Ancient Greek · ~20 min
ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 4.1-15
Not analysed yet
Οὐ μόνον δὲ ἐπὶ τῶν πιστῶν τοσαύτην εἶχον ἰσχὺν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀπίστων. Τί γὰρ, εἰπέ μοι, δούλου τεκμήριον; ἆρ' οὐ τὸ ποιεῖν ὅπερ ὁ δεσπότης αὐτοῦ ἐπιτάττει; Τί δεσπότου δὲ σημεῖον; ἆρ' οὐ τὸ ταῦτα ἀνύειν ἐν τοῖς δούλοις, ἅπερ αὐτὸς βούλεται; Τίνες οὖν οἱ ἀνύσαντες ἅπερ ἤθελον ἐπὶ τῶν τότε βασιλέων καὶ τῶν ἀρχόντων; ἆρ' οὐχ οἱ ἀπόστολοι; Εὔδηλον ὅτι. Οἱ μὲν γὰρ βασιλεῖς καὶ οἱ ἄρχοντες ἐβούλοντο κατέχειν ἐν ἀσεβείᾳ τὴν οἰκουμένην, καὶ δαίμοσι λατρεύειν ἐπέταττον· οἱ δὲ ἀπόστολοι τοὐναντίον, καὶ τὸ θέλημα τούτων ἐγίνετο. Εἰ δὲ λέγεις μοι τὸ δεσμωτήριον, καὶ τὰς μάστιγας, καὶ τὰς βασάνους, μείζονάς μοι λέγεις τὰς δεσποτείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι καὶ τούτων γινομένων τὸ θέλημα τὸ τούτων ἐγίνετο. Οὐ γὰρ νόμῳ τῷ τῶν πολλῶν δεσποτῶν, ἀλλ' ἀρετῇ ταύτην ἀνεδήσαντο τὴν δεσποτείαν, τὴν οὐδενὸς τῶν ἔξωθεν δεομένην, ἀλλ' ἐν τῷ παρὰ πάντων ἐπιβουλεύεσθαι λάμπουσαν. Ἐκείνους μὲν γὰρ τοὺς δεσπότας ἐπιβουλεύσαντες δοῦλοι πολλάκις ἠφάνισαν, ἐπειδὴ ἀτελὴς ἦν τις καὶ ἀσθενεστάτη· ταύτην δὲ σβέσαι οὐκ ἴσχυσαν, ἀλλ' ἐπιβουλεύοντες μειζόνως ἔδειξαν διαλάμπουσαν. Τίς οὖν λαμπρότερος ἂν εἴη δεσπότης, ὁ μυρίων δεόμενος βοηθημάτων, ἵνα κρατῇ τῶν οἰκετῶν, ἢ ὁ πάντων ἀπηλλαγμένος ἐκείνων, καὶ μετ' ἐξουσίας ἄγων καὶ φέρων τοὺς ὑποκειμένους; Εὔδηλον ὅτι οὗτος. Οἱ μὲν γὰρ δεσπόται τὴν δεσποτείαν ταύτην τὴν τῶν πολλῶν, ἂν μὴ τοὺς νόμους ἔχωσι βοηθοῦντας, καὶ τὸ ἐν πόλεσιν οἰκεῖν, πολλάκις μετὰ τῆς δεσποτείας καὶ τὴν ζωὴν ἀπώλεσαν· Παῦλος δὲ καὶ ἐν ἐρημίαις καὶ πανταχοῦ τὴν κυριότητα ἐπεδείκνυτο. Βούλει καὶ βασιλέων ἰδεῖν αὐτὸν λαμπρότερον; Εἰσήγαγε νόμους πανταχοῦ τῆς οἰκουμένης, καὶ τοὺς τῶν βασιλέων ἀφέντες νόμους οἱ ἄνθρωποι τοῖς ἐκείνου γράμμασιν ἐπείθοντο. Ἄλλως δὲ καὶ οἱ μὲν σωμάτων, οἱ δὲ ψυχῶν ἐκράτουν. Τίς οὖν οὕτω δοῦλος δεσπότῃ, ἀρχόμενος βασιλεῖ μετ' εὐνοίας ὑπήκουσεν, ὡς οἱ πιστοὶ τῷ Παύλῳ ἐπιστέλλοντι μόνον; Τί ἄν τις εἴποι τὸν πόθον, τὸν ζῆλον τὸν ὑπὲρ αὐτοῦ, ὅπου γε καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαι ἕτοιμοι ἦσαν; τίς τοιούτους ἐκτήσατο δούλους ποτέ; Ἅπερ ταῦτα πάντα ἐννοῶν ὁ Προφήτης, πῶς μὲν τοὺς πιστοὺς ὑπέταξαν, πῶς δὲ τοῖς ἀπίστοις ἦσαν φοβεροὶ, κατὰ κράτος αὐτοὺς ἐλαύνοντες, καὶ πῶς δι' αὐτῶν ὁ Χριστὸς ἐπεκράτει, οὐκ εἶπεν ἁπλῶς, Κυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου, ἀλλὰ Κατακυρίευε, τὴν ἐπιτεταμένην δεσποτείαν δηλῶν. Καὶ ταῦτα ὁρῶντες οἱ πολέμιοι οὐδὲν ἴσχυον ποιεῖν, καίτοι τοὺς νόμους μεθ' ἑαυτῶν ἔχοντες, καὶ δημίους, καὶ ἐξουσίαν ἅπασαν. Ἀλλ' ἦσαν οὗτοι δυνατώτεροι διὰ τὸν ἐνοικοῦντα ἐν αὐτοῖς. Οὗτος κατεκυρίευσε δι' αὐτῶν· οὐχ ἁπλῶς ἐκυρίευσεν, ἀλλὰ κατεκυρίευσε· καὶ γὰρ σφόδρα ἐκράτει. Διὰ γοῦν τὸν ἐν αὐτοῖς, καὶ πυρὸς κατετόλμων καὶ σιδήρου, καὶ θηρίων, καὶ τῶν ἄλλων ἁπάντων. Καὶ γὰρ εἰς πάντα ἦν μετ' αὐτῶν ὁ Χριστὸς, οἳ καθάπερ ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασι, καὶ πάντων ἀπαλλαγέντες τῶν ἐν τῷ βίῳ λυπηρῶν, οὕτως ἔχαιρον, καὶ οὕτως ἐσκίρτων, ὑπὸ τῆς τοῦ Χριστοῦ δεσποτείας κατεχόμενοι, μὴ χρημάτων φειδόμενοι, μὴ σωμάτων, μὴ τῆς παρούσης ζωῆς. Καὶ ταῦτα μὲν ἐποίουν οἵ ποτε ἐχθροὶ καὶ πολέμιοι· ἀλλ' ἡ ἄμαχος τοῦ Χριστοῦ δύναμις οὐ μόνον τῆς ἔχθρας αὐτοὺς ἀπήλλαξεν, ἀλλὰ καὶ εἰς δουλείαν καὶ εἰς τοσαύτην οἰκείωσιν ἤγαγεν. Ὥστε κἂν λέγηται ὁ Πατὴρ τοὺς ἐχθροὺς τιθέναι ὑπὸ τοὺς πόδας αὐτοῦ, οὐχ οὕτω λέγεται, καθάπερ εἶπον, ὡς μηδὲν ἐνεργοῦντος τοῦ Παιδός· τοῦ γὰρ Μονογενοῦς τὸ κατόρθωμα γέγονεν ἅπαν· ἀλλ' ἵνα, ὅπερ ἔφθην εἰπὼν, τὸν Πατέρα καὶ τὸν Υἱὸν Θεὸν ἕνα νοῇς, φυλαττομένης ἑκάστῳ τῆς ἰδιότητος, καὶ ἵνα μὴ δύο νοήσῃς ἀγεννήτους. Ὅτι γὰρ αὐτοῦ πᾶν ἐστι τὸ κατόρθωμα, ἀπὸ τῶν ἤδη κατωρθωμένων ἐννόει· καὶ μὴ ἁπλῶς ἀνθρωπίνως ἐκλάμβανε τὰ εἰρημένα· πολὺ γὰρ τὸ ἄτοπον ἕψεται. Ἵνα δὲ καὶ σὺ μάθῃς, ἄκουε ὃ μέλλω λέγειν· Οἱ μὲν ἐγένοντο φίλοι, ἐχθροὶ πρότερον ὄντες, οἱ δὲ μένουσιν ἔτι ἐχθροί. Ἀλλ' ὅτι μὲν τοὺς ἐχθροὺς φίλους αὐτὸς ἐποίησε, καὶ Παῦλος δηλοῖ τῷ εἰπεῖν· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· δηλοῖ δὲ καὶ ὁ Σωτὴρ, πρὸς αὐτὸν τὸν Πατέρα λέγων· Ἐγώ σε ἐδόξασα ἐν τῷ κόσμῳ, τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω. Τὸ δὲ τοὺς ἐχθροὺς ὑποτάξαι, τοῦ Πατρὸς γέγονε. Καίτοι γε τοῦτο ἐκείνου μεῖζον. Οὐ γὰρ ἴσον κολάσαι ἐχθροὺς μένοντας, καὶ ποιῆσαι φίλους, ἐχθροὺς ὄντας. Ἀλλ' οὔτε ὁ Υἱὸς διὰ τοῦτο ἐλάττων τοῦ Πατρὸς, οὔτε ὁ Πατὴρ ἐλάττων διὰ τοῦτο τοῦ Υἱοῦ. Ἵνα δὲ μάθῃς, ὅτι καὶ ἐκεῖνα τοῦ Υἱοῦ, ὥσπερ καὶ ταῦτα τοῦ Πατρὸς, ἄκουσον· Ἀπέλθετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ὁ τοὺς ἀγγέλους πέμπων, ὥστε συλλέξαι τὰ ζιζάνια, ὁ Μονογενής ἐστι, καὶ πανταχοῦ ὁρῶμεν αὐτὸν κολάζοντα τὸν διάβολον. Καὶ τοῦτο οἱ δαίμονες αὐτοὶ ὁμολογοῦσι λέγοντες· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ὥστε αὐτός ἐστιν ὁ μέλλων αὐτοὺς βασανίζειν. Ὁρᾷς ὅτι κἂν ὑπὸ τοῦ Πατρὸς λέγηται γίνεσθαι τὰ γινόμενα, τοῦ Παιδός ἐστι κατορθώματα; Ὅτι δὲ καὶ τὰ τοῦ Παιδὸς, τοῦ Πατρὸς, ἄκουσον πάλιν αὐτοῦ λέγοντος· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Καὶ πάλιν· Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Οὐ τοίνυν ἀνθρωπίνως ἐκλαμβάνειν τὰ τοιαῦτα δεῖ. Ἐπεὶ καὶ τοὺς ἐχθρούς σου οὕτως ἐκδεκτέον, οὐχ ὡς αὐτοῦ μόνου ἐχθρούς. Ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν, φησὶν, οὐ τιμᾷ τὸν Πατέρα.