Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΑʹ ΨΑΛΜΟΝ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 4.1-17
Not analysed yet
Ὅρα πόσα τίθησι τὰ ἔπαθλα τῷ φιλανθρώπῳ· ὅτι μένει διηνεκῶς ὁ καρπὸς, ὅτι πειρασμῶν ἀπαλλαγήσεται, ὅτι τὸν Θεὸν ζηλώσει· καὶ γὰρ ὁ Θεὸς οἰκτίρμων· ὅτι τῶν οἰκείων ἁμαρτημάτων λήψεται συγγνώμην. Τοῦτο γάρ ἐστιν, Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· τουτέστι, τεύξεται συνηγορίας, τεύξεται ἀπολογίας, οὐκ ἔσται αὐτῷ κατάκρισις τότε, τῆς ἐλεημοσύνης διατιθείσης αὐτῷ τὴν ἀπολογίαν καλῶς. Ἕτερος δὲ ἑρμηνευτής φησιν, Οἰκονομῶν τὰ πράγματα αὐτοῦ μετὰ κρίσεως. Τουτέστι, πολλῆς ἀπολαύσεται εὐημερίας, οὐχ ὑποστήσεταί τι τῶν ἀτόπων, ἅτε ἄριστος οἰκονόμος γενόμενος. Ὡς ὅ γε ὠμὸς καὶ ἀπάνθρωπος, καὶ μὴ ἐλεῶν, σφόδρα ἀνοικονόμητος. Τί γὰρ ἂν γένοιτο τούτου χαλεπώτερον, ἢ ὅταν περὶ ψυχῆς κινδυνεύειν μέλλων χρημάτων φείδηται, κἀκείνης ἀμελῇ; Διά τοι τοῦτο καὶ ἐκεῖνον τὸν οἰκονόμον ὁ Χριστὸς ἐπῄνεσε τὸν ἡνίκα ἔμελλε κινδυνεύειν τὰ γραμματεῖα διαλύσαντα, καὶ χρεωκοπίαν ἐργασάμενον. Πῶς γὰρ οὐκ ἄτοπον ἐν μὲν τῷ παρόντι κινδυνεύοντας βίῳ πάντα τὰ ἑαυτῶν προΐεσθαι, ὥστε ἐξωνεῖσθαι τὸν κίνδυνον, ἐπικινδύνῳ δὲ μέλλοντας παραδίδοσθαι κολάσει, μὴ τοιαύτῃ κεχρῆσθαι οἰκονομίᾳ; Διὰ δὴ τοῦτο φρόνιμον οἰκονόμον φησὶ τὸν ἐλεήμονα, ὀλίγου πολλὰ ἀγοράζοντα, χρημάτων τὸν οὐρανὸν ὠνούμενον, ἱματίου τὴν βασιλείαν, ἄρτου καὶ ψυχροῦ ποτηρίου τὰ μέλλοντα ἀγαθά. Τί γὰρ ταύτης τῆς οἰκονομίας γένοιτ' ἂν ἴσον, ὅταν τὰ ἀπολλύμενα διδούς τις καὶ ῥέοντα καὶ φθειρόμενα, τὰ μέλλοντα καὶ ἀκίνητα ταῦτα λαμβάνῃ, καὶ δι' ἐκείνων καὶ τῆς κατὰ τὸν παρόντα βίον ἀσφαλείας ἀπολαύῃ; Διὰ τοῦτό φησιν, Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Ἢ, ὡς ἕτερός φησιν, Οἰκονομῶν τὰ πράγματα τὰ αὐτοῦ μετὰ κρίσεως. Ποίᾳ ἐν κρίσει, ἢ ἐν τῇ μελλούσῃ ἡμέρᾳ; Ἢ ὅτι εὖ διαθήσει τὰ κατ' αὐτὸν ἅπαντα, καὶ οὐδὲν ἐν αὐτοῖς ἔσται συγκεχυμένον, ἀλλὰ πάντα ἐν τάξει κείμενα, πάντα ἀκολουθίᾳ καὶ ὁδῷ βαδίζοντα, οὐδὲν τεταραγμένον ἐν αὐτοῖς οὐδὲ θορυβῶδες, τῆς ἐλεημοσύνης ἅπαντα ἐξευμαριζούσης αὐτῷ. Ὃ καὶ σαφέστερον ποιῶν ἕτερος ἑρμηνευτὴς, Οἰκονομῶν τὰ πράγματα αὐτοῦ μετὰ κρίσεως, εἶπεν. Ἐλεήμων γὰρ οὗτος ὁ μετὰ κρίσεως οἰκονομῶν τὰ ἑαυτοῦ· ὡς ὅ γε ἕτερος ἄκαρπος, ἀνοικονόμητος. Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται. Τί τῆς οἰκονομίας ταύτης ἴσον, ὅταν τοιαύτην ὁδὸν εὕρῃ τὴν ἀπαλλάττουσαν αὐτὸν τῶν ἀδοκήτων περιστάσεων, καὶ τῶν τοῦ βίου κλυδωνίων ἔξω ποιοῦσαν ὁρμίζεσθαι, καὶ ἄνθρωπος ὢν μηδὲν ἀνθρώπινον ὑπομένῃ, ἢ ὑπομένῃ μὲν, μὴ περιτρέπηται δέ; Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ μὴ κλίνηται, μηδὲ ὑποσκελίζηται. Τί οὖν; οὐκ ἐσαλεύθησαν πολλοὶ τῶν ἐλεημόνων; Οὐδαμῶς. Εἰ γὰρ καὶ πένητες ἐγένοντο, καὶ πρὸς ἐσχάτην πτωχείαν μετηνέχθησαν, καὶ συμφοραῖς περιέπεσον, ἀλλ' ὅμως οὐ περιετράπησαν ἐννοοῦντες τὰ εἰργασμένα αὐτοῖς, καὶ τὴν εὔνοιαν τοῦ Θεοῦ, καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπασάμενοι, καὶ ἰσχυράν τινα καὶ ἀσφαλῆ ἄγκυραν, τὸ χρηστὸν λέγω συνειδὸς, ἔχοντες. Διά τοι τοῦτο οὐκ εἶπεν, ὅτι οὐκ ἐπιβουλευθήσονται, ἀλλ' ὅτι οὐ σαλευθήσονται. Ὃ δὴ καὶ ἐπ' ἐκείνου ἔλεγεν ὁ Χριστὸς, τοῦ τὴν οἰκοδομὴν ποιοῦντος ἐπὶ τῆς πέτρας, οὐχ ὅτι οὐχ ὑποστήσεται χειμῶνα, ἀλλ' ὅτι καὶ ὑπομένων χειμῶνα οὐ περιτραπήσεται. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν μὴ ἐν ἐρημίᾳ τῶν πειρασμῶν τὸ ἀσφαλὲς αὐτῷ ᾖ, ἀλλὰ καὶ πυκνότητι τῶν μηχανημάτων ἀπερίτρεπτος μένῃ διηνεκῶς. Καὶ γὰρ ἀμήχανον ψυχὴν πλουτοῦσαν ἐλεημοσύνῃ ὑπὸ ἀηδίας παθῶν βαπτισθῆναί ποτε. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ὅρα αὐτὸν οὐκ ἐν τῷ καιρῷ τῆς ζωῆς, ἀλλὰ καὶ μετὰ τὴν τελευτὴν διδάσκοντα πολλοὺς καὶ κατηχοῦντα. Πῶς οὖν οὗτος ἐν τῷ ζῇν πείσεταί τι πονηρὸν, ὅταν καὶ τελευτῶν ἑτέροις διδάσκαλος γένηται εὐθυμίας; Ἵνα γὰρ μάθωσι καὶ οἱ σφόδρα ἄπιστοι, ὅτι ἀθάνατος αὐτοῦ ὁ καρπὸς ἐν οὐρανοῖς μένει, ἐνταῦθα δίδωσι τὴν πεῖραν· καὶ γὰρ τοῦ σώματος αὐτοῦ καταχωσθέντος, καὶ τῇ γῇ παραδοθέντος, ἡ μνήμη πανταχοῦ περιφέρεται. Τοιαύτη τῆς ἀρετῆς ἡ δύναμις· οὐκ εἴκει τῷ χρόνῳ, οὐ μαραίνεται τῷ πλήθει τῶν ἡμερῶν. Τοῦτο δὲ γίνεται διὰ τὴν τῶν πονηρῶν σωτηρίαν. Ἐκεῖνοι μὲν γὰρ οὐ δέονται τῆς παρὰ ἀνθρώπων εὐφημίας· οἱ δὲ ἐν κακίᾳ ζῶντες δέονται τῶν ἐκείνων ἐγκωμίων, ὥστε ἀπὸ τῆς εὐφημίας τῶν ἑτέροις κατορθουμένων σπουδαιότεροι γενέσθαι, καὶ τῆς κακίας ἀπαλλαγῆναί ποτε. Ποῦ τοίνυν εἰσὶν οἱ τοὺς τάφους τοὺς πολυτελεῖς οἰκοδομοῦντες, καὶ τὰς λαμπρὰς οἰκίας ἐγείροντες; Ἀκουέτωσαν τί ποιεῖ μνημόσυνον διηνεκές. Οὐ λίθων οἰκοδομὴ, οὐδὲ περιβολὴ τοίχων καὶ πύργοι, ἀλλ' ἔργων ἀγαθῶν ἐπίδειξις. Ταῦτα δὲ τίθησι διὰ τοὺς σφόδρα ἀπίστους καὶ τοῖς μέλλουσιν οὐ προσέχοντας, ἵνα ἀπὸ τῶν παρόντων καὶ φαινομένων ἐπισπασάμενος αὐτοὺς, καὶ πρὸς τὰ μέλλοντα χειραγωγήσῃ· ἄλλως τε καὶ δείκνυσιν ὅτι ἡ ἀρετὴ, ὃ πολλάκις εἶπον, καὶ πρὸ τῶν ἐπάθλων ἐκείνων ἐν ἑαυτῇ τὴν ἀμοιβὴν ἔχει. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Ἄλλος, Ἀγγελίαν κακὴν οὐ φοβηθήσεται. Ὥσπερ ἄνω οὐκ εἶπεν, ὅτι οὐκ ἐπιβουλει θήσεται, ἀλλ' ὅτι ἐπιβουλευόμενος οὐ σαλευθήσεται· οὕτω καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι οὐκ ἀκούσεται πονηρὰν ἀγγελίαν, ἀλλ' ὅτι ἀκούων οὐ φοβηθήσεται.