Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΜΑʹ ΨΑΛΜΟΝ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-36
Not analysed yet
Ὥστε εὐχαριστῆσαι τῷ ὀνόματί σου. Οὐ μικρὸν καὶ τοῦτο, τὸ ἐν εὐημερίᾳ γενομένους μὴ εἰς λήθην ἐμπεσεῖν τῆς εὐεργεσίας. Πολλοὶ γὰρ τῶν ἀνθρώπων ἐν θλίψεσι μέν εἰσι σπουδαιότεροι, ἐν ἀνέσει δὲ ῥᾳθυμότεροι· ἕτεροι πάλιν ἐν ἀνέσει ῥᾴθυμοι, καὶ ἐν θλίψεσιν ἀπογινώσκοντες ἑαυτῶν, ὑπτιώτεροι γινόμενοι. Ἀλλ' οὗτος ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ μένει τὴν αὐτὴν εὐλάβειαν διατηρῶν· οὔτε γὰρ ἡ θλίψις αὐτὸν ἀναπεσεῖν ἐποίησεν, ἀλλὰ μᾶλλον συνήγαγε πρὸς τὴν δέησιν καὶ τὴν εὐχήν· οὔτε ἡ ἄνεσις ὕπτιον κατεσκεύασεν, ἀλλὰ καὶ τότε πρὸς εὐχαριστίαν παρασκευάζεται. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἕτερος, Στεφανώσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με. Τί ἐστι τοῦτο; Καὶ τοὺς δικαίους, φησὶ, τοῦτο ὠφελήσει. Καὶ γὰρ καὶ ἐκεῖνοι εὐφρανθήσονται, χαρήσονται, σκιρτήσουσιν, ἰδόντες μου τὴν ἀπαλλαγὴν τῶν δεινῶν. Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαί· καὶ τοῖς πάσχουσι κακῶς συναλγοῦσι, καὶ εὐθηνουμένοις οὐ βασκαίνουσιν, ἀλλὰ καὶ χαίρουσι, καὶ συνευφραίνονται καὶ συνήδονται τοῖς εὐεργετουμένοις. Ὃ καὶ Παῦλος ἐκέλευσε λέγων, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Οὐ μικρὰ δὲ αὕτη ἀρετή. Πολλοὶ γὰρ καὶ κειμένοις ἐφήδονται, καὶ ἀνισταμένοις βασκαίνουσιν, ἐξ ὠμότητος καὶ ἀπανθρωπίας πολλῆς ἑκάτερα τὰ πάθη τίκτοντες. Ἀλλ' οὐχ οἱ δίκαιοι οὕτως, ἀλλ' ἑκατέρας ταύτης τῆς κακίας ἀπηλλαγμένοι, καὶ ἐλεήμονες ὄντες καὶ φιλάνθρωποι, τὰς ἀρετὰς ταύτας κτῶνται. Ὥσπερ οὖν ἐκεῖνοι ἐξ ὠμότητος ἀμφότερα πάσχουσιν, οὕτως οὗτοι ἀπὸ φιλανθρωπίας, τῷ τε συμπάσχειν ἀλγοῦσι, τῷ τε συγχαίρειν εὖ πάσχουσι. Διὰ τί δὲ εἶπεν, Ἀνταποδῷς μοι; Ὁ μὲν ἕτερός φησιν, Ὅταν εὐεργετήσῃς με. Οἱ δὲ ἄλλοι, Ἀνταποδῷς καὶ ἀμείψῃ με. Καίτοι γε ἀνωτέρω θλίψιν καὶ ταπείνωσιν εἶπεν, οὐ κατορθώματα, καὶ παῤῥησίαν τὴν ἀπὸ τῶν ἔργων. Ἀντὶ τίνος δὲ καὶ ἀνταπόδοσιν αἰτεῖ; Ἀντὶ τῶν ἡμερῶν τῆς ταπεινώσεως. Οὐ γὰρ μικρὸν καὶ τοῦτο κατόρθωμα, τὸ θλίψιν ἐνεγκεῖν μετ' εὐχαριστίας. Διὸ καὶ ἀνταπόδοσιν καλεῖ τὴν μετὰ ταῦτα ἀμοιβήν. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἀλύωμεν ἐν ταῖς θλίψεσιν, ἀλλ' εὐχώμεθα μὴ εἰσελθεῖν εἰς πειρασμόν· ἐπιόντα δὲ δεχώμεθα. Τά τε γὰρ ὄντα ἁμαρτήματα ἀποτιθέμεθα, καὶ εἴ τινα δικαιοσύνην ἔχομεν, κἀκείνην λαμπροτέραν ἐργαζόμεθα. Καὶ τοῦτο δείκνυσιν ὁ Ἰὼβ, τότε μειζόνως διαλάμψας. Τοῦτο καὶ ἐν σώμασιν ἀγαθόν· τοῦτο οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἐν ἀλόγοις· οὐκ ἐν ἀλόγοις μόνον, ἀλλὰ καὶ ἐν φυτοῖς. Διὰ δὴ τοῦτο οὐδὲ ταῖς ἀμπέλοις συγχωροῦσιν οἱ γηπόνοι ὑπὲρ τὸ μέτρον κομᾷν, οὐδὲ ἑτέροις δένδροις, ἀλλὰ κωλύουσι τὴν εἰς τὸ πρόσω φορὰν, τῇ δρεπάνῃ ἅπασαν αὐτῆς τὴν δύναμιν εἰς τὴν ῥίζαν περιστρέφοντες, ὥστε μὴ ἐν τοῖς φύλλοις ἀναλωθεῖσαν αὐτὴν ἐξίτηλον ἐνεγκεῖν τὸν καρπόν. Ὅπερ καὶ ἐπ' ἀνθρώπων συμβαίνει. Τῆς γὰρ σπουδῆς εἰς τὰ περιττὰ ἀναλισκομένης, ἀτονωτέρα γίνεται ἡ ψυχὴ πρὸς τὸ τῆς εὐσεβείας καρπὸν ὥριμον ἐνεγκεῖν καὶ ἀκμάζοντα. Τοῦτο καὶ ἐπὶ ὑδάτων ἴδοι τις ἄν. Τὸ μὲν γὰρ ἑστηκὸς καὶ ἀπόρευτον, βλαβερόν· τὸ δὲ κινούμενον καὶ ἐξαντλούμενον καὶ μετοχετευόμενον, οὐ μόνον ὑγιεινὸν, ἀλλὰ καὶ ἰδεῖν καὶ ἅψασθαι καὶ πιεῖν ἥδιόν ἐστι. Πολλάκις δὲ καὶ τὴν φύσιν ἐνίκησεν ἡ θλίψις. Τὸ γὰρ κατωφερὲς τοῦτο καὶ ῥυτὸν θλιβόμενον πρὸς τὴν ἄνω φορὰν ἐξακοντίζεται. Ὃ δὴ καὶ ἐπ' ἀνθρώπων συμβαίνει. Οἱ γὰρ εὐκόλως τὰς θλίψεις φέροντες, ὑψηλότεροι καθίστανται, κἂν σφόδρα ὦσι χαμαίζηλοι, καὶ σφόδρα γήϊνοι, καὶ ταπεινοὶ, μεγάλα ἐντεῦθεν κερδαίνουσι. Ταῦτ' οὖν εἰδότες, φέρωμεν μετ' εὐχαριστίας τὰ ἐπαγόμενα δεινὰ, ἵνα κἀκεῖνα εὐκολώτερα ἡμῖν γένηται, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.