Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 4.1-10
Not analysed yet
Εἰ δὲ βούλει μαθεῖν καὶ σὺ τὴν χάριν, ἄκουε τῶν ἐπιταγμάτων αὐτοῦ τὸν ὄγκον, καὶ ὄψει ταύτης τὴν δύναμιν. Ἐὰν μή τις ἀποτάξηται πᾶσιν, ἔτι δὲ μισήσῃ καὶ τὴν ἑαυτοῦ ψυχὴν, φησὶν, οὐκ ἔστι μου ἄξιος. Ἀλλ' ὅμως ἴσχυσεν ὁ λόγος ἔργον γενέσθαι· τοσαύτη ἦν αὐτοῦ ἡ χάρις. Καίτοι τί ψυχῆς οἰκειότερον; Ἀλλὰ καὶ αὕτη καταπεφρόνηται διὰ τὸ πρόσταγμα τὸ ἐκείνου. Σὺ δὲ ἀκούων, Εὐλόγησέ σε ὁ Θεὸς, μὴ καταπέσῃς, μηδὲ ταπεινόν τι ἐννοήσῃς. Ὅπερ γὰρ ἔφθην εἰπὼν, περὶ τῆς σαρκὸς ὁ λόγος ἐστὶ, τῆς χείλη ἐχούσης, περὶ τῆς δεχομένης τὴν χάριν, περὶ τῆς δεχομένης τὴν εὐλογίαν. Ὁ γὰρ Θεὸς εὐλογίας οὐ δεῖται, οὐδὲ χάριτος· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νεκροὺς καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ πάλιν· Τὰ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Καὶ πάλιν· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Τὸ γὰρ, Οὕτω, καὶ τὸ, Ὁμοίως, καὶ τὸ, Καθὼς, ἀπαραλλαξίας ἐστίν. Ἀλλ' ἐνταῦθα περὶ τῆς οἰκονομίας ὁ λόγος. Ἀκούομεν δὲ καὶ αὐτοῦ πάλιν λέγοντος· Διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Ἆρα οὖν πρὸ τούτου αὐτὸν οὐκ ἠγάπα; Πῶς οὖν ἔλεγεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός; Ἀλλὰ θέλων δεῖξαι τὸ μέγεθος τοῦ κατορθώματος, τοῦτο τέθεικεν. Ὥσπερ οὖν ἐκεῖ ἡ αἰτιολογία ἔχει τινὰ αἰτίαν, οὕτω καὶ ἐνταῦθα ἡ αἰτία δήλη. Διὰ γὰρ τοῦτο προλαβὼν εἶπεν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου· καὶ, Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα· εἰς τὸν τῆς οἰκονομίας ἕλκων λόγον, ἵνα ὅταν μέλλῃ τι πάλιν λέγειν τῆς αὐτοῦ ἀξίας καταδεὲς, μὴ καταπέσῃς, ἀλλ' ἴδῃς περὶ τίνος ὁ λόγος. Οὕτω καὶ ὁ Ἰακὼβ τὴν οἰκονομίαν δηλῶν μετὰ τὸ πολλὰ εἰπεῖν ἔλεγε· Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς οἶνος, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ὀδόντας δὲ ἡ θεότης οὐκ ἔχει. Καὶ ἄλλος προφήτης φησί· Πατάξει τὴν γῆν λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ πνεύματι χειλέων ἀνελεῖ ἀσεβῆ· τὰ αὐτὰ τῷ Παύλῳ φθεγγόμενος λέγοντι· Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Ἵν' οὖν μὴ ἀκούσας σὺ ταῦτα καταφρονήσῃς, δείκνυσί σοι τῆς θεότητος τὴν ἰσχύν. Οὐδὲ γὰρ τὴν σάρκα διαιρεῖ τῆς θεότητος, οὔτε τὴν θεότητα τῆς σαρκὸς, οὐχὶ τὰς οὐσίας συγχέων (μὴ γένοιτο), ἀλλὰ τὴν ἕνωσιν δεικνύς. Διὰ τοῦτό φησιν· Εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τίς δὲ τῆς εὐλογίας ὁ τρόπος; Ἄγγελοι, ἀρχάγγελοι παρεστήκασι, θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι, αἶνον ἀναπέμποντες· πᾶσα ἡ γῆ ἀπὸ περάτων εἰς τὰ πέρατα δοξολογεῖ καὶ ὑμνεῖ καὶ εὐφημεῖ τὸν σαρκωθέντα Θεόν. Ὁ μὲν γὰρ πρῶτος Ἀδὰμ μυρίας ἐνεπλήσθη κατάρας· οὗτος δὲ ἀπεναντίας ἐκείνῳ πολλῆς τῆς εὐλογίας. Ἐκεῖνος ἤκουσεν, Ἐπικατάρατος σὺ ἐν τοῖς ἔργοις σου· καὶ ὁ μετ' ἐκεῖνον πάλιν, καὶ, Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς· καὶ, Ἐπικατάρατος, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· καὶ, Ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου. Ὁρᾷς πόσαι κατάραι; Τούτων ἠλευθέρωσέ σε ὁ Χριστὸς, γενόμενος κατάρα. Ὥσπερ γὰρ ἐταπείνωσεν ἑαυτὸν, ἵνα σὲ ὑψώσῃ, καὶ ἀπέθανεν, ἵνα σὲ ἀθάνατον ἐργάσηται· οὕτω καὶ κατάρα ἐγένετο, ἵνα σὲ εὐλογίας ἐμπλήσῃ. Τί τῆς εὐλογίας ταύτης ἴσον, ὅταν διὰ κατάρας εὐλογίαν χαρίζηται; Οὐ γὰρ αὐτὸς ἐδεήθη εὐλογίας, ἀλλὰ σοὶ ταύτην δίδωσιν. Ὥσπερ γὰρ ὅταν εἴπω, ὅτι ἐταπεινώθη, οὐ μεταβολὴν λέγω, ἀλλὰ τῆς οἰκονομίας τὴν συγκατάβασιν· οὕτω καὶ ὅταν εἴπω ὅτι ηὐλογήθη, οὐ τοῦτο λέγω, ὅτι ἐδεήθη εὐλογίας, ἀλλὰ πάλιν τῆς οἰκονομίας δείκνυμι τὴν συγκατάβασιν. Ηὐλογήθη τοίνυν ἡ ἀνθρωπίνη φύσις. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει, οὐδὲ κατάρᾳ ὑπόκειται· μᾶλλον δὲ οὐδὲ πρὸ τούτου ὑπέκειτο, ἀλλ' ἀνέλαβε τὴν κατάραν, ἵνα σὲ ταύτης ἀπαλλάξῃ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Ἄλλος, Ζῶσαι μάχαιράν σου ἐπὶ μηρόν. Ἄλλος, Περίθου ὡς μάχαιράν σου ἐπὶ τοῦ μηροῦ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἄλλος φησὶ, Τὸν ἔπαινόν σου καὶ τὸ ἀξίωμά σου. Ἄλλος, Ἐπιδοξότητί σου καὶ διαπρεπείᾳ σου. Τίς ἡ μεταβολὴ, καὶ τίς ἡ μετάστασις τῶν ῥημάτων; Περὶ γὰρ διδασκάλου διαλεγόμενος (τοῦτο γάρ ἐστι τὸ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου), ἐξαίφνης ἡμῖν βασιλέα καθωπλισμένον ὑπογράφει, καὶ οὐκ ἐν τάξει προφητείας, ἀλλ' ἐν τάξει ἱκετηρίας. Οὐ γὰρ εἶπε· Περιζώσεται τὴν ῥομφαίαν αὐτοῦ· ἀλλὰ ἀξιοῖ, καί φησι, Περίζωσαι τὴν ῥομφαίαν σου. Εἶτα καὶ τῇ ὁπλίσει ταύτῃ κάλλος ἀναμίγνυσι, νῦν μὲν ὁπλίτην δηλῶν, νῦν δὲ ὡραϊζόμενον· Τῇ γὰρ ὡραιότητί σου, φησὶ, καὶ τῷ κάλλει σου. Εἶτα τοξότην· Τὰ βέλη γάρ σου, φησὶν, ἠκονημένα, δυνατέ. Καὶ πάλιν νικητὴν καὶ τροπαιοῦχον· Λαοὶ ὑποκάτω σου, φησὶ, πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Καὶ τοῦτον δὲ αὐτὸν πάλιν εἰσάγει μύροις χριόμενον τὸν ὁπλίτην, καὶ βασιλέα, καὶ τοξότην, καὶ νικητήν· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου.