Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 5.1-13
Not analysed yet
Ὥστε Ἰουδαῖοι οὐκ αὐτοῦ μόνον ἐχθροὶ, ἀλλὰ καὶ τοῦ Πατρός. Διὸ καὶ τὴν πανωλεθρίαν αὐτοῖς ἐπήγαγε, καὶ τὴν πόλιν αὐτῶν ῥίψας χαμαὶ, ἐρείπιον ἐποίησεν, εἰ καὶ μὴ εὐθέως μετὰ τὸν σταυρὸν, καὶ χρόνον αὐτοῖς πολὺν εἰς μετάνοιαν ἔδωκεν, εἴ γε ἐβούλοντο, καὶ τοὺς ἀποστόλους ἀφῆκεν, ἵνα δι' αὐτῶν μαθόντες αὐτοῦ τὴν ἰσχὺν, ὀψὲ γοῦν ποτε ἐπιστρέψωσιν. Ἐπειδὴ δὲ ἀνίατα ἐνόσουν, τὸν κολοφῶνα ἐπήγαγε τῶν κακῶν, καὶ ταύτῃ πάλιν καλῶν αὐτοὺς εἰς μετάνοιαν, ἵνα τῆς πολιτείας ἐκπεσόντες τῆς παλαιᾶς, ὑπ' αὐτῆς γοῦν τῶν πραγμάτων τῆς ἀνάγκης πρὸς τὴν ἀλήθειαν χειραγωγηθῶσι, τόν τε ὑβρισμένον ὁρῶντες πανταχοῦ προσκυνούμενον, καὶ τὰ αὐτῶν λελυμένα ἅπαντα. Ὅταν δὲ μηδὲ οὕτω γένωνται βελτίους, τότε λοιπὸν, ἅτε πάσης ἀπηλλαγμένοι συγγνώμης, εἰς τὴν ἀθάνατον ἐμπεσοῦνται κόλασιν. Ὑποπόδιον δὲ ἀκούων, μηδὲν αἰσθητὸν νόμιζε λέγειν, ἀλλὰ τὴν ὑποταγήν. Ὅτι δὲ αὐτῷ ὑποτάσσει, δῆλον ἐκ τῆς ἐπαγωγῆς· ἐπεὶ γὰρ ὁ θρόνος εἷς, καὶ τὸ ὑποπόδιον ἕν. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἐπειδὴ εἶπεν ἄνω· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ἵνα μὴ νομίσῃ τις ἀσθενῆ τὸν Υἱὸν εἶναι, καὶ ἐνεργείας δεῖσθαι, καθάπερ τινὰ τῶν ἀποστόλων, ἄκουσον πῶς καὶ τῆς ὑπονοίας αὐτῆς ἐπάγει τὴν διόρθωσιν λέγων· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Τί ἐστι, Μετὰ σοῦ ἡ ἀρχή; Ἐν σοὶ, φησὶν, ἡ ἀρχὴ, οὐχ ὕστερον ἐπιγενομένη, ἀλλ' ἐν σοὶ οὖσα διαπαντός· ὅπερ καὶ ὁ Ἡσαΐας δηλῶν ὁμοίως ἔλεγεν· Οὗ ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ· τουτέστιν, ἐν αὐτῷ, ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἐν τῇ φύσει αὐτοῦ, ὅπερ ἐπὶ τῶν βασιλέων οὐκ ἔνι. Ἡ γὰρ ἀρχὴ αὐτῶν ἐν τῷ πλήθει τῶν στρατοπέδων· ὅπερ ἐπὶ τῶν ἀποστόλων οὐκ ἦν. Καὶ γὰρ καὶ αὐτῶν ἡ ἀρχὴ ἐνεργείας ἔξωθεν εἰσαγομένης αὐτοῖς ἐγίνετο· αὐτὸς δὲ ἐν τῇ φύσει τὴν ἀρχὴν εἶχεν, ἐν τῇ οὐσίᾳ, οὐ μετὰ τὸ γεννηθῆναι προσλαβὼν ὕστερον, οὐδὲ ἐπείσακτον κτησάμενος, ἀλλ' οὕτω γεννηθείς. Διὸ καὶ περὶ βασιλείας ἐρωτώμενος ἔλεγεν· Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Οὐ ταῦτα δὲ μόνον τὰ εἰρημένα δηλοῖ τὸ, Μετὰ σοῦ ἡ ἀρχὴ, ἀλλὰ καὶ ἕτερα, οἷον τὸ μὴ ἐν ἄλλῳ αὐτοῦ εἶναι τὴν ἀρχὴν, ἀλλὰ καὶ διηνεκῆ καὶ ἀθάνατον. Ἀνθρώπους μὲν γὰρ καὶ ζῶντας ἐπιλιμπάνει πολλάκις· εἰ δὲ μὴ ζῶντας, ἀλλ' ἀποθανόντας πάντως· μᾶλλον δὲ ἡνίκα ζῶσιν, οὐδὲ μετ' αὐτῶν ἐστιν· ἀλλ' ὅπερ ἔφθην εἰπὼν, ἐν στρατοπέδοις καὶ σωματοφύλαξι, καὶ χρημάτων περιουσίᾳ, καὶ τειχῶν περιβολαῖς, καὶ τοῖς ἄλλοις ἅπασιν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐ μόνον τοῦτο οὐκ ἔστιν, ἀλλ' ἐν αὐτῷ ἐστι καὶ διηνεκῶς· καὶ ὥσπερ τὴν οὐσίαν αὐτοῦ ἀδύνατον μὴ εἶναι, οὕτω καὶ τὴν βασιλείαν. Ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἡμέραν δυνάμεως εἴποι τις ἂν τήν τε ἤδη γενομένην, τήν τε ἐσομένην ἡμέραν. Ἑκατέρα γὰρ μεγίστης δυνάμεως ἀπόδειξις. Ἢ οὐ δοκεῖ σοι δυνάμεως μέγιστον εἶναι τεκμήριον, ὅταν διὰ θανάτου θάνατος καταργῆται, ὅταν χαλκαῖ πύλαι συντρίβωνται, ὅταν ἁμαρτία ἀφανίζηται, ὅταν κατάρα λύηται, ὅταν τὰ παλαιὰ πάντα ἀνατρέπηται κακὰ, καὶ ἕτερα ἐπεισάγηται νέα καλά; Τί γὰρ τῆς δυνάμεως ταύτης ἴσον, ἄν τε τὰ θαύματα ἐξετάσῃς, ἄν τε τὰ κατορθώματα; Νεκροὶ ἠγείροντο, λεπροὶ ἐκαθαίροντο, δαίμονες ἠλαύνοντο, θάλαττα ἐχαλινοῦτο, ἁμαρτήματα ἐλύετο, παραλυτικοὶ ἐσφίγγοντο, παράδεισος ἠνοίγετο, πέτραι ἐῤῥήγνυντο, καταπέτασμα ἐσχίζετο, ἀκτῖνες ἡλίου ἀπεστρέφοντο, καὶ σκότος τὴν οἰκουμένην κατελάμβανε, σώματα τῶν κεκοιμημένων ἁγίων ἠγείρετο, λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανῄει πατρίδα, οὐρανοῦ ἁψῖδες ἀνεπετάννυντο, ἡ φύσις ἡ καταπεπατημένη ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐρανοῦ πρὸς τὰ ὑψώματα ἀνήγετο, καὶ τὸ δὴ τούτου μεῖζον, ἐπὶ θρόνου ἐκαθέζετο βασιλικοῦ, παρεστώτων ἀγγέλων αὐτῇ καὶ τῶν δυνάμεων· κακία πᾶσα ἠλαύνετο, ἀρετὴ ἐπανήγετο, Πνεύματος χάρις ἐδίδοτο, ἁλιεῖς, καὶ τελῶναι, καὶ σκηνοποιοὶ φιλοσόφων ἀπέῤῥαπτον στόματα, ῥητόρων ἀπέστρεφον γλῶτταν, δαιμόνων κατέλυον τυραννίδα· βωμοὶ, καὶ ναοὶ, καὶ ἑορταὶ, καὶ πανηγύρεις Ἑλληνικαὶ διελύοντο· κνῖσα καὶ καπνὸς, καὶ τὰ ἐναγῆ θύματα πάντα κατὰ κράτος ἠλαύνετο, μάντεις καὶ μητραγύρται, καὶ οἰωνοσκόποι, καὶ ἅπαν τοῦ διαβόλου τὸ ἐργαστήριον ἐδραπέτευον, Ἐκκλησίαι πανταχοῦ τῆς οἰκουμένης ἐβλάστανον, παρθένων χοροὶ συνίσταντο, μοναζόντων τάγματα, μετὰ τῶν πόλεων καὶ ἡ ἔρημος εὐσεβείας ἐπληροῦτο, καὶ χοροὶ δικαίων καὶ ἁγίων ἀνδρῶν ἱστάμενοι ταῖς ἄνω δυνάμεσι τῶν ἀγγέλων ἀντήχουν ἐν τῇ μελῳδίᾳ, καὶ μαρτύρων δῆμοι, καὶ ὁμολογητῶν πλήθη πανταχοῦ τῆς οἰκουμένης ἐφυτεύετο, ἀρετὴ μετὰ πολλῆς κατωρθοῦτο τῆς εὐκολίας, βαρβάρων ἔθνη φιλοσοφεῖν ἐπαιδεύετο, καὶ οἱ θηρίων ἀγριώτεροι πρὸς τὴν τῶν ἀγγέλων πολιτείαν τὴν ἅμιλλαν ἐπεδείκνυντο, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ὁ λόγος ἐπέτρεχε μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν. Ἅπερ ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου.