα; Ἀλλ' ἐπισκέπτεσθαι δύνασαι τὸν ἀῤῥωστοῦντα, ἀπιέναι πρὸς τὸν δεδεμένον, ψυχροῦ ποτήριον διδόναι, καὶ ὁμωρόφιον ποιεῖν τὸν ξένον, δύο παρέχειν ὀβολοὺς, ὡς ἡ χήρα, καὶ στενάζειν ἐπὶ τοῖς ὀδυνωμένοις. Καὶ γὰρ καὶ τοῦτο ἐλεημοσύνη. Ἀλλ' ἔρημος εἶ καὶ πένης καθ' ὅλου, καὶ ἀσθενὴς τὸ σῶμα, καὶ οὐδὲ βαδίσαι δύνασαι; Φέρε πάντα εὐχαρίστως ταῦτα, καὶ μέγαν ἐκαρπώσω τὸν μισθόν. Ἐπεὶ καὶ τοῦ Λαζάρου τοῦτο ἦν τὸ κατόρθωμα. Οὐδὲ γὰρ ἀπὸ χρημάτων ἐκεῖνος ἐπεκούρησέ τινι. Πῶς γὰρ ὁ μηδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς; Οὐκ εἰς δεσμωτήριον εἰσῆλθε. Πῶς γὰρ ὁ μηδὲ ὀρθοῦσθαι δυνάμενος; Οὐκ ἄῤῥωστον ἐπεσκέψατο. Πῶς γὰρ ὁ προκείμενος ταῖς γλώσσαις τῶν κυνῶν; Ἀλλ' ὅμως καὶ τούτων χωρὶς τὸ βραβεῖον τῆς ἀρετῆς ἥρπασε τῷ πάντα γενναίως ἐνεγκεῖν, τῷ τὸν μὲν ὠμὸν καὶ ἀπάνθρωπον εὐδοκιμοῦντα καὶ ἐντρυφῶντα ὁρᾷν, ἑαυτὸν δὲ ἐν τοσούτοις κακοῖς, καὶ μηδὲν ἀπηχὲς ῥῆμα φθέγξασθαι. Διὰ δὲ τοῦτο τοὺς κόλπους ἀπελάμβανε τοῦ Ἀβραὰμ ὁ νεκροῦ οὐδὲν ἄμεινον διακείμενος, ἀλλ' ἀργὸς ἐν τῷ πυλῶνι τοῦ πλουσίου τότε ἐῤῥιμμένος, καὶ μετὰ τοῦ τοσαῦτα κατωρθωκότος πατριάρχου ἐστεφανοῦτο· καὶ ἀνηγορεύετο, καὶ τῶν κόλπων ἀπέλαυε τῶν ἐκείνου, οὐκ ἐλεημοσύνας ποιήσας, οὐκ ἀδικουμένῳ χεῖρα ὀρέξας, οὐ ξένους ὑποδεξάμενος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἐπιδείξασθαι δυνηθεὶς, ἀλλ' ἐν πᾶσι μόνον εὐχαριστήσας, καὶ τὸν τῆς ὑπομονῆς λαμπρὸν ἀπενεγκὼν στέφανον. Μέγα γὰρ ἔργον εὐχαριστία καὶ φιλοσοφία, καὶ καρτερία ἐν τοσούτοις κακοῖς γυμναζομένη· καὶ πάντων μεῖζον κατόρθωμα τοῦτο. Ὅθεν καὶ ὁ Ἰὼβ ἐστεφανοῦτο, διὸ καὶ ὁ διάβολος ἔλεγε· Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῆς σαρκὸς αὐτοῦ. Οὐ γὰρ μικρὸν, ὀδυνωμένην χαλινῶσαι ψυχὴν, πρὸς τὸ μηδὲν ἁμαρτεῖν. Τοῦτο μαρτυρίου ἴσον, τοῦτο κολοφὼν τῶν ἀγαθῶν.