Ancient Greek · ~17 min
ΕΙΣ ΤΟΝ ΡΜΑʹ ΨΑΛΜΟΝ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-41
Not analysed yet
Τοῦτο ἡ ἐπίτασις τῆς ἐρημίας, ἡ ὑπερβολὴ τῆς ἀλλοτριώσεως· ὀλίγων γάρ ἐστι τὸ ἐν συμφοραῖς παρεῖναι καὶ βοηθεῖν, καὶ μάλιστα ὅταν αἱ συμφοραὶ κινδύνους ἀπειλῶσιν. Ἀλλὰ τοῦτο οὐ μόνον αὐτὸν οὐκ ἔβλαψεν, ἀλλὰ καὶ μειζόνως ὠφέλησε, πρὸς τὸν Θεὸν αὐτὸν οἰκειῶσαν. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἴδῃς αὐξόμενα τὰ δεινὰ, μὴ ἀναπέσῃς, ἀλλὰ νῆφε μειζόνως. Διὰ γὰρ τοῦτο ἀφίησιν ὁ Θεὸς αἴρεσθαι αὐτὰ, ἵνα σου τὴν ῥᾳθυμίαν ἀποτινάξῃ, ἵνα σε ἀφυπνίσῃ καθεύδοντα. Τότε γὰρ πάντα τὰ περιττὰ περικόπτεται, τότε πάντα ἐκφυσᾶται τὰ βιωτικὰ, τότε ἐν προσευχῇ σπουδαιότερος γίνεται, πρὸς ἐλεημοσύνην προθυμότερος, πρὸς ὑπεροψίαν γαστρὸς, καὶ ἕκαστον πάθος εὐκαταγώνιστον γίνεται, ὑπὸ τῆς θλίψεως φυγαδευόμενον. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν οὐχὶ κολάσαι βουλόμενος, λύπαις ἡμᾶς συνέδησε καὶ πόνοις, εἰ καὶ ἐν τάξει κολάσεως τὴν ἀπόφασιν τέθεικεν, ἀλλὰ σωφρονίσαι καὶ βελτίους ἐργάσασθαι. Εἰ γὰρ καὶ λύπης ἐπικειμένης, καὶ τοῦ βίου ἐπιμόχθου ὄντος, τοσαύτη κρατεῖ κακία· εἰ μηδὲν τούτων ἦν, ποῦ οὐκ ἂν ἐξέβη τὰ τῆς πονηρίας; Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῆς ψυχῆς, ὅπου γε καὶ ἐν τοῖς σώμασιν ἀγαθὸν ἡ θλίψις; Καὶ γὰρ τὸ εἰς ἄκραν εὐπάθειαν ἐξάγεσθαι τὴν σάρκα ἐπιβλαβές· ἄλλως τε καὶ τὸ πολλαχόθεν ἐπιβουλὰς συνίστασθαι, νήφειν ποιεῖ· κἂν προσέχωμεν, οὐδὲν βλαπτόμεθα. Διὸ καί τίς φησιν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς· καὶ οὗτος, Ἐν ὁδῷ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκλάβοι, ὄψεται τὸν διάβολον αὐτὸ ποιοῦντα, οὐ πόῤῥωθεν, ἀλλὰ πλησίον κρύπτοντα τὰς ἐπιβουλάς. Διὸ καὶ πολλῆς ἡμῖν δεῖ τῆς νήψεως. Κρύπτει γὰρ παγίδα, ἐν ἐλεημοσύνῃ τὴν κενοδοξίαν, ἐν νηστείᾳ τὴν ἀλαζονείαν, οὐκ ἐν ἑτέροις, ἀλλὰ ἐν αὐταῖς ταῖς ὁδοῖς, αἷς βαδίζομεν, ὅπερ ἐστὶ καὶ χαλεπώτερον. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ. Ὅρα πάλιν ἑτέραν προσθήκην τῶν δεινῶν. Δείκνυσι γὰρ οὐ μόνον ὅτι ἐν ταῖς ὁδοῖς αἱ παγίδες, οὐδ' ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν, οὐδὲ ὁ ἐπιγινώσκων· ἀλλ' ὅτι οὐδὲ τὸ λειπόμενον αὐτῷ πρὸς ἀπαλλαγὴν, τὸ φυγῇ τὴν σωτηρίαν πορίσασθαι, ῥᾴδιον καὶ εὔκολον ἦν. Οὕτως ἐν μέσοις ἀπείληπτο τοῖς κακοῖς, καὶ ἐν ἀφύκτῳ συμφορᾷ ἦν, ἀλλ' ὅμως καὶ οὕτως οὐκ ἀπεγίνωσκε. Καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, τουτέστιν, ὁ ἀμύνων, ὁ βοηθῶν. Τί οὖν αὐτός; ἆρα ἐν τοσαύτῃ ἀπορίᾳ καὶ ἀμηχανίᾳ ὢν ἀπέγνω τὴν σωτηρίαν; Οὐδαμῶς· ἀλλὰ πρὸς τὸν Θεὸν καταφεύγει εὐθέως, καὶ λέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα, Σὺ εἶ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. Ὁρᾷς νῆψιν ψυχῆς; Οὐκ ἐβάπτισεν αὐτὸν τὰ δεινὰ, ἀλλὰ μᾶλλον ἐπτέρωσε, καὶ ἐν ἀπόροις ὢν, ἔγνω τὴν ἄμαχον χεῖρα καὶ τὴν παναλκῆ δύναμιν, καὶ τὴν ἐν ἀμηχάνοις εὐκολίαν. Εἶπα, σὺ εἶ ἐλπίς μου. Τὰ ἀνθρώπινα, φησὶ, πάντα ἐλήλεγκται, καὶ ὁ χειμὼν μείζων συμμαχίας οὕτως ἁπάσης, ὡς οὐδεμιᾷ τέχνῃ οἷόν τε εἶναι περιγενέσθαι τοῦ ναυαγίου. Ἀλλ' ὅμως εἰ καὶ παρὰ ἀνθρώποις ταῦτα ἀπέγνωσται, καὶ πάντες ἀπηγορεύσαμεν, ἀλλὰ σοὶ πάντα ῥᾴδια· ὅθεν καὶ ἐλπίζοντες οὐκ ἀποναρκῶμεν. Μερίς μου εἶ ἐν γῇ ζώντων. Τουτέστιν, ὁ κλῆρός μου, ὁ θησαυρός μου, ὁ πλοῦτός μου, τὰ πάντα αὐτὸς εἶ. Ἐν γῇ ζώντων. Γῆν ζώντων ἐνταῦθα τὴν οἰκείαν πατρίδα καλεῖ. Οἶδε γὰρ πολλάκις τὴν αἰχμαλωσίαν τὴν εἰς Βαβυλῶνα ᾅδην καὶ θάνατον καλεῖν. Εἶτα ἐπειδὴ ἐν μὲν ἀλλοτρίᾳ ὢν, οὐδεμίαν λατρείαν ἐπετέλει τὴν εἰωθυῖαν, ἐκεῖ δὲ τὰ τῆς ἁγιαστίας ἅπαντα ἐπληροῦτο, διὰ τοῦτό φησι, Μερίς μου εἶ ἐν γῇ ζώντων. Ἀεί μου προέστης, φησὶ, καὶ ᾠκειώσω με ἐν γῇ ζώντων, καὶ πολλή μοι πρὸς σὲ γέγονε κοινωνία. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ὁρᾷς πῶς ὅπερ ἀνωτέρω ἔλεγε, τοῦτο καὶ ἐνταῦθα ἀντὶ συνηγορίας τίθησι, τὸ ταπεινωθῆναι λέγω, τὸ δίκην δοῦναι τῶν ἡμαρτημένων μεθ' ὑπερβολῆς. Τὸ δὲ, Σφόδρα, οὐ τῆς τῶν γενομένων κατηγορίας ἐστὶν, ἀλλὰ τῆς λύπης καὶ τῆς ἀσθενείας τοῦ πάσχοντος. Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν τῶν ἁμαρτημάτων ἴδῃς, οὐ σφοδρὰ ἡ ταπείνωσις· ἂν δὲ πρὸς τὴν ἀσθένειαν τοῦ φέροντος, σφοδρὰ μεθ' ὑπερβολῆς. Οὐδαμοῦ γὰρ ὁ Θεὸς ἀξίαν ἀπαιτεῖ τῶν πλημμελημάτων τιμωρίαν. Εἰ δὲ τοῖς πάσχουσιν ἀφόρητος εἶναι δοκεῖ, οὐ παρὰ τὴν φύσιν τῶν γινομένων, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ὑπομενόντων. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἰδοὺ καὶ ἄλλη αἰτία πάλιν, ἡ ἄδικος ἐπιβουλὴ τῶν ἐπηρεαζόντων, καὶ τὸ εἶναι αὐτὸν ἐν ἀσθενείᾳ πολλῇ· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Τὸ ἐξομολογήσασθαι ἐνταῦθα ἀντὶ τοῦ εὐχαριστῆσαί ἐστιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπάλλαξόν με τῶν δεινῶν. Φυλακὴν γὰρ τὴν τῶν συμφορῶν ὑπερβολὴν αἰνίττεται.